Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῆς εὐποιίας

Γρηγόριος ὁ Νύσσης

Καταδίκη της πλεονεξίας, της τρυφής και της κοινωνικής αναλγησίας

Αυστηρός έλεγχος της προσκόλλησης στον πλούτο και της αμετρίας. Αντιπαραβάλλεται η προκλητική πολυτέλεια και οι απολαύσεις των πλουσίων με την εξαθλίωση και την απόρριψη των απόρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 5

Ἡμεῖς δὲ οἱ καθ᾽ ἕκαστον γράμμα τῆς γραφῆς παιδευόμενοι ζηλοῦν τὸν ἑαυτῶν κύριον καὶ δημιουργόν, καθ᾽ ὅσον τῷ θνητῷ ἡ τοῦ μακαρίου καὶ ἀθανάτου μίμησις ἐφικτή, πάντα παρασύρομεν πρὸς τὴν οἰκείαν ἀπόλαυσιν καὶ τὰ μὲν τῇ ἑαυτῶν ἀποκληροῦμεν ζωῇ, τὰ δὲ κληρονόμοις ταμιευόμεθα· τῶν δὲ δυσπραγούντων λόγος οὐδεὶς οὐδὲ τῶν πενομένων ἀγαθὴ μέριμνα. ὢ τῆς ἀνηλεοῦς γνώμης. ἄνθρωπος ἄνθρωπον ὁρᾷ ἄρτου πενόμενον καὶ τὴν ἀναγκαίαν ζωπύρησιν τῆς τροφῆς οὐκ ἔχοντα. οὐκ ἐπαρκεῖ δὲ προθύμως καὶ ὀρέγει τὴν σωτηρίαν, ἀλλὰ περιορᾷ οἷόν τι φυτὸν εὐθαλὲς ὑδάτων ἀπορίᾳ ἐλεεινῶς ξηραινόμενον, καὶ ταῦτα πλημμυροῦσαν ἔχων τὴν ἀφθονίαν καὶ πολλοῖς ἐποχετεύειν δυνάμενος τὴν ἀπὸ τῶν ὑπαρχόντων παραμυθίαν. ὡς γὰρ μιᾶς πηγῆς ἐπιρροὴ πολλὰς πεδιάδας ἀνηπλωμένας πιαίνει, οὕτως καὶ μιᾶς οἰκίας εὐπορία δήμους πενήτων ἐξαρκεῖ διασώσασθαι, μόνον ἐὰν μὴ γνώμῃ φειδωλὸς καὶ ἀκοινώνητος ὡς λίθος ἐμπεσοῦσα τῇ διεξόδῳ τὴν ἐπιρροὴν ἀνακρούσηται.

Μὴ τὰ πάντα τῇ σαρκί· ζήσωμέν τι καὶ τῷ θεῷ. τρυφὴ μὲν γὰρ ἐπεισελθοῦσα δι᾽ ἀπολαυσέως ὀλίγον τῆς σαρκὸς μόριον θεραπεύει, τὴν φάρυγγα· τῇ γαστρὶ δὲ τὰς ὕλας ἐνσήψασα τέλος ἔχει τὸν ἀφεδρῶνα. ἔλεος δὲ καὶ εὐποιία θεῷ τέ εἰσι πράγματα φίλα καί, ᾧπερ ἂν ἐνοικήσωσιν ἀνθρώπῳ, θεοῦσιν αὐτὸν καὶ πρὸς μίμησιν ἀποτυποῦσι τοῦ ἀγαθοῦ, ἵν᾽ ὑπάρχῃ εἰκὼν τῆς πρώτης καὶ ἀκηράτου καὶ πάντα νοῦν ὑπερβαινούσης οὐσίας. τῆς δὲ σπουδῆς τὸ πέρας ὁποῖον ἐγγυῶνται; ἐνταῦθα μὲν καλὴν ἐλπίδα καὶ προσδοκίαν εὐφραίνουσαν, ἐν δὲ τοῖς ἔπειτα, ὅταν τὴν ῥέουσαν ταύτην ἀποσκευασάμενοι σάρκα τὴν ἀφθαρσίαν μετενδυσώμεθα, μακαρίαν ζωήν, ἄληκτον καὶ ἀνώλεθρον, ἐν θαυμασταῖς τισι καὶ νῦν οὐ γινωσκομέναις ἡμῖν εὐπαθείαις εὐτρεπισμένην.

