Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῆς θεότητος τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος

Γρηγόριος ὁ Νύσσης

Η θεότητα του Υιού και του Αγίου Πνεύματος

Εξαγωγή του δογματικού συμπεράσματος περί της ισότητας του Υιού από τον όρκο προς τον Αβραάμ, έλεγχος των πνευματομάχων και απόδειξη της θεότητας του Αγίου Πνεύματος μέσω της ετυμολογικής ανάλυσης της λέξης και της αγιογραφικής μαρτυρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 4

Ἐντεῦθεν δεσμοῖς πρότερον διαλαμβάνει ὁ πατὴρ τὸν παῖδα. Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους, καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον, ἐναργῶς τῆς τέχνης ὑπ᾽ ὄψιν ἀγούσης τὴν ἱστορίαν. Πρόκειται ὁ Ἰσαὰκ τῷ πατρὶ παρ᾽ αὐτῷ τῷ θυσιαστηρίῳ, ὀκλάσας ἐπὶ γόνυ, καὶ περιηγμένας ἔχων εἰς τοὐπίσω τὰς χεῖρας· ὁ δὲ ἐπιβεβηκὼς κατόπιν τὼ πόδε τῆς ἀγκύλης, καὶ τῇ λαιᾷ χειρὶ τὴν κόμην τοῦ παιδὸς πρὸς ἑαυτὸν ἀνακλάσας, ἐπικύπτει τῷ προσώπῳ, ἐλεεινῶς πρὸς αὐτὸν ἀναβλέποντι, καὶ τὴν δεξιὰν καθωπλισμένην τῷ ξίφει πρὸς τὴν σφαγὴν κατευθύνει, καὶ ἅπτεται ἤδη τοῦ σώματος ἡ τοῦ ξίφους ἀκμὴ, καὶ τότε αὐτῷ γίνεται θεόθεν φωνὴ τὸ ἔργον κωλύουσα. Ἡ δὲ φωνὴ τοιαύτη τις ἦν. Μόγις γὰρ καθάπερ πῶλόν τινα δυσπειθῆ καὶ δυσήνιον, τῆς εὐθείας παρατραπέντα, καὶ πολλοῖς κύκλοις ἐκ πλαγίων διασκιρτήσαντα, πάλιν εἰς τὴν εὐθεῖαν τὸν λόγον ἠγάγομεν. Τουτὶ γὰρ ἦν τὸ προκείμενον ἡμῖν, δεῖξαι τὸν Ἀπόστολον μαρτυροῦντα τῷ λόγῳ, ὅτι μείζων τοῦ Υἱοῦ ὁ Πατὴρ οὐκ ἔστιν. Ἐνταῦθα γὰρ ἄγγελον τοῦ λόγου τοῦ Θεοῦ ἡ γραφὴ προτάξασα, ἐπάγει φωνήν· ἐφώνησε γὰρ αὐτὸν ἄγγελος Κυρίου καὶ εἶπεν, ὅτι Ἀνθ᾽ ὧν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ, κατ᾽ ἐμαυτοῦ ὤμοσα, ποιῆσαι ἅπερ καὶ ἐν τῇ ἐπαγγελίᾳ τοῦ λόγου ἔστι μαθεῖν. Τίς οὖν ἐστιν ὁ χρηματίσας τῷ Ἀβραάμ;

Ἆρα μὴ ὁ Πατήρ; Ἀλλ᾽ οὐκ ἂν εἴποις ἄγγελόν τινος εἶναι τὸν Πατέρα. Οὐκοῦν ὁ μονογενὴς Θεὸς, περὶ οὗ ὁ Προφήτης φησὶν, ὅτι Καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Τοῦτο δὲ οὐκ ἀγνοεῖ πάντως ὁ Παῦλος ὁ ἐν παραδείσῳ μυηθεὶς τὰ ἀπόῤῥητα, ὅτι παρὰ τοῦ Μονογενοῦς ἡ ἔνορκος αὕτη ὑπόσχεσις.

