Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ τὸν χριστιανὸν βιοῦν

Γρηγόριος ὁ Νύσσης

Η κάθαρση από τα κρυπτά και φανερά πάθη και η φρούρηση της ψυχής

Περιγραφή της κλήσης στην πνευματική τελειότητα, η αναγκαιότητα απομάκρυνσης από την κενοδοξία, και η προστασία του σώματος και της ψυχής μέσω της αποφυγής της αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 8

Δεῖ οὖν εἰδέναι τί τὸ θέλημα τοῦ θεοῦ, πρὸς ὃ βλέποντα σπουδάζειν 〈χρὴ〉 τὸν τῆς μακαρίας ζωῆς ὀρεγόμενον καὶ πρὸς ἐκείνην ἐπιθυμοῦντα τὸν ἑαυτοῦ διαθεῖναι βίον. ἔστιν οὖν θέλημα τέλειον τοῦ θεοῦ τὸ καθᾶραι διὰ τῆς χάριτος τὴν ψυχὴν παντὸς μολυσμοῦ, τῶν τοῦ σώματος ἡδονῶν ὑψηλοτέραν ποιήσαντα, καὶ προσάγειν αὐτὴν καθαρὰν τῷ θεῷ, ποθοῦσαν καὶ δυναμένην ἰδεῖν τὸ νοητὸν ἐκεῖνο καὶ ἄφραστον φῶς. τοὺς τοιούτους καὶ ὁ κύριος μακαρίζει λέγων· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται· καὶ ἐν ἄλλοις παραγγέλλει· Γίνεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. ἐπὶ ταύτην τὴν τελειότητα καὶ ὁ ἀπόστολος παρακαλεῖ τρέχειν λέγων· Ἵνα παραστήσω πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος· καὶ ὁ Δαβὶδ πνεύματι λαλῶν διδάσκει τοὺς ὀρθῶς φιλοσοφεῖν θέλοντας τὴν τῆς ἀληθινῆς φιλοσοφίας ὁδόν, δι᾽ ἧς χρὴ βαδίζειν πρὸς τὸν τέλειον σκοπόν, αἰτοῦντας παρὰ τοῦ διδόντος ἅπερ διὰ τοῦ Δαβὶδ τὸ πνεῦμα διδάσκει· Γενηθήτω, φησίν, ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. φοβεῖσθαι κελεύει τὴν αἰσχύνην καὶ ἀποδύεσθαι καθάπερ ἐσθῆτα ῥυπῶσαν καὶ ἄτιμον τοὺς ἐκείνην ἐκ τῆς κακίας περιθεμένους· πάλιν γάρ φησιν· Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.

ὁρᾷς ὡς ἐν τῷ πληρώματι τῶν ἐντολῶν τίθεται τὸ πνεῦμα τὴν παρρησίαν· καὶ πάλιν Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με· ἀλλαχοῦ δὲ ἐρωτᾷ· Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου; εἶτα ἀποκρίνεται· Ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. τὸν διὰ πάντων καθαρὸν τοῦτον ἐπὶ τὸ τοῦ θεοῦ ὄρος ἀνάγει, ὃς μήτε ἐννοίᾳ μήτε γνώσει μήτε ταῖς πράξεσιν εἰς τέλος κατεμίανε τὴν ψυχὴν ἐμμείνας τοῖς κακοῖς, καὶ ὅστις δι᾽ ἔργων τε καὶ 〈νοημάτων〉 ἀγαθῶν τὸ ἡγεμονικὸν ὑποδεξάμενος πνεῦμα τὴν ἑαυτοῦ καρδίαν διεφθαρμένην ὑπὸ κακίας πάλιν ἀνέκτισεν. ὁ δὲ ἅγιος ἀπόστολος περὶ παρθενίας λέγων τοῖς μετ᾽ αὐτῆς ζῆν ᾑρημένοις ὑπογράφει τὸν βίον ὁποῖον εἶναι δεῖ τὸν τοιοῦτον· Ἡ παρθένος, φησί, μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι, ψυχῇ τε καὶ σαρκὶ λέγων καθαρεύειν· καὶ φεύγειν πᾶσαν ἁμαρτίαν ὡς πορρωτάτω κελεύει, τήν τε ἐμφανῆ καὶ ὅση λαθραία, τουτέστι 〈παντελῶς ἀπέχεσθαι ἁμαρτημάτων τῶν τε〉 πρακτικῶν καὶ τῶν λογισμῷ τελουμένων· σκοπὸς γὰρ τῇ τὴν παρθενίαν τιμώσῃ ψυχῇ θεῷ πλησιάσαι καὶ γενέσθαι νύμφην Χριστοῦ.

