Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῶν ἀποθανόντων οὐ δεῖ πενθεῖν

Γρηγόριος ὁ Νύσσης

Η απελευθέρωση της ψυχής και η μακαριότητα της άυλης ζωής

Η μετάσταση της ψυχής από τα δεσμά της ύλης προς το αναλλοίωτο καλό, η υπέρβαση των βιοτικών περιορισμών και η ισονομία του μελλοντικού βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 8

οὐ μόνον γὰρ τὸ ἐν τοῖς βλαπτικοῖς γενέσθαι τὸν κόρον ἐστὶν ὀλέθριον, ἀλλὰ καὶ τὸ ἐν τοῖς καταλλήλοις παρελθεῖν τῇ ἀμετρίᾳ τὸ χρήσιμον κινδύνων πολλάκις καὶ διαφθορᾶς αἴτιον γίνεται. καὶ εἴ ποτε πληθωρικῆς καταστάσεως ἐπιζητούσης τὴν κένωσιν ἄλλη τις πληθώρα τὴν οὖσαν ἐπιφορτίσειεν, σωρεία γίνεται κακῶν τὸ τοιοῦτον εἰς ἀνήκεστα προιοῦσα πάθη. οὐκοῦν οὔτε παντὶ οὔτε πάντως ἀγαθόν τί ἐστιν ἡ πλήρωσις, ἀλλὰ καὶ πρός τι καί ποτε καὶ κατὰ τὸ ποσόν τε καὶ τὸ ποιὸν τὸ ἐξ αὐτοῦ γίνεται χρήσιμον. οὕτω δ᾽ ἄν τις εὕροι καὶ τὸ ἐξ ἐναντίου νοούμενον (τὸ κατὰ τὴν κένωσιν λέγω) καὶ κινδυνῶδες τοῖς ὑπομένουσιν, εἰ παρέλθοι τῇ ἀμετρίᾳ τὸ χρήσιμον, καὶ πάλιν οὐκ ἀνονήτως γινόμενον, εἰ πρός τι τῶν ὠφελούντων συμβαίνοι τοῦ τε καιροῦ καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ συμπαραλαμβανομένου πρὸς τὸ τῆς κενώσεως χρήσιμον. ἐπειδὴ τοίνυν οὐ συμβαίνει πρὸς τὸν τοῦ καλοῦ χαρακτῆρα τὸ τῆς ζωῆς ταύτης εἶδος ᾧ βιοτεύομεν, ὁμολογούμενον ἂν εἴη διὰ τῆς τῶν εἰρημένων ἀκολουθίας ὅτι οὐδενὸς ἀγαθοῦ χωρισμός ἐστιν ἡ ἐκ τοῦ τοιούτου βίου μετάστασις. φανερὸν γὰρ ὅτι τὸ ἀληθινῶς καὶ κυρίως καὶ πρώτως ἀγαθὸν οὔτε κένωσίς ἐστιν οὔτε πλήρωσις, ἅπερ καί ποτε καὶ πρός τι καὶ ἐπί τινων ἀποδέδεικται χρήσιμα, οἷς οὐκ ἔπεστιν ὁ τοῦ ἀληθῶς ὄντος ἀγαθοῦ χαρακτήρ.

