Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῆς ἐγγαστριμύθου πρὸς Θεοδόσιον ἐπίσκοπον

Γρηγόριος ὁ Νύσσης

Το ζήτημα της εγγαστριμύθου και η δαιμονική απάτη

Απόρριψη της κυριολεκτικής ανάκλησης της ψυχής του προφήτη Σαμουήλ και εξήγηση του γεγονότος ως δαιμονικής εξαπάτησης του Σαούλ μέσω μαντείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

Πρῶτον τοίνυν ἐπειδὴ καὶ τῶν λοιπῶν ἦν κεφαλαίων προτεταγμένον τὸ περὶ τοῦ Σαμουὴλ ἐπιζητούμενον νόημα, διὰ βραχέων ὡς ἔστι δυνατὸν θεοῦ διδόντος ἐκθήσομαι. ἤρεσέ τισι τῶν πρὸ ἡμῶν ἀληθῆ νομίσαι τῆς γοητίδος ἐκείνης τὴν ἐπὶ τοῦ Σαμουὴλ ψυχαγωγίαν καί τινα λόγον τοιοῦτον εἰς συνηγορίαν τῆς ὑπολήψεως αὐτῶν ταύτης παρέσχοντο, ὅτι λυπουμένου τοῦ Σαμουὴλ ἐπὶ τῇ ἀποβολῇ τοῦ Σαοὺλ καὶ πάντοτε τοῦτο τῷ κυρίῳ προσφέροντος τὸ “ὅ τι θέλεις, τὴν ἐκ τῶν ἐγγαστριμύθων γινομένην γοητείαν ἐπὶ ἀπάτῃ τῶν ἀνθρώπων ἐξεκάθαρεν ἐκ τοῦ λαοῦ Σαούλ,” καὶ διὰ τοῦτο δυσανασχετοῦντος τοῦ προφήτου ἐπὶ τῷ μὴ θελῆσαι τὸν κύριον διαλλαγῆναι τῷ ἀποβλήτῳ, συγχωρῆσαί φασι τὸν θεὸν ἀναχθῆναι τὴν τοῦ προφήτου ψυχὴν διὰ τῆς τοιαύτης μαγγανείας, ἵνα ἴδῃ ὁ Σαμουήλ, ὅτι ψευδῆ ὑπὲρ αὐτοῦ τῷ θεῷ προετείνετο, λέγων αὐτὸν πολέμιον εἶναι ταῖς ἐγγαστριμύθοις τὸν τηνικαῦτα διὰ τῆς αὐτῶν γοητείας τὴν ἄνοδον τῆς ψυχῆς αὐτοῦ μαντεύσαντα. ἐγὼ δὲ πρὸς τὸ εὐαγγελικὸν χάσμα βλέπων, ὃ διὰ μέσου τῶν κακῶν τε καὶ ἀγαθῶν ἐστηρίχθαι φησὶν ὁ πατριάρχης, μᾶλλον δὲ ὁ τοῦ πατριάρχου κύριος, ὡς ἀμήχανον εἶναι τοῖς τε κατακρίτοις ἐπὶ τὴν τῶν δικαίων ἄνεσιν διαβῆναι καὶ τοῖς ἁγίοις πρὸς τὸν τῶν πονηρῶν χορὸν διαπερᾶσαι, οὐ δέχομαι ἀληθεῖς εἶναι τὰς τοιαύτας ὑπολήψεις, διδαχθεὶς μόνον ἀληθὲς εἶναι πιστεύειν τὸ εὐαγγέλιον.

ἐπειδὴ τοίνυν μέγας ἐν ἁγίοις ὁ Σαμουήλ, πονηρὸν δὲ κτῆμα ἡ γοητεία, οὐ πείθομαι, ὅτι ἐν τοσούτῳ τῆς ἰδίας ἀναπαύσεως ὁ Σαμουὴλ καταστὰς τὸ ἀδιόδευτον ἐκεῖνο χάσμα πρὸς τοὺς ἀσεβοῦντας διήρχετο οὔτε ἑκὼν οὔτε ἄκων. ἄκων μὲν οὖν οὐκ ἂν ἔτι ὑπέμεινε τῷ μὴ δύνασθαι τὸ δαιμόνιον διαβῆναι τὸ χάσμα καὶ ἐν τῷ χορῷ τῶν ὁσίων γενόμενον μετακινῆσαι τὸν ἅγιον, ἑκὼν δὲ οὐκ ἂν τοῦτο ἐποίησε τῷ μήτε βούλεσθαι ἐπιμιχθῆναι τοῖς κακοῖς μήτε δύνασθαι· τῷ γὰρ ἐν ἀγαθοῖς ὄντι ἀβούλητον ἀπὸ τῶν ἐν οἷς ἐστιν ἡ πρὸς τὰ ἐναντία μετάστασις· εἰ δέ τις καὶ βούλεσθαι δοίη, ἀλλ᾽ ἡ τοῦ χάσματος φύσις οὐκ ἐπιτρέπει τὴν πάροδον.

