Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῆς εὐποιίας

Γρηγόριος ὁ Νύσσης

Πνευματική προκοπή και η ουσία της αληθινής νηστείας

Η διδακτική μέθοδος της Εκκλησίας και η μετάβαση από τη σωματική εγκράτεια στην πνευματική κάθαρση, τονίζοντας ότι η νηστεία οφείλει να συνοδεύεται από την αποχή από την κακία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 5

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΕΥΠΟΙΙΑΣ Ὁ τῆς ἐκκλησίας ταύτης πρόεδρος καὶ οἱ τῆς ἀπλανοῦς εὐσεβείας καὶ τῆς κατ᾽ ἀρετὴν πολιτείας διδάσκαλοι πολλὴν ἔχουσι πρὸς τοὺς γραμματιστὰς καὶ τοὺς παιδευτὰς τῶν πρώτων στοιχείων τὴν ὁμοιότητα. ὥσπερ γὰρ ἐκεῖνοι τοὺς νηπίους καὶ ψελλιζομένους ἔτι παῖδας παρὰ τῶν πατέρων ὑποδεξάμενοι οὐκ εὐθὺς ἐπὶ τὰ τελειότερα τῶν μαθημάτων ἄγουσιν, ἀλλὰ πρῶτον ἐν τῷ κηρῷ τὸ ἄλφα χαράξαντες καὶ τὰ ἑξῆς τῶν στοιχείων τά τε ὀνόματα αὐτῶν εἰδέναι διδάσκουσι καὶ τοῖς τύποις τοῖς γραφεῖσιν ἐνασκοῦσι τὴν χεῖρα, μετὰ δὲ τοῦτο ταῖς συλλαβαῖς προσβιβάζουσι καὶ τῶν ὀνομάτων ἑξῆς παιδεύουσι τὴν ἐκφώνησιν· οὕτως καὶ οἱ τῆς ἐκκλησίας καθηγεμόνες τοῖς στοιχειώδεσι πρῶτον τῶν μαθημάτων προσάγοντες τὸν ἀκροατὴν κατὰ προκοπὴν παρέχουσι τῶν τελειοτέρων τὴν γνῶσιν.

Ἐπεὶ τοίνυν ἐν δύο ταῖς προλαβούσαις ἡμέραις τῆς φάρυγγος καὶ τῆς γαστρὸς τὴν φιληδονίαν ἐσωφρονίσαμεν, μή με οἰηθῆτε καὶ σήμερον τὰ συνήθη λέξειν, ὡς καλὸν καταφρονῆσαι κρεῶν καὶ ἀποσχέσθαι τοῦ φιλογέλωτος οἴνου καὶ βακχευτοῦ, ἐπισχεῖν δὲ τοὺς μαγείρους καὶ παῦσαι τοῦ οἰνοχόου τὴν χεῖρα κάμνουσαν. ταῦτα γὰρ ἐμοί τε ἱκανῶς εἴρηται καὶ ὑμεῖς διὰ τῶν πραγμάτων ἐνεργὸν τὴν συμβουλὴν ἐπεδείξατε. τὸ δὲ πρῶτον μάθημα ἀσκηθεῖσιν ὑμῖν καλὸν ἐκ προαγωγῆς μεταδοῦναι τῶν μειζόνων καὶ ἀνδρικωτέρων λοιπὸν διδαγμάτων.

Ἔστι τοίνυν καὶ ἀσώματος νηστεία καὶ ἄϋλος ἐγκράτεια, ἡ περὶ ψυχὴν στρεφομένη ἀποχὴ τῶν κακῶν καὶ δι᾽ ἐκείνην ἡμῖν καὶ αὕτη ἐνομοθετήθη ἡ ἀποχὴ τῶν βρωμάτων. νηστεύσατε τοίνυν ἀπὸ κακίας· ἐγκρατεύσασθε ἀπὸ τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας· ἀπόσχεσθε κέρδους ἀδίκου· λιμοκτονήσατε τοῦ μαμωνᾶ τὴν φιλαργυρίαν· μηδὲν ἐπὶ τῆς οἰκίας ἔστω κειμήλιον ἐκ βίας καὶ ἁρπαγῆς. τί γὰρ ὄφελος, ἂν κρέα μὴ προσενέγκῃς τῷ στόματι καὶ δάκνῃς τῇ κακίᾳ τὸν ἀδελφόν; ἢ τίς ὄνησις, ἂν τὰ σὰ μὴ φάγῃς καὶ λάβῃς τὰ τοῦ πένητος ἀδίκως; τίς δὲ αὕτη εὐσέβεια, ἂν ὕδωρ πίνων ῥάψῃς δόλον καὶ αἵματος διψήσῃς ἐκ πονηρίας; ἐνήστευσε πάντως μετὰ τῶν ἕνδεκα καὶ Ἰούδας, ἀλλὰ τὸν φιλάργυρον μὴ δαμάσας τρόπον οὐδὲν εἰς τὴν σωτηρίαν ὠφελήθη παρὰ τῆς ἀσιτίας. καὶ ὁ διάβολος οὐκ ἐσθίει (πνεῦμα γάρ ἐστιν ἀσώματον), ἀλλὰ διὰ κακίαν τοῦ ὕψους ἀπέπεσεν. ὁμοίως καὶ τῶν δαιμόνων ἕκαστος οὔτε ὄψα προσφέρεται οὔτε πολυποσίας ἢ μέθης δέχεται κατηγόρημα (φύσις γὰρ αὐτοὺς τῆς τῶν βρωμάτων μετουσίας ἐχώρισεν), ἀλλ᾽ ὅμως καὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν ἐμπλανώμενοι τῷ ἀέρι κακίας εἰσὶ ποιηταί τε καὶ ὑπηρέται καὶ τὰς καθ᾽ ἡμῶν ἐπιβουλὰς ἐνεργοῦσι σπουδαίως. φθόνῳ δὲ καὶ βασκανίᾳ τήκονται, εἰ μέλλοιμεν ἄνθρωποι πρὸς τὸν θεὸν συγγενῶς ἔχειν, ἐκείνων ἐκπεσόντων τῆς πρὸς τὸ ἀγαθὸν οἰκειότητος.