Δεῖ οὖν τὸν ἐπιθυμοῦντα οἰκειωθῆναί τινι τὸν ἐκείνου τρόπον τῇ μιμήσει λαβεῖν ᾧ οἰκειοῦται· οὐκοῦν ἀνάγκη καὶ τὴν Χριστοῦ ποθοῦσαν γενέσθαι νύμφην τῷ τοῦ Χριστοῦ ὁμοιωθῆναι κάλλει δι᾽ ἀρετῆς κατὰ δύναμιν· οὐ γὰρ ἔστι συναφθῆναί ποτε φωτὶ μὴ πρὸς ἐκεῖνο λάμψαντα τὸ φῶς· καὶ τοῦ ἀποστόλου Ἰωάννου λέγοντος ἤκουσα· Πᾶς γάρ φησιν ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν· καὶ ὁ ἀπόστολος δὲ Παῦλος Μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ· δεῖ γὰρ τὴν μέλλουσαν ἀνίπτασθαι πρὸς τὸ θεῖον ψυχὴν καὶ κολλᾶσθαι Χριστῷ πᾶσαν ἐξελαύνειν ἁμαρτίαν ἀφ᾽ ἑαυτῆς, ὅση τε φανερῶς ταῖς πράξεσιν ἀποτελεῖται, κλοπὴν λέγω καὶ ἁρπαγὴν καὶ μοιχείαν καὶ πλεονεξίαν καὶ πορνείαν καὶ γλώσσης νόσον καὶ πᾶν ὅσον ἐμφανὲς ἁμαρτημάτων γένος, καὶ ὅση λάθρα ταῖς ψυχαῖς ἐγκαθημένη καὶ τοὺς ἔξω λανθάνουσα διεσθίει τὸν ἄνθρωπον πικρῶς τοῖς κακίστοις ὀδοῦσιν· αὕτη δέ ἐστι φθόνος ἀπιστία κακοήθεια δόλος, ὄρεξις ὧν μὴ δεῖ, μῖσος ἀλαζονεία κενοδοξία καὶ πᾶν τὸ ὕπουλον τῆς κακίας σμῆνος, ὅπερ ἐξ ἴσου τῷ φανερῷ γένει τῶν ἁμαρτημάτων ἡ γραφὴ μισεῖ καὶ βδελύττεται, συγγενῆ τε ὄντα ἀλλήλοις καὶ ἀπὸ τῆς αὐτῆς φυόμενα κακίας. τίνος δὲ ἐσκόρπισεν ὀστᾶ ὁ κύριος; οὐ τῶν ἀνθρωπαρέσκων; τίνα βδελύττεται ὁ κύριος ὥσπερ τὸν ἐναγῆ καὶ μιαιφόνον; οὐ τὸν ὕπουλον ἄνδρα καὶ δόλιον;