Λέγει δὲ ὁ Παῦλος, ὅτι Τῷ Ἀβραὰμ ἐπαγγειλάμενος, ὁ Θεὸς Λόγος, ἐπεὶ κατ᾽ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ᾽ ἑαυτοῦ. Πῶς οὖν οὗτοι λέγουσι μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα, τοῦ Παύλου λέγοντος ὅτι οὐκ ἔχει τὸ μεῖζον;

Ἀλλ᾽ ἐπανέλθωμεν πάλιν ἐπὶ τὸν εὐαγγελικὸν οἶνον τὸν νέον, ὡς ἂν δεξάμενοι διὰ τῆς διδασκαλίας καὶ αὐτοὶ τὴν ζέσιν τοῦ Πνεύματος, ἐπιτήδεια δοχεῖα τοῦ τοιούτου οἴνου γενοίμεθα, μήτε αὐτοὶ διασχιζόμενοι, μήτε τὴν ἐγκεκρυμμένην ἡμῖν χάριν ἐκχέοντες.

Ἤκουον τῆς ψαλμῳδίας περὶ τῶν παρόντων, οἶμαι, κακῶν προφητευούσης· λέγει γὰρ περὶ τῶν ἁμαρτωλῶν, ὅτι Ἀπηλλοτριώθησαν ἀπὸ μήτρας, καὶ ἐπλανήθησαν ἀπὸ γαστρός. Μήτραν οἶμαι τῶν κατὰ Θεὸν γεννωμένων, τὴν Ἐκκλησίαν λέγεσθαι· αὕτη γὰρ κυοφοροῦσα τῇ ἰδίᾳ νηδύϊ τοὺς ἐν αὐτῇ τελεσφορουμένους, εἰς φῶς διὰ τῆς πίστεως ἄγει. Ἀλλ᾽ οἱ ἁμαρτωλοὶ κατὰ τὰ ἀμβλωθρίδια τῶν γεννημάτων, τῆς μήτρας ἠλλοτριώθησαν, καὶ τῆς γαστρὸς τῆς γνησίας ἀπεπλανήθησαν· οὐχ ὁρῶ γὰρ ἐν τοῖς μητρῴοις κόλποις τοὺς ἀποστάτας τῆς πίστεως, καὶ λέγω τὴν προφητείαν περὶ τούτων λέγειν, τῶν διὰ τῆς ἀπάτης πεπλανημένων, ὅτι ἐπλανήθησαν ἀπὸ γαστρός· ἐπλανήθησαν τῷ λαλῆσαι ψευδῆ. Θυμὸς αὐτοῖς, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, οὐχ ἁπλῶς ὄφεως, ὡς ἂν μὴ πρὸς τὸ θηρίον τοῦτο τὴν εἰκασίαν σχοῖεν· ἀλλ᾽ ἡ τοῦ ἄρθρου προσθήκη τὸ ἀρχέτυπον κακὸν δι᾽ αἰνιγμάτων δείκνυσιν. Ἀλλ᾽ οὐκ ἄκαιρος ἴσως ἡμῖν ἡ μνήμη τοῦ ὄφεως, εἰς ἔλεγχον τῶν θρασυστομούντων κατὰ τοῦ Πνεύματος.