Ἐπεὶ οὖν τῷ ἀληθῶς ἀγαθῷ πρὸς τὸ μὴ ἀληθῶς ἀγαθόν ἐστιν ἡ ἀντίθεσις, ἄμεσος δὲ τῶν δύο τούτων ἡ ἐναντίωσις, ἀκόλουθον ἂν εἴη τοῖς χωριζομένοις τοῦ μὴ ἀληθῶς ὄντος καλοῦ πρὸς τὸ τῇ φύσει καλὸν ἐνθένδε πιστεύειν τὴν μετάστασιν γίνεσθαι, ὃ πάντοτε καὶ παντὶ καὶ διὰ πάντων ἐστὶν ἀγαθὸν οὔτε κατὰ καιροὺς οὔτε πρός τι οὔτε ἐπί τινων οὔτε διά τι, ἀλλ᾽ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον. πρὸς τοῦτο τοίνυν μέτεισιν ἀπὸ τῆς σαρκώδους ζωῆς ἡ ἀνθρωπίνη ψυχή, ἄλλην τινὰ βίου κατάστασιν ἀντὶ τῆς παρούσης μεταλαμβάνουσα, ἣν δι᾽ ἀκριβείας μὲν ἰδεῖν ἥτις ἐστὶ τοῖς ἔτι τῇ σαρκὶ συγκεκραμένοις ἀμήχανον, ἐκ δὲ τῆς τῶν κατὰ τὸν βίον τοῦτον γνωριζομένων ὑπεξαιρέσεως δυνατόν ἐστι στοχασμόν τινα δι᾽ ἀναλογίας ἀναλαβεῖν.

οὐκέτι γὰρ ἔσται σωματικῇ παχύτητι συμπεπλεγμένη οὔτε τῇ ἰσοκρατίᾳ τῶν ἀντιστοιχούντων ἐμβιοτεύουσα, ὧν ἡ ἰσόρροπος πρὸς ἄλληλα μάχη τὴν σύστασίν τε ἡμῶν καὶ τὴν ὑγίειαν ποιεῖ (ὁ γὰρ πλεονασμὸς τῶν ἐναντίων τινὸς καὶ ἡ ὕφεσις πάθος καὶ ἀρρώστημα τῆς φύσεως γίνεται), ἐν ᾗ οὐδὲν οὔτε συστέλλεται κενούμενον οὔτε δυσφορεῖ φορτιζόμενον, ἀλλὰ καὶ τῶν ἐκ τοῦ ἀέρος ἀηδῶν ἔξω παντάπασι γίνεται (κρύους τε λέγω καὶ θάλπους) καὶ πάντων τῶν κατὰ τὸ ἐναντίον νοουμένων ἀπηλλαγμένη, ἐν ἐκείνοις δὲ γινομένη, ὅπου πάντων τῶν ἀναγκαίων καμάτων ἐλευθέρα τε καὶ ἄνετός ἐστιν ἡ ζωή, οὐ διὰ γεωργίας κακοπαθοῦσα οὐ τοὺς διαποντίους ὑπομένουσα πόνους οὐ διὰ τῆς ἐμπορίας 〈τε καὶ〉 καπηλείας ἀσχημονοῦσα οἰκοδομικῆς τε καὶ ὑφαντικῆς καὶ τῆς τῶν βαναύσων τεχνῶν ταλαιπωρίας κεχωρισμένη Ἤρεμόν τινα καὶ ἡσύχιον διάγει βίον καθὼς ὁ Παῦλός φησιν, οὐχ ἱππομαχοῦσα οὐ ναυμαχοῦσα οὐ συστάδην διὰ τῆς πεζικῆς παρατάξεως συμπλεκομένη οὐ πρὸς κατασκευὴν ὅπλων ἀσχολουμένη οὐ φόρους ἐκλέγουσα οὐ τάφρους καὶ τείχη κατασκευάζουσα, ἀλλὰ πάντων τῶν τοιούτων ἀτελής τίς ἐστι καὶ ἐλευθέρα μήτε ἔχουσα πράγματα μήτε παρέχουσα, ἐν ᾗ δουλεία τε καὶ κυριότης καὶ πενία καὶ πλοῦτος εὐγένειά τε καὶ δυσγένεια καὶ ἰδιωτικὴ ταπεινότης καὶ ἀξιωματικὴ δυναστεία καὶ πᾶσα τοιαύτη ἀνωμαλία χώραν οὐκ ἔχει.

