Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῆς ἐγγαστριμύθου πρὸς Θεοδόσιον ἐπίσκοπον

Γρηγόριος ὁ Νύσσης

Ερμηνευτικές προσεγγίσεις σε λοιπά γραφικά και θεολογικά ερωτήματα

Αλληγορική ερμηνεία της τροφοδοσίας του προφήτη Ηλία, του καλύμματος του Μωυσή, των θυσιών του Λευιτικού και ανάλυση της πτώσης των δαιμονικών δυνάμεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

Τὸ δὲ κατὰ τὸν Ἠλίαν πλείονος μὲν χρῄζει τῆς θεωρίας, οὐ μὴν ἐν τῷ προτεθέντι ζητήματι. καὶ γὰρ Ἐκ τοῦ χειμάρρου ὕδωρ πίνειν προσταχθεὶς κατὰ τὸ λεληθὸς παρὰ τοῦ θεοῦ συνεβουλεύετο, ὥστε τὴν παρὰ τοῦ προφήτου ἐκφωνηθεῖσαν κατὰ τῶν Ἰσραηλιτῶν τῆς ἀνομβρίας ἀπόφασιν δι᾽ αὐτοῦ πάλιν ἀναλυθῆναι· ᾧ γὰρ ἐδόθη ἐκ μόνου τοῦ χειμάρρου πίνειν, τοῦ δὴ κατὰ τὸ εἰκὸς ἐν τοῖς αὐχμοῖς ἀποξηραινομένου, ἄλλης τῷ προφήτῃ μὴ εὑρισκομένης πρὸς τὴν δίψαν παραμυθίας, διὰ τὸ ἀπειρῆσθαι αὐτῷ ἀλλαχόθεν πιεῖν ἐπάναγκες ἦν αἰτῆσαι τὸν ὄμβρον, ἵνα μὴ ἐπιλείπῃ τὸ ὕδωρ τὸν χείμαρρον. γίνεται δὲ τῷ προφήτῃ παρὰ τῶν κοράκων ἡ τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων διακονία, δεικνύντος διὰ τούτων τοῦ θεοῦ τῷ προφήτῃ, ὅτι πολλοί εἰσιν οἱ παραμεμενηκότες τῇ τοῦ ἀληθινοῦ θεοῦ λατρείᾳ, ὅθεν ἐχορηγεῖτο διὰ τῶν κοράκων ἡ τροφὴ τῷ προφήτῃ· οὐ γὰρ ἂν τῶν μεμιασμένων αὐτῷ προσῆγεν ἄρτων ἢ τὸ εἰδωλόθυτον κρέας, ὥστε καὶ διὰ τούτων ἐναχθῆναι τὸν Ἠλίαν καθυφεῖναί τι τοῦ κατὰ τῶν ἠσεβηκότων θυμοῦ, μαθόντα διὰ τῶν γινομένων, ὅτι πολλοί εἰσιν οἱ πρὸς τὸν θεὸν ὁρῶντες, οὓς οὐκ ἔστι δίκαιον συγκαταδικασθῆναι τοῖς ὑπαιτίοις.

εἰ δὲ πρωῒ μὲν ὁ ἄρτος, ἐν δὲ τῇ ἑσπέρᾳ τὸ κρέας αὐτῷ διακονεῖται, ἴσως δι᾽ αἰνίγματος πρὸς τὸν ἐνάρετον βίον σπουδὴν τὸ γινόμενον ἔχει, ὅτι χρὴ ἀρχομένοις μὲν τῆς κατ᾽ ἀρετὴν ζωῆς, ἧς σύμβολόν ἐστιν ἡ πρωΐα, τὸν εὔληπτον παρέχειν λόγον, τοῖς 〈δὲ〉 τελειουμένοις τὸν τελειότερον κατὰ τὴν τοῦ Παύλου φωνήν, ὅς φησιν ὅτι Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων.

Τὸ δὲ κάλυμμα τοῦ Μωυσέως οὐκ ἀγνοήσεις, πρὸς ὅ τι βλέπει, τῇ πρὸς Κορινθίους ἐπιστολῇ τοῦ Παύλου καθομιλήσας. Ὅσα δὲ περὶ τῶν θυσιῶν ἐπεζήτησας, καλῶς ποιήσεις ὅλον τὸ Λευϊτικὸν φιλοπονώτερον ἐξετάσας καὶ μετὰ πλείονος τῆς προσεδρίας καθολικῶς τὸν ἐν τούτοις θεωρήσεις νόμον· οὕτω γὰρ συγκατανοηθήσεται τῷ ὅλῳ τὸ μέρος· ἐφ᾽ ἑαυτοῦ γὰρ τοῦτο μόνον οὐκ ἂν διευκρινηθείη πρὸ τῆς τοῦ παντὸς θεωρίας.

Ἐν δὲ τοῖς περὶ τῆς ἀντικειμένης δυνάμεως ἐπηπορημένοις πρόδηλός ἐστιν ἡ λύσις, ὅτι οὐχ ἁπλῶς ἄγγελος, ἀλλ᾽ ἐν ἀρχαγγέλοις ἦν τεταγμένος ὁ ἀποστάτης γενόμενος. δῆλον οὖν, ὅτι τῇ ἀρχῇ συνενδείκνυται καὶ τὸ ὑποχείριον τάγμα, ὥστε λελύσθαι τὴν ζήτησιν περὶ τοῦ πῶς εἷς ἦν καὶ μετὰ πλήθους ἐστίν· τῆς γὰρ ὑποχειρίου στρατιᾶς αὐτῷ συναποστάσης σεσαφήνισται τὸ ζητούμενον.