Παιδαγωγείτω τοίνυν τὸν βίον τῶν Χριστιανῶν τρόπος φιλόσοφος, καὶ ἡ ψυχὴ φευγέτω τῆς κακίας τὴν βλάβην. ἂν γὰρ οἴνου καὶ κρεῶν ἀπεχόμενοι τοῖς κατὰ πρόθεσιν ἁμαρτήμασιν ὦμεν ὑπεύθυνοι, προλέγω καὶ προμαρτύρομαι, ὡς οὐδὲν ἡμᾶς ὀνήσει ὕδωρ καὶ λάχανα καὶ ἀναίμακτος τράπεζα, ἀνόμοιον τῆς ἔξωθεν ἐπιφανείας τὴν ἔνδοθεν διάθεσιν ἔχοντας. διὰ καθαρότητα ψυχῆς ἐνομοθετήθη νηστεία. εἰ δὲ ἐκείνη τῇ προαιρέσει καὶ ταῖς ἄλλαις ἐνεργείαις μολύνεται, τί μάτην προσδαπανῶμεν τὸ πινόμενον ὕδωρ τῇ ἀνέκπλυτον καὶ πολὺν γεωργούσῃ τὸν βόρβορον; τίς ὄνησις τῆς σωματικῆς νηστείας, ἂν μὴ καθαρεύῃ ὁ νοῦς; οὐδὲ γὰρ ὄφελος, ἐὰν τὸ ἅρμα ἰσχυρὸν ὑπάρχῃ καὶ τὸ τέθριππον εὔτακτον μαινομένου τοῦ ἡνιόχου. τί δὲ ὄφελος τῆς εὖ ἡρμοσμένης νηός, ἐὰν μεθύῃ ὁ κυβερνήτης; νηστεία θεμέλιος ἀρετῆς. ὥσπερ δὲ θεμέλιος οἰκίας καὶ τρόπις πλοίου ἄχρηστα καὶ ἀνόνητα, κἂν σφόδρα καρτερῶς ὑποβληθῶσιν, ἂν μὴ τὰ ἑξῆς αὐτοῖς ἐπιστημόνως ἐποικοδομηθῇ, οὕτως καὶ τῆς ἐγκρατείας ταύτης οὐδὲν ὄφελος, ἂν μὴ τὴν ἄλλην δικαιοσύνην προσφυῆ καὶ ἀκόλουθον δέξηται. φόβος θεοῦ διδασκέτω τὴν γλῶτταν φθέγγεσθαι ἃ προσῆκεν, μὴ λαλεῖν τὰ μάταια, εἰδέναι καιροὺς καὶ μέτρα, καὶ λόγον ἀναγκαῖον καὶ ἀπόκρισιν εὔστοχον· λαλεῖν εὐρύθμως, μὴ χαλαζοῦν τοὺς ἐντυγχάνοντας τῇ σφοδρότητι.

διὰ τοῦτο γὰρ καὶ ὁ λεπτότατος ἐκεῖνος ὑμὴν ὁ ὑποδεσμῶν αὐτὴν τῇ κάτω γένυι χαλινὸς λέγεται, ἵνα μὴ ἄτακτα καὶ ἀνοικονόμητα φθέγγηται. εὐλογείτω καὶ μὴ λοιδορείτω· ψαλλέτω καὶ μὴ βλασφημείτω· εὐφημείτω καὶ μὴ καταλαλείτω· ἡ χεὶρ ἡ προπετὴς τῇ μνήμῃ τοῦ θεοῦ ὡς ἁλύσει δεσμείσθω. διὰ τοῦτο νηστεύομεν, ἐπειδὴ τὸν ἀμνὸν τὸν ἡμέτερον λοιδορίαι καὶ ῥαπίσματα πρὸ τῶν ἥλων καθύβρισαν. μὴ τοίνυν τὸν Ἰουδαϊκὸν τρόπον ζηλώσωμεν οἱ τοῦ Χριστοῦ μαθηταί. ἐὰν γὰρ οὕτως ὦμεν διακείμενοι, λέξει ἡμῖν Ἠσαΐας· Ἵνα τί εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν; παρὰ τοῦ αὐτοῦ προφήτου διδάχθητι καὶ τὰ τῆς ἀδόλου καὶ καθαρᾶς νηστείας ἐνεργήματα· Λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλίας βιαίων συναλλαγμάτων, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου.