Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῶν ἀποθανόντων οὐ δεῖ πενθεῖν

Γρηγόριος ὁ Νύσσης

Η επίγνωση του έσω ανθρώπου και η επιστροφή του νου στην ασώματη εστία

Η στροφή της ψυχής προς τη γνώση του θείου αρχετύπου και η απαλλαγή του νου από την αλλότρια σωματική φύση και τη φθορά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 8

οὐκοῦν ὁ νοῦς ἡμῖν ὁ ἡμέτερος ἀντ᾽ ἐκείνων διαλεχθήτω καὶ εἴπωμεν ὡς ἔστι δυνατὸν ἔξω τῶν σωμάτων τῇ διανοίᾳ γενόμενοι καὶ τῆς πρὸς τὴν ὕλην προσπαθείας τὴν ψυχὴν ἀποστήσαντες ὅτι “Ὦ ἄνθρωπε, πᾶς ὁ μετέχων τῆς φύσεως, Πρόσεχε σεαυτῷ κατὰ τὸ Μωυσέως παράγγελμα καὶ γνῶθι σεαυτὸν ἀκριβῶς τίς εἶ, διαστείλας τῷ λογισμῷ τί μὲν ἀληθῶς εἶ σύ, τί δὲ περὶ σὲ καθορᾶται. μήποτε τὰ ἔξω σοῦ βλέπων σεαυτὸν καθορᾶν νομίσῃς. μάθε παρὰ τοῦ μεγάλου Παύλου τοῦ δι᾽ ἀκριβείας ἐπεσκεμμένου τὴν φύσιν, ὅς φησι τὸν μὲν ἔξωθεν ἡμῶν εἶναι ἄνθρωπον τὸν δὲ ἔσωθεν, κἀκείνου φθειρομένου τοῦτον ἀνακαινίζεσθαι. μὴ τοίνυν τὸ φθειρόμενον βλέπων σεαυτὸν οἰηθῇς βλέπειν (ἔσται μὲν γάρ ποτε κἀκεῖνο φθορᾶς ἐλεύθερον, ὅταν ἐν τῇ παλιγγενεσίᾳ τὸ θνητόν τε καὶ διαλυτὸν μετασκευασθῇ πρὸς τὸ ἀθάνατόν τε καὶ ἀδιάλυτον, ἀλλὰ τό γε νῦν ῥέει καὶ διαπίπτει, καὶ φθείρεται τὸ ἔξωθεν ἡμῶν προφαινόμενον). οὐκοῦν οὐ πρὸς τοῦτο χρὴ βλέπειν, ὅτι μηδὲ πρὸς ἄλλο τι προσήκει τῶν βλεπομένων ὁρᾶν οὕτως εἰπόντος τοῦ Παύλου ὅτι Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα τὰ δὲ μὴ βλεπόμενα αἰώνια, ἀλλ᾽ ἐπὶ τὸ ἀόρατον τῶν ἐν ἡμῖν τρέψαντας τὴν θεωρίαν ἐκεῖνο πιστεύειν ἀληθῶς εἶναι ἡμᾶς, ὃ διαφεύγει τὴν αἰσθητικὴν κατανόησιν.

Γενώμεθα τοίνυν κατὰ τὸν παροιμιώδη λόγον Ἑαυτῶν ἐπιγνώμονες. τὸ γὰρ ἑαυτὸν γνῶναι καθάρσιον τῶν ἐκ τῆς ἀγνοίας πλημμελημάτων γίνεται. ἀλλ᾽ οὐκ ἔστι ῥᾴδιον ἑαυτὸν κατιδεῖν τόν γε ἀληθῶς ἑαυτὸν ἰδεῖν βουλόμενον μή τινος ἐπινοίας δυνατὸν ποιούσης ἡμῖν τὸ ἀδύνατον. ὅπερ γὰρ ἐπὶ τῶν σωματικῶν ὀφθαλμῶν ἡ φύσις ἐποίησεν, οἳ πάντα τὰ ἄλλα βλέποντες ἑαυτῶν ἀθέατοι μένουσιν, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ πάντα τὰ ἄλλα διερευνωμένη καὶ τὰ ἔξω ἑαυτῆς πολυπραγμονοῦσα καὶ ἀνιχνεύουσα ἑαυτὴν ἰδεῖν ἀδυνάτως ἔχει. οὐκοῦν ὅπερ ἐπὶ τῶν ὀφθαλμῶν γίνεται τοῦτο καὶ ἡ ψυχὴ μιμησάσθω. καὶ γὰρ κἀκεῖνοι ἐπειδὴ οὐκ ἔστιν αὐτοῖς ἐκ φύσεως δύναμις πρὸς τὴν ἑαυτῶν θεωρίαν τὴν ὀπτικὴν ἐνέργειαν ἐπαναστρέψαι καὶ ἑαυτοὺς κατιδεῖν ἐν κατόπτρῳ τὸ εἶδός τε καὶ τὸ σχῆμα τοῦ ἰδίου θεασάμενοι κύκλου διὰ τῆς εἰκόνος ἑαυτοὺς καθορῶσιν. οὕτως χρὴ καὶ τὴν ψυχὴν πρὸς τὴν ἰδίαν ἀπιδεῖν εἰκόνα καὶ ὅπερ ἂν ἴδῃ ἐν τῷ χαρακτῆρι ᾧ ἀφωμοίωται, ὡς ἴδιον ἑαυτῆς τοῦτο θεάσασθαι. ἀλλὰ μικρὸν ὑπαλλάξαι τι προσήκει τοῦ ὑποδείγματος, ἵνα οἰκειωθῇ τῷ λόγῳ τὸ νόημα· ἐπὶ μὲν γὰρ τῆς ἐν τῷ κατόπτρῳ μορφῆς ἡ εἰκὼν πρὸς τὸ ἀρχέτυπον σχηματίζεται, ἐπὶ δὲ τοῦ τῆς ψυχῆς χαρακτῆρος τὸ ἔμπαλιν νενοήκαμεν· κατὰ γὰρ τὸ θεῖον κάλλος τὸ τῆς ψυχῆς εἶδος ἀπεικονίζεται. οὐκοῦν ὅταν πρὸς τὸ ἀρχέτυπον ἑαυτῆς βλέπῃ ἡ ψυχή, τότε δι᾽ ἀκριβείας ἑαυτὴν καθορᾷ.

