Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ τὸν χριστιανὸν βιοῦν

Γρηγόριος ὁ Νύσσης

Η προσευχή, η αγάπη και η ταπεινοφροσύνη στον πνευματικό αγώνα

Η σπουδαιότητα της επίμονης προσευχής, η υπεροχή της αγάπης ως θεμελίου των πνευματικών χαρισμάτων και η ταπεινοφροσύνη ως κορύφωση της χριστιανικής άσκησης έναντι της υπερηφάνειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 8

Εἶδες τὴν ἐν τῷ εὐαγγελίῳ χήραν, ἣ προσῆγε μὲν οὐ φιλανθρώπῳ κριτῇ τὸ τῆς ἀδικίας μέγεθος, ἡ δὲ πολλὴ περὶ τὴν δέησιν σχολὴ καὶ καρτερία νικήσασα τοῦ δικαστοῦ τὸν τρόπον ἐκκαλεῖ πρὸς τὴν τοῦ ἀδικήσαντος τιμωρίαν. μὴ τοίνυν μηδὲ σὺ προσευχόμενος ἀπείπῃς· εἰ γὰρ τὸ ἐκείνης περὶ τὴν δέησιν ἀναιδὲς ἄρχοντος ἀνηλεοῦς ἔκλινε γνώμην, πῶς ἡμᾶς χρὴ τῆς περὶ τὸν θεὸν ἀπογνῶναι σπουδῆς, οὗ τὸ ἔλεος φθάνειν οἶδε πολλάκις τοὺς αἰτοῦντας; ἀλλὰ καὶ αὐτὸς ὁ κύριος ἀποδεχόμενος τὴν περὶ τὰς εὐχὰς ἡμῶν ἐπιμονὴν καὶ προτρέπων χρῆσθαι τῇ σπουδῇ Ἴδετε, φησί, τί λέγει ὁ ἄδικος κριτής· πόσῳ μᾶλλον ποιήσει ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· ναὶ λέγω ὑμῖν ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει. καὶ ὁ ἀπόστολος δὲ πολλὴν σπουδὴν καὶ ἀγῶνα ἔχων εἰς τελείαν προκοπὴν τοὺς τῆς εὐσεβείας μαθητὰς ἐλθεῖν, ἅμα δὲ καὶ τὸν τῆς ἀληθείας σκοπὸν φανερὸν πᾶσι καθιστῶν φησί· Νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ, εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος.

καὶ πάλιν τοῖς τὴν σφραγῖδα τοῦ πνεύματος διὰ τοῦ βαπτίσματος †κατηξιωμένοις ἐπεύχεται τῆς νοητῆς ἡλικίας λαβεῖν αὐτοὺς αὔξησιν διὰ τῆς ἐπιχορηγίας τοῦ πνεύματος λέγων· Διὰ τοῦτο ἀκούσας τὴν καθ᾽ ὑμᾶς πίστιν καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους οὐ παύομαι προσευχόμενος ὑπὲρ ὑμῶν καὶ αἰτούμενος, ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας· εἶτά φησι περὶ τοῦ τρόπου τῆς μεταλήψεως τοῦ πνεύματος· Κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν.

καθαρῶς περὶ τῆς τοῦ πνεύματος λέγει μετουσίας καὶ τῆς ἐκείνου πρὸς τοὺς μεταλαμβάνοντας ἐνεργείας, ὅπως ἄν, φησίν, καὶ ὑμεῖς τὸν αὐτὸν δέξησθε τρόπον τὴν ἐκείνου πληροφορίαν· εἶτα ὀλίγον ὑποκαταβὰς τῆς ἐπιστολῆς μεῖζόν τι αὐτοῖς ἐπεύχεται, τελειοτέραν ζητῶν ἐλθεῖν ἐπ᾽ αὐτοὺς τὴν τοῦ πνεύματος δύναμιν· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· ἵνα δῴη ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένους καὶ τεθεμελιωμένους· ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.

