Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν

Γρηγόριος ὁ Νύσσης

Η εσωτερική δομή της ψυχής ως εικόνα του τριαδικού Θεού

Η ανάλυση του νου, του λόγου και της ψυχής, καθώς και του τριμερούς αυτής (επιθυμητικό, λογιστικό, θυμικό), ως συμβόλων των θείων ιδιοτήτων και η σταδιακή τους φανέρωση κατά την ανθρώπινη ανάπτυξη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 5

Πᾶσα δὲ ἡ περὶ αὐτὴν ἀκαταληψία καὶ ἀσάφεια καὶ ἀδηλία, οὐδὲν ἕτερον αἰνίττεται εἰ μὴ τὸ κυρίως καὶ ἀληθῶς εἰκόνα αὐτὴν εἶναι τοῦ ἀκαταλήπτου Θεοῦ. Ὅθεν πάντα τὰ κατ᾽ αὐτὴν ἀγνοοῦντες, ἐκ μόνων τῶν ἐν τῷ σώματι ταύτης ἐνεργειῶν τὴν ὕπαρξιν αὐτῆς πιστούμεθα· καθὰ καὶ τὸν Θεὸν ἐκ τῶν ἐν τῇ ὁρωμένῃ κτίσει αὐτοῦ ἐνεργημάτων τὴν αὐτοῦ βεβαιούμεθα ὕπαρξιν. Ἀλλά γε δὴ ἐπ᾽ αὐτὸ τὸ καιριώτατον τοῦ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἔλθωμεν, ὅπως κατὰ τὰς ὑποσχέσεις δείξωμεν τὸ μοναδικὸν τῆς ἐν Τριάδι Θεότητος. Ποῖον δέ ἐστι τοῦτο; εὔδηλον ὅτι ἡ ἡμετέρα πάλιν ψυχὴ, καὶ ὁ ταύτης νοερὸς λόγος, καὶ ὁ νοῦς, ὅντινα ὁ Ἀπόστολος πνεῦμα προσηγόρευσεν, ὅτε διακελεύεται ἁγίους ἡμᾶς εἶναι τῇ ψυχῇ καὶ τῷ σώματι καὶ τῷ πνεύματι. Ἀγέννητος μὲν γὰρ πάλιν ἐστὶν ἡ ψυχὴ καὶ ἀναίτιος, εἰς τύπον τοῦ ἀγεννήτου καὶ τοῦ ἀναιτίου Θεοῦ καὶ Πατρός· οὐκ ἀγέννητος δὲ ὁ νοερὸς αὐτῆς λόγος, ἀλλ᾽ ἐξ αὐτῆς γεννώμενος ἀῤῥήτως καὶ ἀοράτως καὶ ἀνερμηνεύτως καὶ ἀπαθῶς. Ὁ δὲ νοῦς οὐδὲ ἀναίτιός ἐστιν, οὐδὲ ἀγέννητος, ἀλλ᾽ ἐκπορευτὸς παντὶ διατρέχων καὶ τὰ πάντα διασκοπῶν, καὶ ἀοράτως ψηλαφῶν κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν τοῦ παναγίου καὶ ἐκπορευτοῦ Πνεύματος, περὶ οὗ εἴρηται, ὅτι Τὸ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Οὐκ ἔστιν ἐκπορευτὴ ἡ ψυχὴ ἕως οὗ ἐστιν ἐν τῷ σώματι, ἐπεὶ εἰ ἐκπορευτὴ ἦν, ἄρα ἂν καθ᾽ ὥραν ἀπεθνήσκομεν.

Οὐκ ἔστιν ἀγέννητος ὁ λόγος ἡμῶν, ἐπεὶ ἄλογοί τινες καὶ κτηνώδεις ὑπήρχομεν.

Τὸ δὲ παραδοξότερον τῶν παραδόξων τούτων ἐκεῖνό ἐστιν, ὅτι ψυχὴν μὲν ἁπλῆν τινα ἔχομεν, ὁμοίως καὶ νοῦν μοναδικὸν, καὶ ἀσύνθετον· λόγον δὲ διπλοῦν ἔχοντες τὸν αὐτὸν τὴν γέννησιν καὶ ἕνα καὶ ἀμέριστον φυλαττόμενον. Γεννᾶται γὰρ ὁ λόγος ἐν τῇ καρδίᾳ γέννησίν τινα ἀκατάληπτον καὶ ἀσώματον, καὶ μένει ἔνδον ἀγνώριστος, καὶ γεννᾶται δευτέραν γέννησιν σωματικὴν διὰ χειλέων, καὶ τότε τοῖς πᾶσι γνωρίζεται· τῆς δὲ γεννησαμένης αὐτὸν ψυχῆς οὐ χωρίζεται, ἵνα διὰ τοῦ λόγου τῶν δύο ἡμῶν γεννήσεων σαφῶς τὰς δύο τοῦ Θεοῦ Λόγου γεννήσεις κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν μάθωμεν.

