Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῆς εὐποιίας

Γρηγόριος ὁ Νύσσης

Προτροπή σε ελεημοσύνη και η αξία της έμπρακτης αγάπης

Περιγραφή της δεινής κατάστασης των αστέγων και ασθενών, με έκκληση για έμπρακτη συμπαράσταση. Αναδεικνύεται η σημασία της εσωτερικής προαίρεσης στην προσφορά, ανεξαρτήτως υλικής επάρκειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 5

Πολλὴν δὲ ἡμῖν ἀφθονίαν τῶν γυμνῶν καὶ τῶν ἀστέγων ὁ νῦν ἤνεγκε χρόνος· πλῆθος γὰρ αἰχμαλώτων πρὸς ταῖς θύραις ἑκάστου. καὶ ὁ ξένος καὶ μετανάστης οὐ λείπει καὶ τὴν ζητοῦσαν χεῖρα πανταχοῦ τεταμένην ἔστιν ἰδεῖν. τούτοις οἶκος μὲν ὁ ὕπαιθρος ἀήρ, καταγώγια δὲ στοαὶ καὶ ἄμφοδα καὶ τὰ τῆς ἀγορᾶς ἐρημότερα. κατὰ δὲ τοὺς νυκτικόρακας καὶ τὰς γλαῦκας ταῖς ὀπαῖς ἐμφωλεύουσιν. ἐσθὴς αὐτοῖς τὰ περικεκεντημένα ῥάκια· γεωργία τῶν ἐλεούντων ἡ γνώμη· τροφή, ἥτις ἂν ἐκ τοῦ προστυχόντος ἐμπέσῃ· ποτὸν ὡς τοῖς ἀλόγοις αἱ κρῆναι· ποτήριον τῶν χειρῶν ἡ κοιλότης· ταμιεῖον ὁ κόλπος καὶ οὗτος ἂν μὴ διερρυηκὼς ᾖ, ἀλλὰ στέγων τὰ ἐμβαλλόμενα· τράπεζα ἡ τῶν γονάτων συνέρεισις· κλίνη τὸ ἔδαφος· λουτρὸν ποταμὸς ἢ λίμνη, ὃ ὁ θεὸς κοινὸν πᾶσι καὶ ἀκατάσκευον ἔδωκεν. ἀλητικὸς αὐτοῖς ὁ βίος καὶ ἄγριος, οὐ τοιοῦτος ὢν ἐξ ἀρχῆς, ἀλλ᾽ ἐκ τῆς συμφορᾶς καὶ τῆς ἀνάγκης γενόμενος.

Τούτοις ὁ νηστευτὴς ἐπάρκεσον. περὶ τοὺς ἀτυχοῦντας τῶν ἀδελφῶν γενοῦ φιλότιμος. ὃ τῆς σῆς ὑφεῖλες γαστρός, τῷ πεινῶντι πρόσθες. γενέσθω ὁ τοῦ θεοῦ φόβος δίκαιος ἐπανισωτής. θεράπευσον ἐγκρατείᾳ σώφρονι δύο πάθη ἐναντία ἀλλήλοις, τὸν σὸν κόρον καὶ τοῦ ἀδελφοῦ τὸν λιμόν. οὕτως γὰρ ποιοῦσι καὶ οἱ ἰατροί· τοὺς μὲν κενοῦσι, τοὺς δὲ πληροῦσι, ἵνα τῇ προσθήκῃ καὶ ὑφαιρέσει ἡ περὶ ἕκαστον οἰκονομηθῇ ὑγίεια. πείσθητε καλῇ παραινέσει· ἀνοιξάτω ὁ λόγος τῶν εὐπόρων τὰς θύρας· εἰσαγαγέτω ἡ συμβουλὴ τὸν πένητα πρὸς τὸν ἔχοντα· μὴ διάλεξις πλουτισάτω τοὺς στένοντας· δότω αὐτοῖς καὶ οἰκίαν καὶ κλίνην καὶ τράπεζαν ὁ τοῦ θεοῦ λόγος ὁ προαιώνιος διὰ λόγου οἰκετικοῦ· γεώργησον τὰ πρὸς τὴν χρείαν τοῖς σοῖς κτήμασιν.

Πρὸς τούτοις ἄλλοι πτωχοὶ πολλοὶ ἀσθενοῦντες καὶ κατακείμενοι. ἕκαστος περιεργαζέσθω τοὺς γείτονας. μὴ ἀφῇς παρ᾽ ἄλλου θεραπευθῆναι τὸν ἐγγύς σου· μὴ λάβῃ ἄλλος τὸν θησαυρὸν τὸν σοὶ παρακείμενον· περίπτυξαι τὸν κακούμενον ὡς χρυσόν· ἐναγκάλισαι τὸν κεκακωμένον ὡς σὴν ὑγίειαν, ὡς σωτηρίαν γυναικός, τέκνων, οἰκετῶν καὶ πάσης τῆς οἰκίας. ὁ πένης καὶ ἄρρωστος διπλοῦς ἐστι πτωχός· οἱ μὲν γὰρ ὑγιαίνοντες ἄποροι καὶ θύραν ἐκ θύρας ἀμείβουσι καὶ βαδίζουσι πρὸς τοὺς ἔχοντας καὶ ταῖς τριόδοις ἐπικαθήμενοι πάντας ἀνακαλοῦσι τοὺς διοδεύοντας, οἱ δὲ παρὰ τῆς νόσου πεπεδημένοι, ἐγκαθειργμένοι δὲ τοῖς στενοῖς καταλύμασι καὶ ταῖς στεναῖς γωνίαις, ὡς ὁ Δανιὴλ τῷ λάκκῳ, σὲ τὸν εὐλαβῆ καὶ φιλόπτωχον ὡς τὸν Ἀμβακοὺμ ἀναμένουσιν. γενοῦ δὲ τοῦ προφήτου δι᾽ ἐλεημοσύνης ἑταῖρος· ταχὺς τροφεὺς καὶ ἄοκνος τῷ δεομένῳ παράστηθι. οὐκ ἔστι ζημία ἡ δόσις· μὴ φοβηθῇς· πολύχους βλαστάνει ὁ τῆς ἐλεημοσύνης καρπός. σπεῖρον διδοὺς καὶ πληρώσεις τῶν ἀγαθῶν δραγμάτων τὴν οἰκίαν.

Ἀλλ᾽ ἐρεῖς· πένης κἀγώ. ἔστω· δεδόσθω. δὸς ὃ ἔχεις· οὐ γὰρ τὰ ὑπὲρ δύναμιν ζητεῖ ὁ θεός. σὺ ἄρτον, ἕτερος ποτήριον οἴνου, ἄλλος ἱμάτιον, καὶ οὕτως ἐκ συνεισφορᾶς ἡ τοῦ ἑνὸς λύεται συμφορά. οὐδὲ Μωϋσῆς τὴν δαπάνην τῆς σκηνῆς παρ᾽ ἑνὸς ἔλαβε λειτουργοῦ, ἀλλὰ τοῦ δήμου παντός. ὁ μὲν γὰρ πλουτῶν χρυσὸν ἤνεγκεν ἐκείνῳ, ἄλλος ἄργυρον, ὁ πένης δέρματα, ὁ τούτου πενέστερος τρίχας. ὁρᾷς ὡς καὶ ὁ τῆς χήρας κοδράντης ὑπερέβαλε τῶν πλουσίων τὰ ἀναθήματα; ἡ μὲν γὰρ ὃ εἶχεν ὅλον ἐκένωσε, τῶν δὲ ὀλίγον ἐξέπεσεν.