Ὅταν μὲν γὰρ λέγῃ ὁ Κύριος· Ἐγὼ ἐπιτάσσω σοι· καὶ, Θέλω, καθαρίσθητι· καὶ, Ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν τῷ Πατρί· καὶ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Οὐδεὶς οἶδε τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· καὶ, Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά· καὶ, Δεδόξασμαι ἐν αὐτοῖς· καὶ ὅσα τοιαῦτα τὴν ἐπέκεινα πάσης φύσεώς τε καὶ ἐξουσίας ἐνδείκνυται δύναμιν. Ἐπειδὰν δὲ πρὸς τὸ ἀσθενὲς τῆς ἡμετέρας φύσεως ἐπικλίνῃ τὸν λόγον, ἐκεῖνα φθέγγεται· Περίλυπός ἐστιν ἡ ψυχή μου· Εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον· Οὐ δύναται ὁ Υἱὸς ἀφ᾽ ἑαυτοῦ τι ποιεῖν· Ἐντολὴν ἔλαβον τί εἴπω, καὶ τί λαλήσω· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἐν τούτοις τίθει καὶ τὸ ἐπὶ Λαζάρου δάκρυον, καὶ τὸν ἐκ τῆς ὁδοιπορίας κόπον, καὶ τὴν τῆς τροφῆς ἔφεσιν, καὶ τὴν τοῦ ὕδατος αἴτησιν, καὶ τὸν ἐπὶ τῆς συκῆς δρόμον, καὶ τῆς τοῦ φυτοῦ ἀκαρπίας τὴν ἄγνοιαν, καὶ τὸν ἐπὶ τοῦ πλοίου ὕπνον. Ταῦτα γὰρ πάντα, καὶ ὅσα τοιαῦτα, οὐχὶ τοῦ ἐν ἀρχῇ ὄντος Λόγου Θεοῦ τὴν ἀξίαν, ἀλλὰ τοῦ ταπεινώσαντος ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ τὴν πρὸς τὸ ἀσθενὲς τῆς φύσεως ἡμῶν παραδηλοῖ συγκατάβασιν.