παραιρεῖται γὰρ πάντων τούτων καὶ τῶν τοιούτων τὴν ἀνάγκην τὸ ἀνενδεὲς τῆς ζωῆς ἐκείνης καὶ ἄϋλον, ἐν ᾗ τὸ διακρατοῦν τῆς ψυχῆς τὴν ὑπόστασιν οὐ ξηροῦ τε καὶ ὑγροῦ τινός ἐστι μετουσία, ἀλλ᾽ ἡ τῆς θείας φύσεως κατανόησις, ἀντὶ δὲ τοῦ ἐναερίου πνεύματος τοῦ ἀληθινοῦ τε καὶ ἁγίου πνεύματος εἶναι τὴν κοινωνίαν οὐκ ἀμφιβάλλομεν. ὧν ἡ ἀπόλαυσις οὐκ ἐνηλλαγμένη καθ᾽ ὁμοιότητα τοῦ τῇδε βίου διὰ ἕξεως καὶ στερήσεως γίνεται εἰσκρινομένη τε καὶ ἀποποιουμένη, ἀλλ᾽ ἀεὶ πληρουμένη καὶ οὐδέποτε περιγράφουσα κόρῳ τὴν πλήρωσιν. ἀβαρὴς γὰρ ἡ νοερὰ τρυφὴ καὶ ἀπλήρωτος πάντοτε ταῖς ἐπιθυμίαις τῶν μετεχόντων ἀκορέστως ἐπιπλημμυροῦσα. διὰ τοῦτο μακαρία τίς ἐστιν ἐκείνη ἡ ζωὴ καὶ ἀκήρατος μηκέτι ταῖς τῶν αἰσθητηρίων ἡδοναῖς πρὸς τὴν τοῦ καλοῦ κρίσιν ἐμπλανωμένη. τί τοίνυν ἐστὶ σκυθρωπὸν ἐν τῷ πράγματι δι᾽ ὃ τῇ μεταστάσει τῶν ἐπιτηδείων ἐπιστυγνάζομεν;

εἰ μὴ τοῦτό τις ἄρα λυπηρὸν ἡγεῖται ὅτι πρὸς τὸν ἀπαθῆ τε καὶ ἀνενόχλητον βίον αὐτοῖς ἡ μετάστασις γίνεται, ὃς οὔτε πληγῶν ὀδύνας προσίεται οὐ πυρὸς δέδοικεν ἀπειλὴν οὐ τὰ διὰ σιδήρου τραύματα οὐ τὰς ἀπὸ σεισμῶν καὶ ναυαγιῶν καὶ αἰχμαλωσιῶν συμφορὰς οὐ τὰς τῶν ὠμοβόρων θηρίων προσβολὰς οὐ τὰ τῶν ἑρπυστικῶν τε καὶ ἰοβόλων κέντρα καὶ δήγματα, ἐν ᾧ οὐδεὶς οὔτε ἐξογκοῦται τῷ τύφῳ οὔτε πατεῖται ἐν ταπεινότητι οὔτε ὑπὸ θράσους ἐκθηριοῦται οὔτε ὑπὸ δειλίας καταπτοεῖται οὔτε τῇ ὀργῇ περιοιδαίνει ζέων τῷ θυμῷ καὶ μαινόμενος οὔτε κλονεῖται ὑπὸ τοῦ φόβου ἀντισχεῖν πρὸς τὴν τοῦ κρατοῦντος ὁρμὴν οὐ δυνάμενος, ἐν ᾧ φροντὶς οὐκ ἔστιν, οἷα τῶν βασιλέων τὰ ἤθη τίνες αἱ νομοθεσίαι οἷοι τὸν τρόπον οἱ ἐπὶ τῶν ἀρχῶν τεταγμένοι οἷα τὰ διαγράμματα πόσος ὁ ἐτήσιος φόρος οὔτε εἰ πολλὴ γέγονεν ἐπομβρία κατακλύζουσα τῇ ἀμετρίᾳ τὸ γεωργούμενον οὔτε εἰ χάλαζα τὰς ἐλπίδας τῶν γεωπόνων ἠχρείωσεν οὔτε εἰ αὐχμὸς ἐπικρατήσας ἀποξηραίνει πᾶν τὸ φυόμενον.