Τί οὖν ἐστίν, ὃ περὶ τούτων ἡμεῖς λογιζόμεθα; ἐχθρὸς τῆς ἀνθρωπίνης φύσεώς ἐστιν ὁ κοινὸς πάντων πολέμιος, ᾧ πᾶσά ἐστιν ἐπίνοια καὶ σπουδὴ εἰς αὐτὰ τὰ καίρια βλάπτειν τὸν ἄνθρωπον. τίς δὲ τοιαύτη καιρία κατὰ τῶν ἀνθρώπων ἄλλη πληγὴ ὡς τὸ ἀποβληθῆναι ἀπὸ τοῦ θεοῦ τοῦ ζωοποιοῦντος καὶ πρὸς τὴν ἀπώλειαν τοῦ θανάτου ἑκουσίως αὐτομολῆσαι; ἐπειδὴ τοίνυν σπουδή τίς ἐστι κατὰ τὸν βίον τοῖς φιλοσωμάτοις γνῶσίν τινα τῶν μελλόντων ἔχειν, δι᾽ ἧς ἐλπίζουσιν ἢ τῶν κακῶν ἀποφυγὴν ἢ πρὸς τὰ καταθύμια χειραγωγίαν, τούτου χάριν, ὡς ἂν μὴ πρὸς τὸν θεὸν οἱ ἄνθρωποι βλέποιεν, πολλοὺς τρόπους τῆς τοῦ μέλλοντος γνώσεως ἡ ἀπατηλὴ τῶν δαιμόνων ἐτεχνάσατο φύσις, οἰωνοσκοπίας, συμβολομαντείας, χρηστήρια, ἡπατοσκοπίας, νεκυίας, ἐνθουσιασμούς, κατοκωχάς, ἐμπνεύσεις καὶ ἄλλα τοιαῦτα πολλά. καὶ ὅπερ ἄν τις εἶδος προγνώσεως ἔκ τινος ἀπάτης ἀληθὲς εἶναι νομίσῃ, ἐν ἐκείνῳ τὸ ἀπατηλὸν δαιμόνιον παραφαίνεται εἰς δικαίωσιν τῆς ἠπατημένης ὑπολήψεως τοῦ πεπλανημένου.

οὕτως καὶ τὴν τοῦ ἀετοῦ πτῆσιν πρὸς τὴν τοῦ παρατετηρηκότος ἐλπίδα συνδραμεῖν παρασκευάζει ὁ δαίμων καὶ τοῦ ἥπατος τὸν παλμὸν καὶ τὴν ἐκ τοῦ φυσώδους γινομένην τῶν μηνίγγων παραφορὰν καὶ τῶν ὀμμάτων παραστροφήν· καὶ ἕκαστον κατὰ τὴν σημειωθεῖσαν ἐκ τῆς ἀπάτης παρατήρησιν ἡ τοῦ δαίμονος πανουργία προδείκνυσι τοῖς ἀπατωμένοις, ὥστε ἀποστάντας τοὺς ἀνθρώπους τοῦ θεοῦ προσέχειν τῇ θεραπείᾳ τῶν δαιμόνων, δι᾽ ὧν ἐνεργεῖσθαι τὰ τοιαῦτα πιστεύουσιν.

Ἓν τοίνυν ἀπάτης εἶδος ἦν καὶ τὸ τῶν ἐγγαστριμύθων, ὧν ἡ μαγγανεία ἐπιστεύετο δύνασθαι τὰς τῶν κατοιχομένων ψυχὰς πάλιν πρὸς τὸν ἄνω βίον ἐφέλκεσθαι. τοῦ τοίνυν Σαοὺλ ἐν ἀπογνώσει τῆς σωτηρίας γεγονότος διὰ τὸ πανστρατιᾷ συγκεκινῆσθαι κατ᾽ αὐτοῦ πᾶν τὸ ἀλλόφυλον καὶ ἐπὶ ταύτην ἐλθόντος τὴν ἐπίνοιαν, ὥστε τὸν Σαμουὴλ αὐτῷ τρόπον ὑποθέσθαι τινὰ σωτηρίας, τὸ παραμένον τῇ ἐγγαστριμύθῳ δαιμόνιον, δι᾽ οὖ ἠπατᾶτο ἐκ συνηθείας τὸ γύναιον, εἰς διαφόρους μορφὰς σκιοειδῶς ἐν τοῖς ὀφθαλμοῖς τοῦ γυναίου ἐσχηματίζετο, οὐδενὸς τῷ Σαοὺλ προφαινομένου ὧν καθεώρα τὸ γύναιον. ὡς γὰρ ἥψατο τῆς γοητείας καὶ ἤδη τῷ γυναίῳ ἦν ἐν ὀφθαλμοῖς τὰ φαντάσματα, πίστιν τοῦ ἀληθῆ τὰ φαινόμενα εἶναι ταύτην ὁ δαίμων ἐμηχανήσατο τὸ πρῶτον αὐτὸν κεκρυμμένον ἐν τῷ εἴδει τοῦ προσχήματος διασαφῆσαι, δι᾽ οὖ μᾶλλον ὁ Σαοὺλ κατεπλάγη, ὡς οὐδὲν ἔτι τῆς γυναικὸς σφαλησομένης τῷ τὸ ἰδιωτικὸν σχῆμα τὴν γοητικὴν δύναμιν μὴ ἀγνοῆσαι. εἰπούσης τοίνυν αὐτῆς Θεοὺς ἑωρακέναι ἀναβαίνοντας καὶ ἄνθρωπον ὄρθιον ἐν διπλοΐδι, πῶς στήσουσι τὸ καθ᾽ ἱστορίαν οἱ δοῦλοι τοῦ γράμματος; εἰ γὰρ ἀληθῶς ὁ Σαμουήλ ἐστιν ὁ ὀφθείς, οὐκοῦν κατ᾽ ἀλήθειαν καὶ θεοί εἰσιν οἱ ὀφθέντες παρὰ τῆς φαρμακίδος· θεοὺς δὲ ἡ γραφὴ τὰ δαιμόνια λέγει· Πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. ἆρ᾽ οὖν μετὰ τῶν δαιμόνων καὶ ἡ ψυχὴ τοῦ Σαμουήλ; μὴ γένοιτο.

