Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῶν ἀποθανόντων οὐ δεῖ πενθεῖν

Γρηγόριος ὁ Νύσσης

Η υπέρβαση του φόβου του θανάτου και η ενεργοποίηση των πνευματικών αισθήσεων

Αναίρεση του φόβου για το άγνωστο μέλλον, παρομοίωση της εξόδου από τον βίο με πνευματική γέννηση και η απαλλαγή της ψυχής από την απάτη των σωματικών αισθήσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 8

τὸ μὲν γὰρ παρὸν οἷον τῇ φύσει ἐστὶν, οὔπω ἐξευρεῖν ὁ λόγος δεδύνηται, ἀλλὰ πρὸς μόνην τὴν τοῦ ζῆν συνήθειαν βλέπει μὴ δυνάμενος γνῶναι, τίς ἡ τοῦ σώματος φύσις τίς ἡ τῶν αἰσθήσεων δύναμις τίς ἡ τῶν ὀργανικῶν μελῶν διασκευὴ τίς ἡ τῶν σπλάγχνων οἰκονομία τίς ἡ αὐτοκίνητος τῶν νεύρων ἐνέργεια πῶς τῶν ἐν ἡμῖν τὸ μὲν εἰς ὀστέου πήγνυται φύσιν, τὸ δὲ εἰς τὴν φωτοειδῆ τοῦ ὀφθαλμοῦ αὐγὴν οὐσιοῦται πῶς ἐκ τῆς αὐτῆς τροφῆς καὶ τοῦ αὐτοῦ πόματος τὸ μὲν εἰς τρίχας λεπτύνεται, τὸ δὲ εἰς ὄνυχας τοῖς ἀκροῖς τῶν δακτύλων ἐπιπλατύνεται ἢ πῶς ἀεὶ τὸ ἐγκάρδιον ἀναφλέγεται πῦρ διὰ τῶν ἀρτηριῶν ἐφ᾽ ἅπαν τὸ σῶμα διαφερόμενον ἢ πῶς τὸ πινόμενον, ἐπειδὰν ἐν τῷ ἤπατι γένηται, μεταβάλλει καὶ τὸ εἶδος καὶ τὴν ποιότητα διά τινος ἀλλοιώσεως αὐτομάτως ἐξαιματούμενον. ὧν ἁπάντων ἡ γνῶσις μέχρι τοῦ παρόντος ἐστὶν ἀπόρρητος, ὡς ἀγνοεῖν ἡμᾶς τὴν ζωὴν ἐν ᾗ βιοτεύομεν. τὸν δὲ τῆς αἰσθήσεως κεχωρισμένον βίον οἱ τῇ αἰσθήσει συζῶντες ἀδυνατοῦσι καθόλου θεάσασθαι. πῶς γὰρ ἄν τις δι᾽ αἰσθήσεως ἴδοι τὸ ἔξω τῆς αἰσθήσεως;