ἀλλὰ καὶ τῶν λοιπῶν τοῦ βίου κακῶν πᾶσαν ἄδειαν ἔχει· ὀρφανίας τε γὰρ τὸ σκυθρωπὸν οὐ λυπεῖ τὴν ζωὴν ἐκείνην, τὰ ἐκ χηρείας κακὰ χώραν οὐκ ἔχει, ἀργοῦσι δὲ καὶ αἱ πολύτροποι τοῦ σώματος ἀρρωστίαι, οἵ τε κατὰ τῶν εὐημερούντων φθόνοι καὶ αἱ κατὰ τῶν δυσπραγούντων ὑπεροψίαι καὶ πάντα τὰ τοιαῦτα τῆς ζωῆς ἐκείνης ἐξώρισται, ἰσηγορία δέ τις καὶ ἰσονομία διὰ πάσης ἐλευθερίας εἰρηνικῆς τῷ τῶν ψυχῶν δήμῳ συμπολιτεύεται ἐκεῖνο ἑκάστου ἔχοντος ὅπερ ἂν ἑαυτῷ ἑτοιμάσῃ ἐκ προαιρέσεως. εἰ δέ τι χεῖρον ἔκ τινος ἀβουλίας τινὶ παρασκευασθείη ἀντὶ τοῦ κρείττονος, ἀναίτιος τῶν τοιούτων ὁ θάνατος κατ᾽ ἐξουσίαν τὸ δοκοῦν ἑλομένης τῆς προαιρέσεως. ὑπὲρ τίνος οὖν δυσχεραίνουσιν οἱ θρηνοῦντες τὸν ἀποιχόμενον; καὶ μὴν εἰ μὴ παντάπασιν ἐκαθάρευεν πάσης ἐμπαθοῦς διαθέσεως ὁ συναποδυσάμενος τὴν ἡδονήν τε καὶ τὴν λύπην μετὰ τοῦ σώματος, ἐκεῖνος ἂν δικαιότερον τοὺς περιόντας ἐθρήνησεν, οἳ ταὐτὸν πάσχουσιν τοῖς ἐν δεσμωτηρίῳ διάγουσιν, οὓς ἡ πρὸς τὰ σκυθρωπὰ συνήθεια καὶ ἡ συντροφία τοῦ ζόφου προσηνές τε καὶ ἄλυπον τὸ παρὸν νομίζειν ἐποίησεν. καὶ τυχὸν κἀκεῖνοι τοῖς τῆς φυλακῆς ἐκβαλλομένοις ἐπιστυγνάζουσιν ἀγνοίᾳ τῆς φαιδρότητος τῆς ἐκδεχομένης τοὺς ἀπαλλάγεντας τοῦ ζόφου.

εἰ γὰρ ᾔδεσαν τὰ ἐν ὑπαίθρῳ θεάματα τό τε αἰθέριον κάλλος καὶ τὸ οὐράνιον ὕψος καὶ τὰς τῶν φωστήρων αὐγὰς τήν τε τῶν ἀστέρων χορείαν καὶ 〈τὰς〉 περιόδους ἡλιακὰς καὶ τὸν σεληναῖον δρόμον καὶ τὴν πολυειδῆ τῆς γῆς ἐν τοῖς βλαστήμασιν ὥραν καὶ τὴν ἡδεῖαν τῆς θαλάσσης ὄψιν ἐν ἡλιοειδεῖ τῇ αὐγῇ δι᾽ ἠρεμαίου τοῦ πνεύματος γλαφυρῶς ἐπιφρίσσουσαν τῶν τε κατὰ τὰς πόλεις οἰκοδομημάτων τὰ κάλλη τά τε ἴδια καὶ τὰ δημόσια, δι᾽ ὧν αἱ λαμπραί τε καὶ πολυτελεῖς τῶν πόλεων καλλωπίζονται, εἰ ταῦτα τοίνυν ᾔδεσαν καὶ τὰ τοιαῦτα οἱ ἐντεχθέντες τῷ δεσμωτηρίῳ, οὐκ ἂν τοὺς ἐκ τῆς φυλακῆς προαγομένους ὡς ἀγαθοῦ τινος χωριζομένους ἀπωλοφύροντο. ὅπερ οὖν εἰκὸς τοὺς ἔξω τοῦ δεσμωτηρίου περὶ τῶν ἔτι καθειργμένων διανοεῖσθαι ὡς ἐλεεινῇ προσταλαιπωρούντων ζωῇ, τοῦτο μοι δοκοῦσι καὶ οἱ τῆς τοῦ βίου τούτου φυλακῆς ἔξω γενόμενοι, εἴπερ ὅλως δυνατὸν ἦν αὐτοῖς διὰ δακρύων ἐνδείξασθαι τὴν πρὸς τοὺς κακοπαθοῦντας συμπάθειαν, θρηνεῖν καὶ δακρύειν τῶν ἐν ταῖς ὀδύναις τοῦ βίου τούτου παρατεινομένων ὅτι μὴ ὁρῶσι τὰ ὑπερκόσμιά τε καὶ ἄϋλα κάλλη, θρόνους τε καὶ ἀρχὰς καὶ ἐξουσίας καὶ κυριότητας καὶ στρατιὰς ἀγγελικὰς καὶ ἐκκλησίας ὁσίων καὶ τὴν ἄνω πόλιν καὶ τὴν ὑπερουράνιον τῶν ἀπογεγραμμένων πανήγυριν.