Ἄνδρα γὰρ αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος. οὐ φανερῶς ὁ Δαβὶδ τοῖς λαλοῦσιν εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν, καταρᾶται βοῶν πρὸς τὸν θεὸν Δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν; καὶ Ἐν καρδίᾳ, φησίν, ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ. τὴν ἐν τῷ κρυπτῷ κίνησιν τῆς ἁμαρτίας ἔργον ἐκάλεσεν ὁ θεός· διὰ τοῦτο παραγγέλλει μήτε τὰς παρὰ ἀνθρώπων εὐφημίας διώκειν μήτε τὰς παρ᾽ αὐτῶν ἀτιμίας αἰσχύνεσθαι. τοὺς γὰρ ἐπιδεικτικῶς ἐλεοῦντας τὸν πένητα καὶ τὴν μετάδοσιν ἐπὶ γῆς θριαμβεύοντας ἀποστερεῖ τῶν ἐν οὐρανοῖς μισθῶν ἡ γραφή· εἰ γὰρ ζητεῖς ἀνθρώποις ἀρέσαι καὶ διὰ τοῦτο δίδως, ἵνα ἐπαινεθῇς, πεπλήρωταί σου ὁ μισθὸς τῆς εὐποιίας τοῖς τῶν ἀνθρώπων ἐπαίνοις, δι᾽ οὓς τὸν ἔλεον ἐπεδείκνυσο. μὴ οὖν ζήτει μισθὸν ἐν οὐρανοῖς, κάτω τὰ ἔργα ἀποθέμενος, μηδὲ παρὰ θεοῦ προσδόκα τιμήν, παρὰ γὰρ τῶν ἀνθρώπων ταύτην ἀπείληφας. ποθεῖς ἀθάνατον δόξαν; τῷ δυναμένῳ παρασχεῖν ἣν ποθεῖς δεῖξον ἐν τῷ κρυπτῷ τὸν βίον. δέδοικας αἰσχύνην αἰώνιον; φοβοῦ τὸν ἀνακαλύπτοντα ταύτην ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ. πῶς οὖν λέγει ὁ κύριος Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς;

ὅτι κελεύει τὸν ἑπόμενον ταῖς ἐντολαῖς τοῦ θεοῦ πᾶν ὅπερ ἂν ποιῇ πρὸς ἐκεῖνον βλέποντα ποιεῖν καὶ τούτῳ μόνον ἀρέσκειν, μηδεμίαν παρὰ τῶν ἀνθρώπων δόξαν θηρώμενον· ἀλλὰ φεύγειν μὲν τοὺς παρὰ τούτων ἐπαίνους καὶ τὴν ἐπίδειξιν, διὰ δὲ τοῦ βίου καὶ τῶν ἔργων γνωρίζεσθαι πᾶσιν, ὅπως θεαταὶ τούτων γενόμενοι, οὐκ εἶπε “θαυμάσωσι τὸν ἐπιδεικνύμενον„, ἀλλὰ “δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.„ ἐκεῖ γὰρ κελεύει πᾶσαν ἀναφέρεσθαι δόξαν καὶ πρὸς τὸ ἐκείνου θέλημα πᾶσαν ἀπαρτίζεσθαι πρᾶξιν, παρ᾽ ᾧ καὶ ὁ μισθὸς ἀπόκειται τῶν τῆς ἀρετῆς ἔργων. σὲ δὲ κελεύει φεύγειν καὶ ἀποστρέφεσθαι τὴν ἀπὸ τῶν γλωσσῶν καὶ τῆς γῆς εὐφημίαν· ὁ δὲ ταύτην ζητῶν καὶ πρὸς ταύτην ἕλκων τὸν βίον οὐ τῆς αἰωνίου δόξης ἀποστερεῖται μόνον, ἀλλ᾽ ἤδη προσδοκάτω καὶ τιμωρίαν· Οὐαὶ γάρ, φησίν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. φεῦγε οὖν πᾶσαν ἀνθρωπίνην τιμήν, ἧς τὸ πέρας αἰσχύνη καὶ ἀτιμία αἰώνιος, καὶ ὀρέγου τῶν ἄνω ἐπαίνων, τὸ τοῦ Δαβὶδ λέγων· Παρὰ σοῦ ὁ ἔπαινός μου· καὶ Ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ὁ δὲ μακάριος ἀπόστολος οὐδὲ τὸν ἐσθίοντα κελεύει ῥᾳθύμως μετέχειν τῆς προκειμένης τροφῆς, ἀλλ᾽ ἀποδιδόναι πρότερον τὴν δόξαν τῷ δεδωκότι τὰς τοῦ ζῆν ἀφορμάς· οὕτω μέχρι παντὸς παρεγγυᾶται τὰς μὲν παρὰ τῶν ἀνθρώπων ἀτιμάζειν δόξας, τὴν δὲ παρὰ τοῦ μόνου θεοῦ ζητεῖν.