ἀμφοτέρων τοίνυν τῶν βίων ὁμοίως ἀγνοουμένων, τούτου μὲν διὰ τὸ πρὸς μόνον τὸ φαινόμενον βλέπειν ἡμᾶς, ἐκείνου δὲ διὰ τὸ μὴ καθικνεῖσθαι τὴν αἴσθησιν, τί πεπόνθατε, ὦ ἄνθρωποι, τούτου μὲν ὡς ἀγαθοῦ περιεχόμενοι καίτοι ἀγνοουμένου, ἐκεῖνον δὲ δεδοικότες καὶ φρίττοντες ὡς χαλεπὸν καὶ φόβου ἄξιον δι᾽ οὐδὲν ἄλλο ἢ διὰ τοῦτο μόνον ὅτι ἀγνοεῖται οἷόν ἐστι; καίτοι πολλὰ καὶ ἄλλα καὶ τῶν κατ᾽ αἴσθησιν ἡμῖν προφαινομένων καὶ ἀγνοουμένων οὐ δεδοίκαμεν. τίς γὰρ ἡ φύσις τῶν κατ᾽ οὐρανὸν φαινομένων ἢ τί τὸ περιάγον τῶν πόλων ἐξ ἐναντίου τὴν κίνησιν ἢ τί τὸ ἐρεῖδον τὴν τῆς γῆς παγιότητα, πῶς δὲ ἡ ῥευστὴ τῶν ὑδάτων φύσις ἀεὶ γίνεται ἐκ τῆς γῆς καὶ οὐ δαπανᾶται ἡ γῆ καὶ ἄλλα τοιαῦτα πολλὰ οὔτε ἐγνώκαμεν οὔτε φόβων ἀξίαν τὴν ἄγνοιαν κρίνομεν. ἀλλὰ καὶ αὐτὴν τὴν πάντα νοῦν ὑπερβαίνουσαν φύσιν τὴν θείαν τε καὶ μακαρίαν καὶ ἀκατάληπτον ὅτι μὲν ἔστι πεπιστεύκαμεν, ἐν τίνι δὲ αὐτῆς τὸ εἶναι καταλαμβάνεται οὔπω τις εὑρέθη διὰ στοχασμοῦ κατανόησις, καὶ ὅμως ἀγαπῶμεν τὸ ἀγνοούμενον ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως τὸ καταληφθῆναι τοῖς λογισμοῖς οὐ δυνάμενον. διὰ τί τοίνυν ἐπὶ μόνου τοῦ μετὰ τὴν ζωὴν ταύτην ἐκδεχομένου ἡμᾶς βίου ὁ ἄλογος οὗτος συνίσταται φόβος διὰ μόνην τὴν ἄγνοιαν δεδοικότων ἡμῶν ὃ οὐκ οἴδαμεν, καθάπερ ἐπὶ τῶν νηπίων γίνεται τῶν πρὸς τὰς ἀνυποστάτους ὑπονοίας δειματουμένων;

ὁ γὰρ πρὸς τὴν ἀλήθειαν τῶν ὄντων ἐθέλων βλέπειν πρῶτον ἐν περινοίᾳ τοῦ πράγματος γίνεται, εἶτα οἷόν ἐστι κατὰ τὴν φύσιν ἐπιλογίζεται εἴτε τι χρηστὸν καὶ εὐπρόσιτον εἴτε χαλεπόν τι καὶ ἀποτρόπαιον· τὸ δὲ ἄδηλον καθόλου καὶ ἀγνοούμενον πῶς ἄν τις τῶν νοῦν ἐχόντων χαλεπὸν εἶναι κρίνοι τὴν τῆς συνηθείας ἀναχώρησιν μόνην ὡς πυρός τινος ἢ θηρίου προσβολὴν ὑποπτεύων; καίτοι παιδευόμεθα διὰ τοῦ βίου σαφῶς μὴ πάντοτε πρὸς τὴν συνήθειαν βλέπειν, ἀλλὰ πρὸς τὸ καλὸν ταῖς ἐπιθυμίαις ἀεὶ μετατίθεσθαι. οὔτε γὰρ διὰ παντὸς ἐν ἐμβρύῳ τοῖς πλασσομένοις ἐστὶν ἡ ζωὴ, ἀλλ᾽ ἕως ἂν ἐν τοῖς σπλάγχνοις ὦσιν, ἡδεῖαν αὐτοῖς καὶ κατάλληλον ἡ φύσις ποιεῖ τὴν ἐν τῇ νηδύϊ ζωήν, οὔτε ἐπειδὰν ἔξω γένωνται, τῇ θηλῇ διὰ παντὸς παραμένουσιν, ἀλλ᾽ ἐφ᾽ ὅσον τῷ ἀτελεῖ τῆς ἡλικίας καλὸν τὸ τοιοῦτόν ἐστι καὶ κατάλληλον. μετὰ τοῦτο δὲ πρὸς ἄλλην ἀκολουθίαν βίου μετέρχονται οὐδὲν ὑπὸ τῆς συνηθείας τῷ μαζῷ συμπαραμένειν ἀναπειθόμενοι· εἶτα μετὰ τὴν νηπιώδη κατάστασιν ἄλλα τῶν μειρακίων καὶ ἄλλα τῶν παρηλικεστέρων ἐπιτηδεύματα γίνεται, πρὸς ἃ μεταβαίνει δι᾽ ἀκολουθίας ὁ ἄνθρωπος ἀλύπως συμμεταβάλλων ταῖς ἡλικίαις καὶ τὴν συνήθειαν.