Γεγέννηται γὰρ ἀοράτως καὶ ἀνερμηνεύτως καὶ ἀκαταλήπτως ἐκ Πατρὸς πρὸ τῶν αἰώνων. Καὶ ἦν ἄγνωστος ὡς ἔν τινι ψυχῇ πρὸς τὸν Πατέρα, ἕως ὥσπερ ἐκ καρδίας τινὸς τῆς ἁγίας Παρθένου ἀφθόρως καὶ ἀσπόρως γεγέννηται κατὰ σάρκα, καὶ ἐνεφανίσθη τῷ κόσμῳ, μὴ χωρισθεὶς τῆς πατρικῆς κρυφίας οὐσίας τοῦ γεννήτορος Θεοῦ. Ὥστε δέδεικται ἐν τῷ μοναδικῷ τῆς ἀθανάτου ἡμῶν καὶ νοερᾶς ψυχικῆς οὐσίας ἐν εἰκόνι, τρεῖς τινες ὑποστατικαὶ ἰδιότητες, ἀγεννησία ψυχῆς, καὶ γέννησις λόγου, καὶ ἐκπόρευσις πνεύματος, ἤγουν τοῦ νοός. Καὶ καταθαῤῥῶ καὶ ἀποτολμῶ, καὶ λέγω ὅτι κατὰ ταύτην τὴν ἀόρατον τριαδικὴν τῆς ψυχῆς θεωρίαν, εἶπεν ὁ θεῖος Ἀπόστολος τὸν ἄνθρωπον εἶναι κατ᾽ εἰκόνα Θεοῦ τοῦ ἀοράτου.

Εἰ δὲ μὴ ταῦτα οὕτω, διὰ τί μὴ μᾶλλον διμερὴς ἢ τετραμερὴς ὑπὸ Θεοῦ γέγονεν, ἀλλὰ τριμέρειάν τινα καὶ μόνην ἔχει ἀσύγχυτον ἡ ἡμετέρα ψυχὴ, κατ᾽ εἰκόνα τῆς ἁγίας καὶ ὁμοιουσίου [ὁμοουσίου] καὶ ζωοποιοῦ Τριάδος, ὥστε, εἰ θέμις εἰπεῖν ὅτι καὶ ἐν τῷ ἀνθρώπῳ, καὶ μάλιστα τῷ δικαίῳ, κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος τυπικῶς, ἀλλ᾽ οὐ φυσικῶς, σκιαγραφῶν ἀμυδρῶς πως τὸν ἐν Τριάδι Θεόν; Ὅθεν καὶ τριμερῆ πάλιν αὐτὴν τὴν ἡμετέραν ψυχὴν καθ᾽ ἕτερόν τινα τρόπον οἱ ἔξω σοφοὶ εἶναι ὡρίσαντο, ἐπιθυμητικὸν αὐτὴν φάσκοντες ἔχειν καὶ λογιστικὸν καὶ θυμικὸν, ὅπως διὰ μὲν τοῦ ἐπιθυμητικοῦ πρὸς τὴν τοῦ Θεοῦ ἀγάπην συνάπτηται, διὰ δὲ τοῦ λογιστικοῦ τὴν παρ᾽ αὐτοῦ γνῶσιν καὶ σοφίαν εἰσδέχηται, διὰ δὲ τοῦ θυμοῦ πρὸς τὰ πνεύματα τῆς πονηρίας ἀντιτάττηται, καὶ ἐν τούτοις πάλιν αὐτοῖς τοῖς τρισὶ τὸ κατ᾽ εἰκόνα Θεοῦ διαγράφουσα. Τρισὶ γὰρ τρόποις ὁ ἐν Τριάδι Θεὸς τρία μέρη διοικεῖ καὶ διέπει, καὶ τὰ ἐπουράνια λέγω, καὶ τὰ ἐπίγεια, καὶ τὰ καταχθόνια, τῇ δημιουργικῇ αὐτοῦ δυνάμει καὶ τῇ προνοητικῇ καὶ τῇ κριτικῇ· καὶ πᾶν γὰρ ὃ Θεὸς διαπράττεται, καθ᾽ ἕνα τῶν τριῶν τούτων τρόπων αὐτὸ κατεργάζεται, ἢ δημιουργῶν, ἢ προνοούμενος, ἢ παιδεύων.