ὁ γὰρ οὕτως ἔχων πιστὸς ὀνομάζεται παρὰ τοῦ κυρίου· τὸν δὲ τῆς ἐνταῦθα τιμῆς ἐφιέμενον τοῖς ἀπίστοις ἐγκαταλέγει· Πῶς γὰρ δύνασθε, φησίν, ὑμεῖς πιστεύειν δόξαν παρ᾽ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; τὸ δὲ μῖσος ὁποῖόν ἐστιν, ἄκουσον τοῦ Ἰωάννου λέγοντος· Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον.

ἐκβάλλει τῆς ζωῆς τὸν μισοῦντα τὸν ἀδελφὸν ὥσπερ τὸν ἀνδροφόνον, μᾶλλον δὲ ἄντικρυς φόνον ὀνομάζει τὸ μῖσος· ὁ γὰρ τὴν πρὸς τὸν πλησίον ἀγάπην ἀνελὼν καὶ διαφθείρας καὶ ἀντὶ φίλου πολέμιος γεγονὼς εἰκότως ἄν †τις συναριθμοῖτο, τὴν ἐκείνων πρὸς τοὺς ἐπιβουλευομένους ἔχθραν κεκρυμμένην τῷ πλησίον φυλάσσων· ὡς δὲ οὐδεμία διαφορὰ τῶν ἔνδον κεκρυμμένων κακῶν πρὸς τὰ ἐμφανῆ καὶ ὁρώμενα, σαφῶς διὰ τούτων δηλοῖ ὁ ἀπόστολος συνάγων αὐτὰ καὶ ὁμοτίμως ἀπαριθμούμενος· Καθὼς οὐκ ἐδοκίμασαν, φησί, τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ πορνείᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ· μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας· ψιθυριστὰς καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους ἀλαζόνας ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀσπόνδους ἀνελεήμονας, οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, 〈οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν〉.

Ὁρᾷς πῶς τὴν κακοήθειαν καὶ τὴν ὑπερηφανίαν καὶ τὸν δόλον καὶ τὰ λοιπὰ τῶν κρυπτῶν τῷ φόνῳ καὶ τῇ πλεονεξίᾳ καὶ τοῖς τοιούτοις πᾶσι συνέπλεξε; τί δὲ αὐτὸς ὁ κύριος βοᾷ λέγων· Τὸ ὑψηλὸν παρὰ τοῖς ἀνθρώποις βδέλυγμα παρὰ τῷ θεῷ ἐστιν, καὶ Ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ ἡ Σοφία φησὶν Ἀκάθαρτος παρὰ κυρίῳ πᾶς ὑψηλοκάρδιος· πολλὰ δὲ καὶ ἐν ταῖς ἄλλαις γραφαῖς εὕροι τις ἂν εἰς κατηγορίαν τῶν ταῖς ψυχαῖς ἐγκρυπτομένων παθῶν. οὕτω δέ ἐστι πονηρὰ ταῦτα καὶ δυσίατα καὶ τὴν ἰσχὺν ἐν τῷ βάθει τῆς ψυχῆς κεκτημένα, ὥστε μὴ δυνατὸν εἶναι διὰ μόνης τῆς ἀνθρωπίνης σπουδῆς καὶ ἀρετῆς ἐκτρῖψαι καὶ ἀνελεῖν, εἰ μή τις τὴν τοῦ πνεύματος δύναμιν σύμμαχον δι᾽ εὐχῆς προσλαβὼν ἐπικρατήσειεν τῆς ἔνδον τυραννούσης κακίας, ὡς αὐτὸ διδάσκει τὸ πνεῦμα τῇ τοῦ Δαβὶδ φωνῇ χρώμενον· Ἐκ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου.