Ἤδη δὲ καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ περὶ τῶν αὐτῶν τοῖς μαθηταῖς διαλέγεται τὸν τοῦ πνεύματος θησαυρὸν αὐτοῖς ἀποκαλύπτων καὶ παρακαλῶν μετασχεῖν· Ζηλοῦτε γάρ φησιν τὰ πνευματικὰ χαρίσματα· καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι· καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. τί δὲ τὸ κέρδος τῆς ἀγάπης καὶ ποῖα τὰ ταύτης βλαστήματα, τίνων τε ἀφίστησι τὸν ἔχοντα αὐτὴν καὶ τίνα παρέχει, σαφῶς ἐν τούτοις δηλοῖ· Ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, 〈οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,〉 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. πάνυ σοφῶς καὶ ἀκριβῶς Οὐδέποτε, φησίν, ἐκπίπτει ἡ ἀγάπη. τί δὲ τοῦτό ἐστιν;

κἂν τῶν ἄλλων τις τύχῃ χαρισμάτων, ὧν τὸ πνεῦμα παρέχει (γλώσσας λέγω ἀγγέλων καὶ προφητείαν καὶ γνῶσιν καὶ χαρίσματα ἰαμάτων), μηδέπω δὲ λυτρωθῇ καθαρῶς ἀπὸ τῶν ἔνδον ἐνοχλούντων παθῶν τῇ τοῦ πνεύματος ἀγάπῃ μηδὲ τὸ τέλειον τῆς σωτηρίας ἐν τῇ ψυχῇ δέξηται φάρμακον, ἐν φόβῳ καθέστηκεν ἔτι τῆς πτώσεως, τὴν στηρίζουσαν καὶ βεβαιοῦσαν ἐν τῇ τῆς ἀρετῆς στάσει μὴ ἔχων ἀγάπην.

Μὴ οὖν οἰηθεὶς διὰ τὴν πλουσίαν καὶ ἄφθονον τοῦ πνεύματος χάριν μηδενὸς ἔτι δεῖσθαι πρὸς τὴν τελείωσιν ἐναπομείνῃς τοῖς ἐκείνου δωρήμασιν· ἀλλ᾽ ὅταν ἔλθῃ πρὸς σὲ τῆς δωρεᾶς ἐκείνης ὁ πλοῦτος, τότε γίνου τῷ φρονήματι πένης, ὑποπτήσσων ἀεὶ καὶ τὴν ἀγάπην ὥσπερ τινὰ κρηπῖδα τοῦ τῆς χάριτος θησαυροῦ προσδοκῶν τῇ ψυχῇ καὶ πρὸς πᾶν ἀγωνιζόμενος πάθος, μέχρις 〈ἂν〉 ἐπὶ τὸ ἄκρον τοῦ τῆς εὐσεβείας ἀφίκῃ σκοποῦ, ἐφ᾽ ὃν αὐτός τε ἔφθασεν ὁ ἀπόστολος καὶ τοὺς μαθητὰς ἀνάγει δι᾽ εὐχῆς τε καὶ διδαχῆς ὑποδεικνὺς τοῖς ἀγαπῶσι τὸν κύριον, τὴν ὑπὸ τῆς ἀγάπης ἐπὶ τὸ κρεῖττον μεταβολήν τε καὶ χάριν λέγων· Οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ κτίσις καινή· καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχοῦσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. καὶ πάλιν· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθε. τὸ καινὴ κτίσις ἀποστολικός ἐστι κανών· ἔστι δὲ οὗτος ὃν αὐτὸς ἐν ἄλλῳ μέρει σαφῶς ἐδήλωσεν εἰπών· Ἵνα παραστήσω αὐτὸς ἑαυτῷ τὴν ἐκκλησίαν ἔνδοξον, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. καινὴν κτίσιν ἐκάλεσε τὴν ἐν καθαρᾷ καὶ ἀμώμῳ ψυχῇ καὶ πάσης ἀπηλλαγμένῃ κακίας καὶ πονηρίας καὶ αἰσχύνης ἐνοίκησιν τοῦ ἁγίου πνεύματος.

ὅταν γὰρ μισήσῃ μὲν ἡ ψυχὴ τὸ ἁμαρτάνειν, οἰκειώσῃ δὲ ἑαυτὴν τῷ θεῷ κατὰ δύναμιν τῇ τῆς ἀρετῆς πολιτείᾳ καὶ δέξηται μεταποιηθεῖσα τῷ βίῳ τὴν τοῦ πνεύματος εἰς ἑαυτὴν χάριν, καινὴ γέγονεν ὅλη καὶ ἀνεκτίσθη. καὶ τὸ Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, τοῦτο δηλοῖ, καὶ τὸ Ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. ἐπειδὴ γὰρ πολλοὺς μὲν ἵστησιν ὁ πειρατὴς τῇ ψυχῇ βρόχους πανταχόθεν αὐτῇ τὴν ἑαυτοῦ κακίαν προβάλλων, ἐλάττων δὲ καθ᾽ ἑαυτὴν ἡ ἀνθρωπίνη δύναμις τῆς κατ᾽ ἐκείνου νίκης, ὁπλίζειν ἡμᾶς ὁ ἀπόστολος κελεύει τὰ μέλη τοῖς οὐρανίοις ὅπλοις, τὸν θώρακα τῆς δικαιοσύνης κελεύων ἐνδύσασθαι καὶ ὑποδήσασθαι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τῆς εἰρήνης καὶ περιζώσασθαι τὴν ὀσφὺν ἐν ἀληθείᾳ, ἐπὶ πᾶσι δὲ τὸν θυρεὸν τῆς πίστεως ἀναλαβόντες, δι᾽ ἧς φησι Δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· βέλη δέ ἐστι πεπυρωμένα τὰ ἀκόλαστα πάθη· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι παρεγγυᾷ καὶ τὴν ἁγίαν μάχαιραν τοῦ πνεύματος· μάχαιραν δὲ ἁγίαν λέγει τὸν ἐν δυνάμει θεοῦ λόγον, ᾧ χρὴ τὴν δεξιὰν τῆς ψυχῆς ὁπλίσαντα τὰς τοῦ ἐχθροῦ μηχανὰς ἀποκρούεσθαι.