Οὐκοῦν οἱ λογικοὶ κτισθέντες καὶ τὸν νοῦν ἔχοντες τῶν θείων ἑρμηνέα καὶ παιδευτὴν μὴ τοῖς προσκαίροις δελεασθῆτε. κτήσασθε δὲ τὰ μηδέποτε καταλιμπάνοντα τὸν κτησάμενον· ὁρίσατε μέτρα τῇ χρήσει τοῦ βίου. μὴ πάντα ἡμέτερα, ἀλλὰ μέρος ἔστω καὶ τῶν πενήτων τῶν ἀγαπητῶν τοῦ θεοῦ· πάντα γὰρ τοῦ θεοῦ, τοῦ κοινοῦ πατρός· ἡμεῖς δὲ ἀδελφοὶ ὡς ὁμόφυλοι· ἀδελφοὺς δὲ τὸ μὲν ἄριστον καὶ δικαιότερον κατ᾽ ἰσομοιρίαν μεταλαγχάνειν τοῦ κλήρου· ἐν δὲ τάξει δευτέρᾳ, κἂν τὸ πλέον εἷς ἢ δεύτερος σφετερίσηται, τὸ γοῦν μέρος κερδανέτωσαν οἱ λειπόμενοι. εἰ δέ τις καθόλου κύριος εἶναι τῶν πάντων ἐθέλοι καὶ αὐτῆς τῆς τρίτης ἢ πέμπτης μοίρας ἐξείργων τοὺς ἀδελφούς, οὗτος πικρὸς τύραννος, βάρβαρος ἀδιάλλακτος, θηρίον ἄπληστον, μόνον ἡδέως περιχαίνων τῇ θοίνῃ, μᾶλλον δὲ καὶ αὐτῶν ἀγριώτερος τῶν θηρίων· εἴγε λύκος μὲν τὸν λύκον εἰς βορὰν παραδέχεται καὶ κύνες ἐν ταὐτῷ πολλοὶ ἓν σπαράττουσι σῶμα· ὁ δέ, ἄπληστος, οὐδένα τῶν ὁμοφύλων εἰς τὴν μετουσίαν παραλαμβάνει τοῦ πλούτου. ἀρκεῖ σοι ἡ σύμμετρος τράπεζα. μὴ πρὸς τὸ πέλαγος τῆς ἀκολάστου πανδαισίας ἐκπέσῃς· χαλεπὸν γὰρ τὸ ἐπ᾽ ἐκείνης ναυάγιον, οὐ πέτραις περιρρηγνύον ὑφάλοις, ἀλλ᾽ εἰς τὸ σκότος ἐξωθοῦν τὸ βαθύτατον, ὅθεν οὔποτε ὁ ἐμπεσὼν ἐκβήσεται.

Χρῆσαι, μὴ παραχρήσῃ· τοῦτο γάρ σε καὶ Παῦλος ἐδίδαξεν. ἄνες σαυτὸν ἀπολαύσει μεμετρημένῃ· μὴ βακχεύσῃς ταῖς ἡδοναῖς· μὴ πάντων ἁπλῶς ζῴων ὄλεθρος ἔσο, τετραπόδων μεγάλων, τετραπόδων μικρῶν, ὀρνίθων, ἰχθύων, τῶν εὐπορίστων, τῶν σπανίων, τῶν εὐώνων, τῶν πολυτίμων· μὴ πολλῶν θηρευτῶν ἱδρῶτι μίαν πλήρου γαστέρα, ὥσπερ τι φρέαρ βαθύτατον πολυχειρίᾳ τῶν χωννύντων μὴ γεμιζόμενον. διὰ τοὺς τρυφῶντας οὐδὲ ὁ βυθὸς τῆς θαλάσσης ἀνενόχλητος μένει οὐδὲ οἱ τῷ ὕδατι ἐννηχόμενοι ἰχθύες μόνον ἀγρεύονται, ἀλλὰ καὶ ὅσα ἅλια ζῷα τῇ ὑποστάθμῃ τῶν ὑδάτων ἐμφέρεται, καὶ ταῦτα πρὸς τὴν ἤπειρον καὶ τὸν ἀέρα τοῦτον ἐξέλκεται. οὕτως τὰ γένη τῶν ὀστρέων οὐκ ἔλαθε καὶ ὁ ἐχῖνος ἀγρεύεται καὶ ἡ σηπία ἕρπουσα σαγηνεύεται καὶ ὁ πολύπους ταῖς πέτραις προσπεφυκὼς ἀποσπᾶται καὶ οἱ κοχλίαι τῶν κατωτάτων βυθῶν ἀποσύρονται καὶ πάντα γένη ζῴων, ὅσα τοῖς τῆς ἐπιφανείας κύμασιν ἐπινήχεται καὶ ὅσα τὸν πυθμένα τῆς θαλάσσης ἔλαχε κατοικεῖν, πρὸς τὸν ἀέρα τοῦτον ἐκφέρεται, τῆς τῶν φιληδόνων μηχανῆς ποικίλα κατ᾽ ἐκείνων σοφιζομένης τὰ θήρατρα.