Τί τοίνυν ἐστὶ τὸ θεῖον ᾧ ἡ ψυχὴ προσωμοίωται; οὐ σῶμα οὐ σχῆμα οὐκ εἶδος οὐ πηλικότης οὐκ ἀντιτυπία οὐ βάρος οὐ τόπος οὐ χρόνος οὐκ ἄλλο τι τοιοῦτον οὐδὲν δι᾽ ὧν ἡ ὑλικὴ κτίσις γνωρίζεται, ἀλλὰ πάντων τούτων καὶ τῶν τοιούτων ὑφαιρεθέντων νοερόν τι καὶ ἄϋλον καὶ ἀναφὲς καὶ ἀσώματον καὶ ἀδιάστατον χρὴ πάντως νοεῖν τὸ λειπόμενον. εἰ τοίνυν τοιοῦτος ὁ χαρακτὴρ τοῦ ἀρχετύπου καταλαμβάνεται, ἀκόλουθον πάντως κατὰ τὸ εἶδος ἐκεῖνο μεμορφωμένην τὴν ψυχὴν διὰ τῶν αὐτῶν χαρακτήρων ἐπιγνωσθῆναι, ὥστε καὶ ταύτην ἄϋλόν τε εἶναι καὶ ἀειδῆ καὶ νοερὰν καὶ ἀσώματον.

Λογισώμεθα τοίνυν πότε μᾶλλον τῷ ἀρχετύπῳ κάλλει προσεγγίζει ἡ ἀνθρωπίνη φύσις, ἐν τῷ διὰ σαρκὸς ζῆν ἢ ὅταν ἔξω ταύτης γενώμεθα. ἀλλὰ παντὶ δῆλον τὸ τοιοῦτόν ἐστιν, ὅτι ὥσπερ ἡ σὰρξ ὑλώδης οὖσα τῇ ὑλικῇ ταύτῃ ζωῇ προσῳκείωται, οὕτω καὶ ἡ ψυχὴ τότε μετέχει τῆς νοερᾶς καὶ ἀΰλου ζωῆς, ὅταν τὴν περιέχουσαν αὐτὴν ὕλην ἀποτινάξηται. τί οὖν ἐν τούτοις συμφορᾶς ἐστιν ἄξιον; εἰ μὲν γὰρ σῶμα ἦν τὸ ἀληθῶς ἀγαθὸν, δυσχεραίνειν ἡμᾶς ἔδει πρὸς τὴν τῆς σαρκὸς ἀλλοτρίωσιν ὡς ἐκπιπτόντων ἡμῶν ἐκείνου συναποβαλλομένης πάντως μετὰ τοῦ σώματος καὶ τῆς πρὸς τὸ ἀγαθὸν οἰκειότητος. ἐπειδὴ δὲ νοερόν τε καὶ ἀσώματον τὸ ὑπὲρ πᾶσαν ἔννοιαν ἀγαθὸν οὗ κατ᾽ εἰκόνα γεγόναμεν, ἀκόλουθον ἂν εἴη πεπεῖσθαι, ὅταν διὰ τοῦ θανάτου πρὸς τὸ ἀσώματον μεταβαίνωμεν, προσεγγίζειν ἐκείνῃ τῇ φύσει ἣ πάσης σωματικῆς παχυμερείας κεχώρισται, καὶ οἷόν τι προσωπεῖον εἰδεχθὲς τὴν σαρκώδη περιβολὴν ἐκδυομένους εἰς τὸ οἰκεῖον ἐπανιέναι κάλλος, ἐν ᾧ κατ᾽ ἀρχὰς ἐμορφώθημεν κατ᾽ εἰκόνα τοῦ ἀρχετύπου γενόμενοι. ἡ δὲ τοιαύτη διάνοια εὐφροσύνης οὐ κατηφείας γένοιτ᾽ ἂν τοῖς λεγομένοις ὑπόθεσις, ὅτι τὴν ἀναγκαίαν ταύτην λειτουργίαν ἀποπληρώσας ὁ ἄνθρωπος οὐκέτι ἐν ἀλλοτρίοις ζῇ ἀποδοὺς μὲν ἑκάστῳ τῶν στοιχείων τὸ ἴδιον ὃ παρ᾽ αὐτῶν ἠρανίσατο, εἰς δὲ τὴν οἰκείαν αὐτῷ καὶ κατὰ φύσιν ἐπανελθὼν ἑστίαν τὴν καθαρὰν καὶ ἀσώματον.