ὥσπερ τοίνυν, εἰ φωνή τις ἦν τῷ ἐντρεφομένῳ τῇ μητρῴᾳ νηδύϊ, ἠγανάκτησεν ἂν διὰ γεννήσεως τῶν σπλάγχνων ἐξοικιζόμενον καὶ δεινὰ πάσχειν ἐβόα τῆς καταθυμίου διαγωγῆς ἀποσπώμενον, (ὅπερ δὴ καὶ ποιεῖ τῇ πρώτῃ ἀναπνοῇ συνεκβάλλον ἅμα τῇ γεννήσει τὸ δάκρυον ὥσπερ ἀγανακτοῦν τε καὶ ὀδυρόμενον ἐπὶ τῷ χωρισμῷ τῆς συνήθους ζωῆς) οὕτω μοι δοκοῦσιν οἱ πρὸς τὴν μεταβολὴν τοῦ παρόντος δυσχεραίνοντες βίου τὸ τῶν ἐμβρύων πάσχειν ἐν τῷ διὰ παντὸς ἐθέλειν τῷ χωρίῳ τῆς ὑλικῆς ταύτης ἀηδίας ἐμβιοτεύειν.

ἐπειδὰν γὰρ ἡ ὠδὶς τοῦ θανάτου πρὸς ἕτερον βίον τοὺς ἀνθρώπους μαιεύηται, αὐτοὶ μὲν ὅταν εἰς τὸ φῶς ἐκεῖνο προέλθωσιν καὶ τοῦ καθαροῦ σπάσωσι πνεύματος, τῇ πείρᾳ γινώσκουσιν ὅσον ἐστὶ τῆς ζωῆς ἐκείνης πρὸς τὴν νῦν τὸ διάφορον, οἱ δὲ ὑπολειφθέντες τῷ ὑγρῷ τούτῳ καὶ πλαδῶντι βίῳ ἔμβρυα ὄντες ἀτεχνῶς καὶ οὐκ ἄνθρωποι ταλανίζουσι τὸν προεξελθόντα τῆς περιεχούσης ἡμᾶς συνοχῆς ὡς ἀγαθοῦ τινος ἔξω γενόμενον, οὐκ εἰδότες ὅτι ἐκείνῳ καθ᾽ ὁμοιότητα τοῦ τεχθέντος βρέφους ἀνοίγεται μὲν ὁ ὀφθαλμός, ὅταν ἔξω τοῦ νῦν συνέχοντος γένηται (νοεῖν δὲ χρὴ πάντως τὸν ὀφθαλμὸν τῆς ψυχῆς ᾧ διορᾷ τὴν τῶν ὄντων ἀλήθειαν), ἀνοίγεται δὲ τὸ ἀκουστικὸν αἰσθητήριον, δι᾽ οὗ τῶν ἀρρήτων ἐπακούει ῥημάτων Ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι καθώς φησιν ὁ ἀπόστολος, ἀνοίγεται δὲ τὸ στόμα καὶ ἕλκει τὸ καθαρόν τε καὶ ἄϋλον πνεῦμα, δι᾽ οὗ τονοῦται πρὸς τὴν νοητὴν φωνὴν καὶ τὸν ἀληθινὸν λόγον, ὅταν καταμιχθῇ τῷ ἤχῳ τῶν ἑορταζόντων ἐν τῷ τῶν ἁγίων χορῷ· οὕτω δὲ καὶ γεύσεως ἀξιοῦται θείας, δι᾽ ἧς γινώσκει κατὰ τὴν ψαλμῳδίαν, Ὅτι χρηστὸς ὁ κύριος, καὶ διὰ τῆς ὀσφραντικῆς ἐνεργείας τῆς τοῦ Χριστοῦ εὐωδίας ἀντιλαμβάνεται, καὶ τὴν ἁπτικὴν προσλαμβάνει δύναμιν ἐφαπτομένη τῆς ἀληθείας ἡ ψυχὴ καὶ ψηλαφῶσα τὸν λόγον κατὰ τὴν Ἰωάννου μαρτυρίαν.