Δύο γὰρ ὄντων [ἀνθρώπων], ἐξ ὧν ὁ εἷς ἄνθρωπος ἥρμοσται, ψυχῆς τε καὶ σώματος, καὶ τοῦ μὲν ἔξωθεν περιέχοντος, τῆς δὲ ἔνδον παρὰ τὸν βίον μενούσης, τῷ μὲν δεῖ καθάπερ ναῷ θεοῦ παραγρυπνεῖν, τηροῦντα μή τι τῶν φανερῶν ἁμαρτημάτων προσπεσὸν κατασείσῃ καὶ διαφθείρῃ· περὶ τούτου γὰρ ἀπειλεῖ καὶ ὁ ἀπόστολος λέγων· Ὁ φθείρων τὸν ναὸν τοῦ θεοῦ φθερεῖ τοῦτον ὁ θεός· τὴν δὲ ἔνδον χρὴ διὰ πάσης φρουρεῖν φυλακῆς, μή τις λόχος κακίας ἐκ βάθους ποθὲν ἀνακύψας καὶ τὸν τῆς εὐσεβείας λογισμὸν διαφθείρας δουλώσῃ τὴν ψυχήν, πληρώσας τῶν διελκόντων αὐτὴν λάθρα παθῶν.

Δεῖ οὖν φρουρεῖν ἀσφαλῶς ἐπιστρεφόμενον πυκνὰ πρὸς τὴν ψυχὴν ὥσπερ τὸν στρατηγὸν ἐπιβοῶντα καὶ ἐπικελευόμενον· ἄνθρωπε, Πάσῃ φυλακῇ τήρει τὴν σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς· ψυχῆς δὲ φρουρὰ λογισμὸς εὐσεβὴς φόβῳ θεοῦ καὶ χάριτι πνεύματος καὶ ἀρετῆς ἔργοις ὠχυρωμένος· ὁ γὰρ τούτοις τὴν ἑαυτοῦ ψυχὴν καθοπλίσας ῥᾳδίως τρέπεται τοῦ τυράννου τὰς προσβολάς, δόλον λέγω καὶ ἐπιθυμίαν καὶ τῦφον ὀργήν τε καὶ φθόνον καὶ ὅσα πονηρὰ τῆς κακίας ἔνδον ἔστι κινήματα. χρὴ δὲ τὸν τῆς ἀρετῆς γεωργὸν ἁπλοῦν τινα εἶναι καὶ βέβαιον, μόνους εἰδότα γεωργεῖν τοὺς τῆς εὐσεβείας καρπούς, καὶ μήτε τὸν βίον ἐκτρέπειν ποτὲ πρὸς τὰς τῆς κακίας ὁδοὺς μήτε τὸν λογισμὸν τῆς εὐσεβείας ἀφέλκειν τῆς πίστεως, ἀλλ᾽ εἶναι μονότροπόν τινα καὶ εὐθῆ καὶ ἄπειρον τῶν ἔξω τῆς ἰδίας ὁδοῦ κειμένων παθῶν· οὐδὲ γὰρ δυνατὸν τὴν τῷ μόνῳ ἀνδρὶ συζῶσαν καὶ τὴν τοῦ γάμου καταπορνεύουσαν τὸν αὐτὸν προσδοκᾶν τοῦ βίου μισθόν.