Ἐπειδὴ γὰρ οἴονται ταύτην ἰσχυρὰν ἔχειν κατὰ τοῦ Πνεύματος λαβὴν, τὸ μὴ προσειρῆσθαι Θεὸν τὸ Πνεῦμα παρὰ τῆς ἁγίας Γραφῆς (ὡς αὐτοί γε νομίζουσιν· οὐ γὰρ ἡμεῖς συντιθέμεθα)· καί φασι φύσεως μὲν εἶναι σημαντικὴν τὴν θεότητα, τοῦ δὲ ὀνόματος τούτου μὴ ἐπικειμένου τῷ Πνεύματι, τὸ μὴ τῆς αὐτῆς φύσεως εἶναι τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα κατασκευάζουσιν· λαβέτωσαν τῆς ἀνοήτου αὐτῶν βλασφημίας τὸν ὄφιν κατήγορον. Ὡς γὰρ ἡμεῖς φαμεν ὅτι ἡ θεία φύσις ὄνομα σημαντικὸν ἢ οὐκ ἔχει ἑαυτῆς ἢ ἡμῖν οὐκ ἔχει· ἀλλ᾽ εἴ τι καὶ λέγεται εἴτε παρὰ τῆς ἀνθρωπίνης συνηθείας, εἴτε παρὰ τῆς ἁγίας Γραφῆς, τῶν τι περὶ αὐτὴν ἀποσημανθέντων ἐστίν· αὐτὴ δὲ ἡ θεία φύσις ἄφραστός τε καὶ ἀνεκφώνητος μένει, ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν· εὔκαιρον οἶμαι τοῦτο τῆς Γραφῆς ὑμῖν παραθέσθαι τὸ μέρος, ὃ πρὸς τὴν Εὔαν διεξῆλθεν ὁ ὄφις, δεικνὺς ὅτι τὸ τῆς θεότητος ὄνομα τῆς ὁρατικῆς ἐνεργείας τὴν σημασίαν ἔχει. Συμβουλεύων γὰρ ἅψασθαι τῶν ἀπηγορευμένων, τοῦτο τῆς παρακοῆς αὐτοῖς τὸ κέρδος κατεπαγγέλλεται, ὅτι Ἀνοιγήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοί. Ὁρᾷς ὅτι θεατικὴν ἐνέργειαν προσμαρτυρεῖ τῇ φωνῇ τῆς θεότητος. Οὐ γὰρ ἔστι θεάσασθαί τι μὴ τῶν ὀφθαλμῶν ἀνοιγέντων.

Οὐκοῦν οὐχὶ τὴν φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν ἡ τῆς θεότητος προσηγορία παρίστησιν. Ἆρ᾽ οὖν οὐχ ὁμολογοῦσι θεάσασθαι τὸ Πνεῦμα τὸ ἅγιον; Ἢ καὶ περὶ τούτου ζυγομαχήσουσιν; Εἰ μὲν γὰρ τεθέαται, τῇ ἐνεργείᾳ πάντως ἐπονομάζεται· εἰ δὲ καὶ τοῦτο ζητοῦσι λόγῳ μαθεῖν, περιττὸν μὲν τοῖς ὁμολογουμένοις ἐνδιατρίβειν· πλὴν ἀλλὰ προσθῶμεν τοῖς ἀγνοοῦσι καὶ τοῦτον ἐν μακροθυμίᾳ τὸν λόγον· Τίς τοῦ Ἀνανίου τὴν ἱεροσυλίαν ἐφώρασεν; Πῶς ἔγνω Πέτρος αὐτὸν ἑαυτοῦ τὸν Ἀνανίαν κλέπτην γενόμενον, ἣν ἐν παραβύστῳ μετὰ τῆς ὁμοζύγου μόνος εἰργάσατο;

Οὐ τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐν Πέτρῳ ἦν, καὶ τῷ Ἀνανίᾳ ὁ Σατανᾶς παρῆν; Διὰ τοῦτό φησιν ὁ Πέτρος· Εἰς τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ὥσπερ τοίνυν ὁ λέγων ὅτι τὸ λογικὸν ὑβρίσας, τὸν ἄνθρωπον ὕβρισεν, οὐκ εἰς δύο τινὰς φέρει τὴν ὕβριν, ἀλλὰ πρὸς ἕν ἐστι πρόσωπον ἡ ἀναφορὰ διαφόροις ἰδιώμασι γνωριζόμενον· οὕτω καὶ ὁ Πέτρος, καὶ Πνεῦμα καὶ Θεὸν εἰπὼν παρὰ τοῦ Ἀνανίου διεψευσμένον, ταὐτὸν τὰ δύο τοῖς νοοῦσιν εὐσεβῶς ἀποδείκνυσιν. Ἀλλὰ γενοίμεθα καὶ ἡμεῖς διορατικοὶ τῆς ἀληθείας, καὶ μέτοχοι τῆς θεότητος, κατὰ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.