εἰ ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα μετὰ τὸν διὰ τοῦ θανάτου τόκον τοῖς ἀνθρώποις ἀπόκειται, τί βούλεται τὸ πένθος καὶ ἡ σκυθρωπότης καὶ ἡ κατήφεια; νῦν ἡμῖν ὁ πρὸς τὴν τῶν πραγμάτων φύσιν βλέπων ἀποκρινέσθω, εἰ προτιμότερον οἴεται τὸ τοῖς σωματικοῖς αἰσθητηρίοις περὶ τὴν τοῦ καλοῦ κρίσιν διαπλανᾶσθαι τοῦ γυμνῷ τῷ τῆς ψυχῆς ὀφθαλμῷ πρὸς αὐτὴν τὴν τῶν πραγμάτων βλέπειν ἀλήθειαν. ἐνταῦθα γὰρ ἀνάγκη τις ἔπεστι τῇ ψυχῇ ἀλλοτρίᾳ κρίσει δουλεύειν ἐν τῇ περὶ τοῦ καλοῦ ὑπονοίᾳ. ἐπειδὴ γὰρ ἡ τελεία τῆς ψυχῆς δύναμις ἀχώρητός ἐστιν ἔτι τῷ νηπιάζοντι σώματι, ἡ δὲ τῶν αἰσθητηρίων ἐνέργεια εὐθὺς τελεία τῷ βρέφει συναποτίκτεται, τούτου χάριν προλαμβάνεται ὑπὸ τῆς αἰσθήσεως ἡ διάνοια ἐν τῇ τοῦ καλοῦ κρίσει καὶ τὸ τοῖς αἰσθητηρίοις φανὲν ἤδη καὶ νομισθὲν εἶναι καλὸν καὶ διὰ συνηθείας προειλημμένον ἀβασανίστως δέχεται ἡ ψυχή, ἐκεῖνο καλὸν εἶναι πεισθεῖσα ὅπερ ἂν προλαβοῦσα προσμαρτυρήσῃ ἡ αἴσθησις, ἐν χρώμασί τισι καὶ χυμοῖς καὶ τοῖς τοιούτοις λήροις τὸ καλὸν θεωροῦσα. ὧν μηκέτι προφαινομένων μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον ἀνάγκη πᾶσα τὸ ἀληθῶς ἀγαθὸν τῇ ψυχῇ φανῆναι, πρὸς ὃ κατὰ φύσιν ᾠκείωται.

οὔτε γὰρ πρὸς τὸ εὔχρουν ἔτι ἡ ὄψις δελεασθήσεται τοῦ ὀφθαλμοῦ τούτου μηκέτι ὄντος οὔτε πρὸς ἄλλο τι τῶν καταγλυκαινόντων τὰ αἰσθητήρια ἡ ῥοπὴ τῆς προαιρέσεως ἔσται πάσης σωματικῆς αἰσθήσεως ἀποσβεσθείσης, μόνης δὲ τῆς νοερᾶς ἐνεργείας ἀΰλως τε καὶ ἀσωμάτως τοῦ νοητοῦ κάλλους ἐφαπτομένης ἀκωλύτως ἡ φύσις τὸ ἴδιον ἀπολήψεται ἀγαθόν, ὃ μήτε χρῶμα μήτε σχῆμα μήτε διάστασις μήτε πηλικότης ἐστίν, ἀλλ᾽ ὃ πᾶσαν στοχαστικὴν εἰκασίαν παρέρχεται.