ξένη γάρ τίς ἐστιν ὄντως καὶ ἀλλοδαπὴς τῇ ἀσωμάτῳ φύσει ἡ τοῦ σώματος ὕλη, ᾗ κατ᾽ ἀνάγκην ὁ νοῦς ἐν τῇ ζωῇ ταύτῃ συμπεπλεγμένος ἐνταλαιπωρεῖ τῷ ἀλλοφύλῳ βίῳ συνδιαιτώμενος. τῆς γὰρ τῶν στοιχείων πρὸς ἄλληλα συμπλοκῆς ὥσπερ τινῶν ἀλλογλώσσων τε καὶ ἀπεξενωμένων τοῖς ἤθεσιν ἀνθρώπων ἐκ διαφόρων ἐθνῶν ἕνα δῆμον ἀναπληρούντων βεβιασμένη τε καὶ ἀσύμφωνος γίνεται ἡ κοινωνία, ἑκάστου πρὸς τὸ συγγενὲς καὶ οἰκεῖον ὑπὸ τῆς ἰδίας φύσεως ἀφελκομένου. ὁ δὲ νοῦς ὁ τούτοις ἐγκεκραμένος ἀσύνθετος ὢν ἐν ἁπλῇ τε καὶ μονοειδεῖ τῇ φύσει ἐν ξένοις καὶ ἀλλοτρίοις ζῇ ἀσύμφυλος ὢν τῷ περιέχοντι αὐτὸν ἐκ τῶν στοιχείων δήμῳ, ὃς τῇ πολυμερείᾳ τῇ σωματικῇ δι᾽ ἀνάγκης τινὸς ἐνσπειράμενος τὴν ἑαυτοῦ φύσιν βιάζεται τοῖς ἀλλοφύλοις ἑνούμενος. τῶν δὲ στοιχείων πρὸς τὴν ἀπ᾽ ἀλλήλων διάλυσιν φυσικῶς ἐπὶ τὸ συγγενές τε καὶ οἰκεῖον ἀφελκομένων ἀνιᾶται κατ᾽ ἀνάγκην λυομένης τε καὶ σχιζομένης τῆς συμφυΐας ἡ αἴσθησις· συνανιᾶται δὲ τῇ αἰσθήσει τὸ διανοητικὸν τῆς ψυχῆς πρὸς τὸ ἀεὶ λυποῦν ἐκ συνηθείας ἐπικλινόμενον. τότε οὖν ὁ νοῦς δυσφορῶν τε καὶ ἀνιώμενος παύεται, ὅταν ἔξω γένηται τῆς μάχης τῆς ἐν τῇ συμπλοκῇ τῶν ἀντιστοιχούντων συνισταμένης.

ἐπειδὰν γὰρ ἢ τὸ ψυχρὸν ἡττηθῇ τοῦ θερμοῦ κατισχύσαντος ἢ τὸ ἔμπαλιν φύγῃ τὸν πλεονασμὸν τῆς ψύξεως ἡ θερμότης, τῷ τε ξηρῷ διὰ τῆς ἐπικρατήσεως τὸ ὑγρὸν ὑποχωρήσῃ ἢ διαλυθῇ τοῦ ξηροῦ τὸ πάγιον ἐν τῷ πλεονασμῷ τῆς ὑγρότητος—τότε τοῦ ἐν ἡμῖν πολέμου διὰ τοῦ θανάτου λυθέντος εἰρήνην ὁ νοῦς ἄγει καταλιπὼν τὸ τῆς μάχης μεταίχμιον, τὸ σῶμα λέγω, καὶ τῆς τῶν στοιχείων πρὸς ἄλληλα παρατάξεως ἔξω γενόμενος καθ᾽ ἑαυτὸν ζῇ πεπονηκυῖαν ἐν τῇ τοῦ σώματος συμπλοκῇ τὴν ἰσχὺν ἑαυτοῦ δι᾽ ἡσυχίας ἀναλαμβάνων.„ Ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα τοῖς ἐν τῷ σώματι ζῶσιν ὁ νοῦς διαλέγεται μονονουχὶ φωνὴν ἀφιεὶς ὅτι “Ὦ ἄνθρωποι, οὔτε ἐν οἷς ἐστε ἀκριβῶς οἴδατε, καὶ εἰς ὅτι μεταχωρήσετε οὔπω ἐπίστασθε.