Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ τὸν χριστιανὸν βιοῦν

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή: Η κλίση της ψυχής προς τον Θεό και ο σκοπός του έργου

Αναφορά στη φυσική τάση της ψυχής προς τον Θεό και η ανταπόκριση του συγγραφέα στο αίτημα για τη σύνταξη ενός οδηγού του χριστιανικού βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 8

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΘΕΟΝ ΣΚΟΠΟΥ ΚΑΙ ΤΗΣ ΚΑΤΑ ΑΛΗΘΕΙΑΝ ΑΣΚΗΣΕΩΣ Εἴ τις μικρὸν ἀποστήσας τοῦ σώματος τὴν διάνοιαν καὶ τῆς τῶν παθῶν δουλείας τε καὶ ἀφροσύνης ἔξω γενόμενος ἀδόλῳ καὶ εἰλικρινεῖ λογισμῷ τὴν αὐτὸς ἑαυτοῦ κατίδοι ψυχήν, ὄψεται καθαρῶς ἐν τῇ ταύτης φύσει τοῦ θεοῦ τήν τε πρὸς ἡμᾶς ἀγάπην καὶ τὸ βούλημα τῆς ἐκείνου δημιουργίας. εὑρήσει γὰρ τοῦτον τὸν τρόπον ἐπισκοπῶν συνουσιωμένην τε καὶ συμπεφυκυῖαν τῷ ἀνθρώπῳ τὴν ἐπὶ τὸ καλόν τε καὶ ἄριστον τῆς ἐπιθυμίας ὁρμὴν καὶ τῆς νοητῆς ἐκείνης καὶ μακαρίας εἰκόνος, ἧς ὁ ἄνθρωπος μίμημα, τὸν ἀπαθῆ καὶ μακάριον ἔρωτα συνημμένον τῇ φύσει. ἀλλὰ πλάνη τις τῶν ὁρατῶν τούτων καὶ ῥεόντων ἀεὶ διὰ πάθους ἀλόγου καὶ πικρᾶς ἡδονῆς τὴν ἀμελῆ καὶ ἀφύλακτον ὑπὸ ῥᾳθυμίας ψυχὴν ἀπατῶσα καὶ γοητεύουσα πρὸς κακίαν ἕλκει δεινήν, γεννωμένην τε ἐκ τῶν ἡδονῶν τοῦ βίου καὶ γεννῶσαν θάνατον τοῖς ἑαυτῆς ἐρασταῖς. διὰ τοῦτο τὴν γνῶσιν τῆς ἀληθείας, τὸ σωτήριον ταῖς ψυχαῖς φάρμακον, ἡ τοῦ σωτῆρος ἡμῶν τοῖς πόθῳ δεχομένοις ἐδωρήσατο χάρις· ὑφ᾽ ἧς λύεται μὲν ἡ γοητεύουσα τὸν ἄνθρωπον πλάνη, τὸ δὲ τῆς σαρκὸς ἄτιμον κατασβέννυται φρόνημα, τῷ τῆς ἀληθείας φωτὶ πρὸς τὸ θεῖόν τε καὶ τὴν ἑαυτῆς σωτηρίαν ὁδηγουμένης τῆς ψυχῆς, ἣ τὴν γνῶσιν ἐδέξατο.