Οἷα δὲ καὶ τὰ ἑξῆς τῶν τρυφώντων; ἐπάναγκες γὰρ τὴν κακίαν, ὅπου ποτ᾽ ἂν ὡς νόσος ἐνσκήψῃ, τὰς ἀκολούθους ὕλας ἐφέλκεσθαι. διὸ οἱ τὴν ἁβροδίαιτον καὶ συβαριτικὴν παρατιθέμενοι τράπεζαν ἕλκονται πρὸς ἀνάγκην εἰς κατασκευὰς μεγαλοφυῶν οἰκοδομημάτων καὶ τὴν πολλὴν εὐπορίαν δαπανῶσιν εἰς μέγεθος οἴκων καὶ κόσμον περίεργον. ἐπὶ τούτοις τὰς κλισίας φιλοκαλοῦσιν, ἐσθῆτος ἀνθινῆς καὶ πεποικιλμένης φροντίζουσι καὶ τραπέζας πολυταλάντους ἀργύρου χαλκεύονται, τὰς μὲν εἰς λειότητα ἐληλαμένας, τὰς δὲ πεποικιλμένας τῇ γλυπτικῇ, ὡς ἐξεῖναι ὁμοῦ τῇ φάρυγγι καὶ τὴν ὄψιν εὐωχεῖσθαι ταῖς ἱστορίαις. ἐπιλόγισαί μοι τὰ ἑξῆς· κρατῆρας, τρίποδας, κάδους, τὰ πρόχοα σκεύη, τὰ ὀψοφόρα, ἐκπωμάτων γένη μυρία, γελωτοποιούς, μίμους, κιθαριστάς, ᾠδούς, κομψολόγους, μουσικούς, μουσικάς, ὀρχηστρίδας, πάντα τῆς ἀσελγείας τὸν ὁρμαθόν, παῖδας θηλυνομένους ταῖς κόμαις, κόρας ἀναιδεῖς, ἀδελφὰς τῆς Ἡρωδιάδος εἰς ἀκοσμίαν, ἀναιρούσας Ἰωάννην, τὸν ἐν ἑκάστῳ θεοειδῆ καὶ φιλόσοφον νοῦν.

Τούτων πάντων ἐπὶ τῆς οἰκίας τελουμένων προσεδρεύουσι τῷ πυλῶνι μυρίοι Λάζαροι, οἱ μὲν ἡλκωμένοι χαλεπῶς, ἄλλοι τὸν ὀφθαλμὸν ἐκκεκομμένοι, ἕτεροι λώβην στένοντες τῶν ποδῶν, τινὲς δὲ αὐτῶν ἕρποντες παντελῶς καὶ πάντων τῶν μελῶν στέρησιν ὑπομείναντες. βοῶντες δὲ οὐκ ἀκούονται· κωλύει γὰρ αὐλῶν ἡ ἠχὴ καὶ τὰ μέλη τῶν αὐτοφώνων ᾠδῶν καὶ ὁ τοῦ πλατέος γέλωτος καγχασμός. ἂν δέ που καὶ ἐπὶ πλέον διοχλήσωσι τὰς θύρας, ἀναπηδήσας ποθὲν ἀνηλεοῦς δεσπότου θρασὺς πυλωρὸς ἀπελαύνει ῥάβδοις, κύνας ἀποκαλῶν καὶ μάστιξιν ἐπιξαίνων τὰ τραύματα. ἀπέρχονται δὲ οἱ τοῦ Χριστοῦ φίλοι, τῶν ἐντολῶν τὸ κεφάλαιον, οὐκ ἄρτου βραχέος, οὐκ ὄψου μεταλαχόντες, ὕβρεις δὲ καὶ πληγὰς προσκερδάναντες· ἔνδον δὲ ἐν τῷ ἐργαστηρίῳ τοῦ μαμωνᾶ οἱ μὲν ὡς ὑπέραντλα πλοῖα τὴν τροφὴν ἀποβλύζουσιν, ἄλλοι τῇ τραπέζῃ ἐπικαθεύδουσι παρεστώτων τῶν ἐκπωμάτων. διπλῆ δὲ ἡ ἁμαρτία κατὰ τὴν ἀσχήμονα οἰκίαν πολιτεύεται, ἡ μὲν ἐπὶ τῷ κόρῳ τῶν μεθυόντων, ἡ δὲ ἐπὶ τῷ λιμῷ τῶν ἐλαθέντων πτωχῶν.