Καὶ τοῦ μὲν δημιουργικοῦ τοῦ Θεοῦ τὸ κατ᾽ εἰκόνα ἐστὶ τὸ τῆς ψυχῆς ἐπιθυμητικόν· ἡ γὰρ ἐπιθυμία εἰς πρᾶξιν ἄγει· τοῦ δὲ προνοητικοῦ αὐτοῦ πάλιν σύμβολον τῆς ψυχῆς τὸ λογιστικόν· τοῦ δὲ παιδευτικοῦ τὸ θυμικὸν καθέστηκε σύσσημον. Καὶ ἴσως ἴδιον μὲν τῆς ψυχῆς ἡ ἐπιθυμία.

Πρὸ γὰρ πάσης λαλιᾶς τὰ νήπια ἔμψυχα γενόμενα εὐθέως ὀρέγονται τοῦ μαζοῦ καὶ τοῦ ὕπνου· τὸ δὲ λογιστικὸν εὔδηλον ὅτι τοῦ λογικοῦ τυγχάνει ἴδιον· τὸ δὲ θυμικὸν περὶ τὸν νοῦν συνίστασθαι πέφυκεν, ὃν καὶ ταράττεται ὁ παρὰ φύσιν θυμούμενος. Εἴ τις τοίνυν τὸ πῶς κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ὁ ἄνθρωπος βούλοιτο μαθεῖν, ταῦτα ψηλαφάτω, ἐν τούτοις καὶ τοῖς τοιούτοις ἀδύτοις τῶν νοημάτων εἰσίτω, καὶ τὴν ἑαυτοῦ κατασκευὴν τῆς φύσεως διασκοπείτω τὴν τῆς νοερᾶς ψυχῆς· ἅπαντα λεπτῶς τε καὶ ἰσχνῶς μανθανέτω τὰ ταύτης μέρη, τὰ μέρη τῶν μερῶν, τοὺς λόγους, τοὺς τρόπους καὶ προόδους, τὰς ἑνώσεις, τὰς διακρίσεις, τὸ ταύτης μονοειδὲς, τὸ τριμερὲς, τὸ ἑνιαῖον, τὸ δυϊκὸν, τὸ τριαδικὸν, πῶς καὶ μία ἐστὶ, καὶ ἐν τρισὶ θεωρεῖται, κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ μονὰς ἐν τριάδι, καὶ τριὰς ἐν μονάδι τυπικῶς γνωριζομένη. Ὅτι γὰρ καὶ μία ἐστὶ τῇ οὐσίᾳ, καὶ οὐ μία τῇ θεωρίᾳ τῶν ἑαυτῆς μερῶν, ἐδήλωσε σαφῶς ὁ εἰπὼν, Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ· προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ.

Μᾶλλον δὲ σαφέστερον ἡμᾶς διδάσκουσι ταύτην τὴν ἐν ἡμῖν κατ᾽ εἰκόνα τυπικὴν Θεοῦ τριάδα τινὲς τῶν ἀνθρώπων, ἔκ τινος πολλάκις αἰτίας ψυχὴν μὲν ἔσθ᾽ ὅτε ἔχοντες, νοῦν δὲ ἢ λόγον μὴ ἔχοντες· ἕτεροι δὲ πάλιν ψυχῆς καὶ λόγου εὐποροῦντες, νοῦ δὲ καθ᾽ ὅλου ἀποροῦντες· ἄλλοι πάλιν νοῦν καὶ ψυχὴν ἔχοντες, τοῦ δὲ λόγου ἐστερημένοι.

Ὅθεν καὶ ἡ τῶν νηπίων φύσις, ὡς ἐκ σκότους εἰς φῶς τικτομένη καὶ προσερχομένη, εὐθέως τὴν μὲν ψυχὴν φανεροῖ ἔχειν εἰς τύπον τοῦ Θεοῦ καὶ Πατρὸς, δυνάμει μὲν νοερὰν οὖσαν, καὶ ἐν αὐτῇ ἔχουσαν τὸν λόγον, καὶ τὸν νοῦν· κατὰ πρόβασιν δὲ προκόπτοντος καὶ αὔξοντος τοῦ σώματος δεύτερον ἐμφανίζει τὸν λόγον, καὶ τοῦτον οὐκ ἀθρόως οὐδὲ ἐξαίφνης, ἀλλὰ προψελλίζουσα, καὶ οἱονεὶ σκιαγραφοῦσα καὶ προμηνύουσα τὴν τοῦ Λόγου διὰ σαρκὸς γέννησιν καὶ τοῦ νοῦ δηλοῦται ἡ παρουσία, ὅτε εἰς ἄνδρα τέλειον προκόψῃ τὸ νήπιον.