Ἐπειδὴ τοίνυν ταύτην ὑμεῖς ἀξίως λαμβάνοντες τὴν γνῶσιν καὶ τὸν θεῖον ἔρωτα κατὰ τὴν δοθεῖσαν τῇ ψυχῇ φύσιν εὐθύνοντες συνεληλύθατε προθύμως, κοινῇ πληροῦντες τὸν ἀποστολικὸν ἐν ταῖς πράξεσι χαρακτῆρα καὶ ποθοῦντες ὁδηγόν τινα παρ᾽ ἡμῶν καὶ ἡγεμόνα τῆς τοῦ βίου πορείας λόγον λαβεῖν, ὃς εἰς τὴν εὐθεῖαν ἄξει, δεικνὺς ἀκριβῶς τίς μὲν ὁ τοῦ βίου τούτου τοῖς μετιοῦσι σκοπός, τί δὲ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον βούλημα τοῦ θεοῦ καὶ ποία τις πρὸς τὸν σκοπὸν τοῦτον ὁδός, ὅπως τε συνεῖναι προσήκει τοὺς ταύτην πορευομένους ἀλλήλοις, καὶ ὅπως χρὴ τοὺς προεστῶτας εὐθύνειν τὸν τῆς φιλοσοφίας χορόν, οἵοις τε δεῖ πόνοις κεχρῆσθαι τοὺς ἐπὶ τὸ ἀκρότατον μέλλοντας ἀνιέναι τῆς ἀρετῆς καὶ τὰς ἑαυτῶν ψυχὰς πρὸς τὴν τοῦ πνεύματος ὑποδοχὴν ἀξίας παρασκευάζειν· ἐπειδὴ τοίνυν τοῦτον ἡμᾶς ἀπαιτεῖτε τὸν λόγον, οὐχ ἁπλῶς ἀπὸ στόματος ἀλλὰ γράμμασι τυπωθέντα, ὅπως ἐν τούτοις ἔχοντες αὐτὸν ἀποκείμενον καθάπερ ἐκ ταμιείου μνήμης πρὸς τὰς κατὰ καιρὸν χρείας ταύτην † λαμβάνητε, πειρασόμεθα κατὰ τὴν χορηγοῦσαν ἡμῖν τοῦ πνεύματος χάριν ἐπὶ τῇ παρούσῃ προθυμίᾳ εἰπεῖν, εἰδότες ἀκριβῶς ὡς ὁ τῆς εὐσεβείας ἐν ὑμῖν κανὼν τῷ ὀρθῷ τῆς πίστεως πέπηγε δόγματι, μίαν ἔχων τῆς μακαρίας τε καὶ ἀϊδίου τριάδος θεότητα μηδαμῶς μηδαμῇ παρηλλαγμένην ἀλλ᾽ ἐν μιᾷ μὲν οὐσίᾳ, μιᾷ δὲ δόξῃ, τῷ αὐτῷ δὲ βουλήματι νοουμένην τε καὶ προσκυνουμένην κατὰ τὰς τρεῖς ὑποστάσεις, ὡς προλαβόντες ὑπὸ μάρτυσι πολλοῖς κατεθέμεθα τὴν ὁμολογίαν τῷ λούσαντι ἡμᾶς ἐν τῇ τοῦ μυστηρίου πηγῇ πνεύματι· ταύτην συνειδότες ὑμῖν τὴν εὐσεβῆ καὶ ἀδιαμάρτητον τῆς πίστεως ὁμολογίαν ἐν τῷ βάθει τῆς ψυχῆς ἀσφαλῶς ἱδρυμένην τήν τε ἄνω πρὸς τὸ ἀγαθὸν καὶ μακάριον διὰ τῆς τῶν πραγμάτων πορείας ὁρμὴν ὑμῶν καὶ ἀνάβασιν, γράφομεν ὑμῖν βραχέα τὰ σπέρματα τῆς διδασκαλίας, ἀπὸ τῶν προδωρηθέντων ἡμῖν παρὰ τοῦ πνεύματος †γραφῶν ἐκλεγόμενοι, καὶ αὐτὰ δὲ πολλαχοῦ τὰ τῆς γραφῆς ῥήματα κατὰ τὴν χρείαν τιθέντες εἰς πίστιν τῶν λεγομένων καὶ εἰς φανέρωσιν τῆς ἡμετέρας περὶ αὐτὴν ὑπολήψεως, ὅπως ἂν μὴ δοκοίημεν ἀφέντες τὴν ἄνωθεν χάριν νόθα τίκτειν αὐτοὶ φαύλῃ τινὶ καὶ ταπεινῇ διανοίᾳ καὶ τοῖς ἔξωθεν λογισμοῖς τύπους εὐσεβείας πλάττοντες τούτους ἐπεισάγειν ἀμαθῶς ταῖς γραφαῖς φρονήματι ματαίῳ πεφυσημένοι.