Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῆς εὐποιίας

Γρηγόριος ὁ Νύσσης

Η θεία ευσπλαχνία ως αρχέτυπο και η εσχατολογική σημασία των πενήτων

Οι πένητες ταυτίζονται με το πρόσωπο του Χριστού και λειτουργούν ως κριτές των ανθρώπων. Ο Θεός προβάλλεται ως ο κατεξοχήν ευεργέτης και χορηγός της δημιουργίας, αποτελώντας το πρότυπο της ευποιίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 5

Μὴ καταφρονήσῃς τῶν κειμένων ὡς οὐδενὸς ἀξίων. λόγισαι τίνες εἰσὶ καὶ εὑρήσεις αὐτῶν τὸ ἀξίωμα· τοῦ σωτῆρος ἡμῶν τὸ πρόσωπον ἐνεδύσαντο. ὁ γὰρ φιλάνθρωπος ἔχρησεν αὐτοῖς τὸ ἴδιον πρόσωπον, ἵνα δι᾽ ἐκείνου δυσωπῶσι τοὺς ἀσυμπαθεῖς καὶ μισοπτώχους, ὥσπερ οἱ τὰς βασιλικὰς εἰκόνας κατὰ τῶν βιαζομένων αὐτοὺς προβαλλόμενοι, ἵν᾽ ἐκ τῆς μορφῆς τοῦ κρατοῦντος τὸν καταφρονητὴν δυσωπήσωσιν. οὗτοί εἰσιν οἱ ταμίαι τῶν προσδοκωμένων ἀγαθῶν, οἱ θυρωροὶ τῆς βασιλείας, οἱ ὑπανοίγοντες τὰς θύρας τοῖς χρηστοῖς καὶ κλείοντες τοῖς δυσκόλοις καὶ μισανθρώποις· οὗτοι καὶ κατήγοροι σφοδροὶ καὶ συνήγοροι ἀγαθοί· συνηγοροῦσι δὲ καὶ κατηγοροῦσιν, οὐ λέγοντες, ἀλλ᾽ ὁρώμενοι παρὰ τοῦ κριτοῦ. τὸ γὰρ περὶ αὐτοὺς γενόμενον ἔργον παρὰ τῷ καρδιογνώστῃ βοᾷ παντὸς κήρυκος εὐσημότερον.

Διὰ τούτους ἡμῖν καὶ τὸ φοβερὸν ἀνεγράφη διὰ τῶν εὐαγγελίων τοῦ Θεοῦ δικαστήριον, οὗ πολλάκις ἠκούσατε. εἶδον γὰρ ἐκεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐξ οὐρανῶν καὶ τὸν ἀέρα ὡς γῆν πεζεύοντα καὶ ταῖς πολλαῖς μυριάσι τῶν ἀγγέλων δορυφορούμενον· ἔπειτα θρόνον δόξης ἀνυψούμενον καὶ ἐπ᾽ αὐτὸν τὸν βασιλέα προκαθήμενον, καὶ πᾶν φῦλον ἀνθρώπων, ὅσον παρῆλθεν εἰς γένεσιν καὶ ἡλίῳ κατελάμφθη καὶ τούτου τοῦ ἀέρος ἀνέσπασεν, ἐν δύο μέρεσιν ἀποκεκριμένον καὶ προσεστηκὸς τῷ κριτηρίῳ τὸ πλῆθος. ἐκαλοῦντο δὲ οἱ μὲν ἀρνειοί, ὅσοι ἐκ δεξιῶν· ἐρίφους δὲ τοὺς ἐπὶ θάτερον ἤκουσα, ἐκ τῆς ὁμοιότητος τῶν τρόπων ἐφ᾽ ἑαυτοὺς τὰς προσηγορίας ἑλκύσαντας. καὶ διαλέξεις ἐκεῖ τοῦ δικαστοῦ πρὸς τοὺς κρινομένους καὶ ἀποκρίσεις τῶν εὐθυνομένων πρὸς τὸν βασιλέα. ἀπεκληροῦτο δὲ ἑκάστοις τὰ πρόσφορα· τοῖς μὲν τὸν ἄριστον βεβιωκόσι βίον βασιλείας ἀπόλαυσις, τοῖς δὲ μισανθρώποις καὶ πονηροῖς τιμωρία πυρὸς καὶ αὕτη διαιωνίζουσα.