Οὐ ζεύξεις, φησὶν ὁ μακάριος Μωυσῆς, ἐν τῇ ἅλῳ σου ἀλλογενῆ ζῷα ἐπὶ τὸ αὐτὸ οἷον βοῦν καὶ ὄνον, ἀλλὰ τὰ ὁμογενῆ ζεύξας ἀλοήσεις τὸν ἀμητόν σου· οὐδὲ συνυφανεῖς ἐρεῷ ἱματίῳ λῖνον οὐδὲ πάλιν λινῷ ἐρέαν· οὐ γεωργήσεις ἐν τῇ χώρᾳ τῆς γῆς σου δύο καρποὺς ἐπὶ τὸ αὐτὸ οὐδὲ δεύτερον τοῦ ἐνιαυτοῦ· οὐκ ἐπιβαλεῖς ἑτερογενὲς ζῷον ἐπὶ ἕτερον εἰς γονήν, ἀλλὰ τὰ ὁμογενῆ τοῖς ὁμογενέσι συζεύξεις.

Τί ταῦτα τῷ ἁγίῳ βούλεται τὰ αἰνίγματα; τὸ μὴ δεῖν ἐν τῇ αὐτῇ ψυχῇ κακίαν καὶ ἀρετὴν συμφυτεύειν ἀλλήλαις μηδὲ μερίζοντα τὸν βίον τοῖς ἐναντίοις ἀκάνθας τε ὁμοῦ καὶ σῖτον ἐκ τῆς αὐτῆς ψυχῆς γεωργεῖν μηδὲ τὴν τοῦ Χριστοῦ νύμφην τοῖς ἐχθροῖς τοῦ Χριστοῦ μοιχᾶσθαι καὶ τὸ μὲν κύειν φῶς, τὸ δὲ ζόφον τίκτειν· οὐ γὰρ πέφυκε ταῦτα συμβαίνειν ἀλλήλοις ὥσπερ οὐδὲ τὰ τῆς ἀρετῆς μέρη τοῖς μέρεσι τῆς κακίας. ποία γὰρ φιλία σωφροσύνης πρὸς ἀκρασίαν; ποία δὲ πρὸς ἀδικίαν δικαιοσύνης ὁμόνοια; τίς δὲ φωτὶ κοινωνία πρὸς σκότος; οὐχὶ ἀεὶ τὸ ἕτερον ὑπεξίσταται τῷ ἑτέρῳ καὶ μένειν οὐκ ἐθέλει πρὸς τὸ μαχόμενον; δεῖ οὖν τὸν σοφὸν γεωργὸν καθάπερ ἐκ πηγῆς ποτίμου καὶ ἀγαθῆς καθαρὰ πέμπειν τοῦ βίου τὰ νάματα καὶ παντὸς ἀμιγῆ βορβόρου, μόνα τὰ τοῦ θεοῦ γεώργια εἰδότα καὶ τούτοις πονοῦντα διὰ βίου καὶ παραμένοντα, ὅπως κἂν ὑποφύηταί τις ξένος ἐν τῷ κρυπτῷ τῶν τῆς ἀρετῆς καρπῶν λογισμός, τοὺς σοὺς ἰδὼν πόνους ὁ πάντα ὁρῶν ταχέως τῇ ἑαυτοῦ δυνάμει τὴν δολερὰν ἐκείνην καὶ ὕπουλον ῥίζαν τῶν λογισμῶν πρὸ τῆς βλάστης ἐκτέμῃ. τῷ γὰρ τοῖς τῆς ἀρετῆς προσκαρτεροῦντι πόνοις ἀκολουθεῖ ταχέως ἡ τοῦ πνεύματος χάρις τὰ τῆς κακίας διαφθείρουσα σπέρματα, καὶ οὐκ ἔστιν ἁμαρτεῖν τῆς ἐλπίδος οὐδὲ ἀνεκδίκητον παροφθῆναι τὸν ἀεὶ παρεδρεύοντα τῷ θεῷ.