τὸ γὰρ ὑπερκείμενον τούτων κάλλος, ὃ τοὺς καθαροὺς τῇ καρδίᾳ βλέπειν ὁ ἀψευδὴς ἀπεφήνατο λόγος, κρεῖττόν τε πάσης ἐλπίδος ἐστὶ καὶ τῆς ἐκ στοχασμῶν εἰκασίας ἀνώτερον. οὐ τοῦτο δὲ μόνον στεναγμῶν τε καὶ λύπης ἄξιον ἀφ᾽ ἡμῶν τοῖς μεταστᾶσιν ἂν ἐνομίσθη, ἀλλ᾽ ὅτι τοσούτων ἀλγεινῶν περικειμένων τῷ βίῳ τοσαύτη τις ἐνέστηκεν αὐτοῖς ἡ περὶ τὰ μοχθηρὰ συνδιάθεσις, ὥστε οὐχ ὡς ἀναγκαίαν τινὰ λειτουργίαν τὴν προσβολὴν αὐτῶν φέρουσιν, ἀλλ᾽ ὅπως ἂν εἰς τὸ διηνεκὲς παραμένοι ταῦτα τὴν σπουδὴν ποιοῦνται. ἡ γὰρ περὶ τὰς δυναστείας τε καὶ πλεονεξίας καὶ τὰς ἀπολαυστικὰς ταύτας λαιμαργίας ἐπιθυμία καὶ εἴ τι ἄλλο τοιοῦτον σπουδάζεται ὧν χάριν καὶ ὅπλα καὶ πόλεμοι καὶ ἀλληλοφονίαι καὶ πᾶσα ἡ ἑκουσίως ἐνεργουμένη ταλαιπωρία καὶ δολιότης, οὐδὲν ἄλλο ἢ σωρεία τίς ἐστι συμφορῶν ἐκ προαιρέσεως μετὰ σπουδῆς τε καὶ προθυμίας ἐπεισαγομένη τῷ βίῳ. ἀλλὰ δακρύων μὲν ἐν τοῖς κατοιχομένοις πάθος οὐκ ἔστιν ὅτι μηδ᾽ ἄλλο τι πάθος, νοῦς δὲ καὶ πνεῦμα τυγχάνοντες οἱ σαρκὸς ἀπηλλαγμένοι καὶ αἵματος τοῖς τῇ παχύτητι τοῦ σώματος ἐγκεχωσμένοις ὀφθῆναι φύσιν οὐκ ἔχουσιν οὐδὲ νουθετῆσαι δι᾽ ἑαυτῶν τοὺς ἀνθρώπους ἀποστῆναι τῆς πεπλανημένης περὶ τῶν ὄντων κρίσεως.