Ἐγράφη δὲ τὰ πάντα ἐπιμελῶς καὶ ἀκριβὲς ἡμῖν τὸ δικαστήριον ἀνεζωγραφήθη παρὰ τοῦ λόγου, οὐκ ἄλλου του χάριν ἢ τοῦ μαθεῖν εὐποιίας χρηστότητα. αὕτη γάρ ἐστιν ἡ τὸν βίον συνέχουσα, μήτηρ τῶν πενομένων, διδάσκαλος τῶν πλουσίων, ἀγαθὴ κουροτρόφος, πρεσβυτέρων γηρωκόμος, ταμιεῖον τῶν δεομένων, κοινὸς τῶν ἀτυχούντων λιμήν, πάσαις ἡλικίαις καὶ συμφοραῖς τὴν ἀφ᾽ ἑαυτῆς μερίζουσα πρόνοιαν. ὡς γὰρ οἱ ἀγωνοθέται τῆς ματαιότητος ὑπὸ σάλπιγγι τὴν ἑαυτῶν φιλοτιμίαν σημαίνοντες πᾶσι τοῖς τῆς παλαίστρας τὴν τοῦ πλούτου διανομὴν ἐπαγγέλλονται, οὕτως ἡ εὐποιία ἅπαντας πρὸς ἑαυτὴν καλεῖ τοὺς ἐν δυσκολίαις καὶ περιστάσεσιν, οὐ πληγῶν τιμὰς τοῖς προσιοῦσιν, ἀλλὰ συμφορῶν θεραπείας μερίζουσα. ἔστι δὲ αὕτη πάσης ἐπαινουμένης πράξεως ὑψηλοτέρα, θεοῦ πάρεδρος, τοῦ ἀγαθοῦ φίλη καὶ πολλὴν πρὸς αὐτὸν τὴν οἰκείωσιν ἔχουσα. οὕτω τοι πρὸ πάντων τὰς ἀγαθὰς καὶ φιλανθρώπους πράξεις αὐτὸς ὁ θεὸς ἡμῖν αὐτουργῶν ἀναφαίνεται· τὴν γὰρ κτίσιν τῆς γῆς καὶ τὴν τοῦ οὐρανοῦ διακόσμησιν καὶ τὴν εὔτακτον ἐναλλαγὴν τῶν ὡρῶν καὶ ἡλίου θερμότητα καὶ κρυστάλλου γένεσιν ψύχουσαν καὶ πάντα τὰ καθ᾽ ἕκαστον οὐκ αὐτὸς ἑαυτῷ ὁ θεός (ἀπροσδεὴς γὰρ τῶν τοιούτων ἐκεῖνος), ἀλλ᾽ ὑπὲρ ἡμῶν διηνεκῶς ἐνεργεῖ, γεωργὸς ἀόρατος τῆς τῶν ἀνθρώπων τροφῆς, σπορεὺς εὔκαιρος καὶ ὀχετηγὸς ἐπιστήμων.

οὗτος γὰρ δίδωσι κατὰ τὸν Ἠσαΐαν σπέρμα τῷ σπείροντι, καὶ τὸ ὕδωρ ἐκ νεφελῶν νῦν μὲν ἠρεμαῖον ἐπιρραίνει τῇ γῇ, πάλιν δὲ λάβρον καταχεῖ τῶν αὐλάκων. ὅταν δὲ αὐξηθῇ τὰ λήια καὶ παρέλθῃ τὸ χλοαινόμενον, τὰς νεφέλας ἀποσκεδάζων τοῦ οὐρανοῦ παντὸς τότε προκαλύμματος γυμνὸν αὐτοῖς ἐφίστησι τὸν ἥλιον θερμὴν καὶ ἔμπυρον διατείνοντα τὴν ἀκτῖνα, ἵν᾽ ὡραῖοι γένωνται πρὸς τομὴν οἱ ἀστάχυες. τρέφει καὶ ἄμπελον ταῖς ὥραις τῷ διψῶντι τὸ ποτὸν εὐτρεπίζων καὶ ἀγέλας ἡμῖν τρέφει διαφόρων γενῶν, ἵν᾽ ὑπάρχῃ τοῖς ἀνθρώποις ἄφθονον ὄψον· καὶ τῶν μὲν αἱ δοραὶ ἔριον γεωργοῦσαι τὴν σκέπην παρέχουσι, τῶν δὲ τὰ ὑποδήματα ἡμῖν ἀπεργάζονται. ὁρᾷς ὅτι πρῶτος τῆς εὐποιίας εὑρετὴς ὁ θεός, οὕτω τρέφων τὸν πεινῶντα καὶ ποτίζων τὸν διψῶντα καὶ ἀμφιεννὺς τὸν γυμνόν, ὡς προείρηται.

Εἰ δὲ θέλεις ἀκοῦσαι πῶς καὶ θεραπεύει τὸν κεκακωμένον, μάνθανε· τίς ἐδίδαξε τὴν μέλισσαν ἐργάζεσθαι τὸν κηρὸν καὶ σὺν ἐκείνῳ τὸ μέλι; τίς τὴν πίτυν καὶ τὴν τερέβινθον καὶ τῆς μαστίχης τὸ δένδρον τὸν λιπαρὸν ἐκεῖνον χυμὸν ἀποστάζειν ἐποίησεν; τίς τὴν Ἰνδῶν χώραν ἐδημιούργησε ξηρῶν καρπῶν καὶ εὐωδῶν μητέρα; τίς τὴν ἐλαίαν ἔφυσε πόνων σωματικῶν καὶ ἀλγηδόνων ἐπίκουρον; τίς ἔδωκεν ἡμῖν ῥιζῶν καὶ βοτανῶν διάγνωσιν καὶ τῶν ἐν αὐταῖς ποιοτήτων τὴν μάθησιν; τίς τὴν ποιητικὴν ὑγιείας ἰατρικὴν συνεστήσατο; τίς ἀνῆκεν ἐκ τῆς γῆς θερμῶν ὑδάτων πηγάς, τὰς μὲν τὸ ψυχρὸν καὶ ὑγρὸν ἡμῶν ἰωμένας, τὰς δὲ τὸ ξηρὸν ἢ πεπυκνωμένον λυούσας; καὶ προσῆκεν εὐκαίρως εἰπεῖν κατὰ τὸν Βαρούχ· Οὗτος ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ. διὰ τοῦτο τέχναι ἔμπυροι καὶ πυρὸς χωρὶς καὶ ἄλλαι ἔνυδροι καὶ μυρίαι τῶν ἐπιτηδευμάτων εὑρέσεις, ἵνα ταῖς τοῦ βίου χρείαις ἀνενδεὴς ἡ διακονία τελῆται· καὶ ὁ μὲν θεὸς οὕτως, ὁ πρῶτος τῆς εὐποιίας εὑρετὴς καὶ τῶν ἡμῖν ἀναγκαίων πλούσιος ὁμοῦ καὶ συμπαθὴς χορηγός.