ἀλλὰ τὸ πάντοτε ὑπακοῦον τῇ φαρμακίδι δαιμόνιον παρέλαβε καὶ ἄλλα πνεύματα πρὸς ἀπάτην αὐτῆς τε τῆς γυναικὸς καὶ τοῦ δι᾽ ἐκείνης ἀπατωμένου Σαοὺλ καὶ τὰ μὲν δαιμόνια θεοὺς νομίζεσθαι παρὰ τῆς ἐγγαστριμύθου ἐποίησεν, αὐτὸ δὲ πρὸς τὸ ἐπιζητούμενον εἶδος ἐσχηματίσθη καὶ τὰς ἐκείνου φωνὰς ὑπεκρίνατο καί, ὅπερ εἰκὸς ἦν ἐκ τῶν φαινομένων λογίσασθαι, τὴν ἐκ τοῦ ἀκολούθου ἐκβήσεσθαι προσδοκηθεῖσαν ἀπόφασιν ὡς ἐν εἴδει προφητείας ἐφθέγξατο. ἤλεγξε δὲ καὶ ὡς οὐκ ἠβούλετο ἑαυτὸν ὁ δαίμων εἰπὼν τὴν ἀλήθειαν ὅτι Αὔριον σὺ καὶ Ἰωνάθαν μετ᾽ ἐμοῦ· εἰ γὰρ ἀληθῶς ἦν Σαμουήλ, πῶς ἐνεδέχετο τὸν ἐν πάσῃ κακίᾳ κατεγνωσμένον μετ᾽ ἐκείνου γενέσθαι; ἀλλὰ δῆλον, ὅτι ἀντὶ τοῦ Σαμουὴλ ὀφθὲν τὸ πονηρὸν ἐκεῖνο δαιμόνιον μεθ᾽ ἑαυτοῦ ἔσεσθαι τὸν Σαοὺλ εἰπὸν οὐκ ἐψεύσατο. εἰ δὲ λέγει ἡ γραφὴ ὅτι Καὶ εἶπεν ὁ Σαμουήλ, μὴ ταρασσέτω τὸν ἐπιστήμονα ὁ τοιοῦτος λόγος, ἀλλὰ προσκεῖσθαι νομιζέτω, ὅτι ὁ νομισθεὶς εἶναι Σαμουήλ.

εὑρίσκομεν γὰρ τὴν γραφικὴν συνήθειαν πολλαχοῦ τὸ δοκοῦν ἀντὶ τοῦ ὄντος διεξιοῦσαν, ὡς ἐπὶ τοῦ Βαλαάμ, νῦν μὲν λέγοντος αὐτοῦ ὅτι Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ ὁ θεός, μετὰ ταῦτα δὲ ὅτι γνοὺς [δὲ] ὁ Βαλαάμ, ὅτι ἀρεστὸν ἦν τῷ θεῷ μὴ καταρᾶσθαι τοὺς Ἰσραηλίτας, οὐκέτι Κατὰ τὸ εἰωθὸς ἀπῆλθεν εἰς συνάντησιν τοῖς οἰωνοῖς· ὁ γὰρ ἀνεπίσκεπτος κἀκεῖ τὸν ἀληθινὸν θεὸν νομίσει διαλέγεσθαι τῷ Βαλαάμ, ἡ μέντοι ἐπαγωγὴ δείκνυσιν, ὅτι τὸν ὑπὸ τοῦ Βαλαὰμ νομιζόμενον θεὸν οὕτως ὠνόμασεν ἡ γραφή, οὐχὶ τὸν ὄντως ὄντα θεόν. οὐκοῦν καὶ ἐνταῦθα ὁ δόξας εἶναι Σαμουὴλ τοὺς τοῦ ἀληθινοῦ Σαμουὴλ ὑπεκρίνατο λόγους, εὐφυῶς τοῦ δαίμονος ἐκ τῶν εἰκότων μιμουμένου τὴν προφητείαν.