Πῶς οὖν ἡμῖν ληπτέον τὰ ὅπλα, παρ᾽ αὐτοῦ μάθε τοῦ ἀποστόλου λέγοντος· Διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει· ὅθεν καὶ ὑπερεύχεται πάντων οὕτως· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν. καὶ πάλιν· Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ὁρᾷς ὅσους ὑπέδειξέ σοι τρόπους τῆς σωτηρίας εἰς μίαν τείνοντας ὁδὸν καὶ σκοπὸν ἕνα τοῦ τέλειον εἶναι Χριστιανόν; τοῦτο γάρ ἐστι τὸ πέρας εἰς ὃ δεῖ φθάσαι διὰ πίστεως ἰσχυρᾶς καὶ ἐλπίδος βεβαίας τοὺς τῆς ἀληθείας ἐραστὰς ἐν ἡδονῇ μετὰ ἀγῶνος καὶ προθυμίας βαδίζοντας. τούτοις καὶ πληροῦται ῥᾳδίως ὁ πρὸς τὸ ἄκρον τῶν ἐντολῶν τοῦ βίου δρόμος, ὧν ἐξήρτηται πᾶς προφήτης μετὰ τοῦ νόμου. τίνας λέγω τὰς ἐντολάς; Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ τὸν πλησίον σου ὡς σεαυτόν.

Ὁ μὲν οὖν σκοπὸς τῆς εὐσεβείας τοιοῦτος, ὃν αὐτός τε ὁ κύριος καὶ οἱ παρ᾽ ἐκείνου τὸ εἰδέναι λαβόντες ἀπόστολοι παρέδοσαν ἡμῖν· εἰ δὲ διὰ μακροτέρων ἀποδεικνύντες εἰς μῆκος προηγάγομεν τὸν λόγον, τοῦ παραστῆσαι τὴν ἀλήθειαν μᾶλλον ἢ τοῦ συντεμεῖν τὰ λεγόμενα φροντίζοντες, μεμφέσθω μηδείς.

δεῖ γὰρ τοὺς ὀρθῶς φιλοσοφεῖν ἐγνωκότας καὶ τὰς ψυχὰς ἐκ τῶν τῆς κακίας μολυσμῶν λυτρουμένους ἀκριβῶς εἰδέναι τὸν τῆς φιλοσοφίας σκοπόν, ὅπως μεμαθηκότες τῆς τε πορείας τὸν πόνον καὶ τοῦ δρόμου τὸ πέρας ῥίψωσι μὲν πάντες τὴν αὐθάδειαν καὶ τὸ μέγα φρονεῖν ἐπὶ τοῖς κατορθώμασι, τὴν δὲ ἑαυτῶν ψυχὴν μετὰ τοῦ βίου κατὰ τὸ πρόσταγμα τῆς γραφῆς ἀρνησάμενοι πρὸς ἕνα βλέπωσι πλοῦτον, ὃν τῆς εἰς Χριστὸν ἀγάπης ἆθλον τοῖς ἀγαπῶσιν ἔθηκεν ὁ θεός, καλῶν εἰς αὐτὸν πάντας τοὺς τὸν ἀγῶνα τοῦ λαβεῖν προθύμως ὑφισταμένους, οἷς ἐξαρκεῖ πρὸς τὴν τοῦ τοιούτου βίου πορείαν ἐφόδιον ὁ σταυρὸς τοῦ Χριστοῦ· ὃν δεῖ μετ᾽ εὐφροσύνης καὶ ἀγαθῆς ἐλπίδος βαστάζοντας ἀκολουθεῖν τῷ σωτῆρι θεῷ, νόμον καὶ ὁδὸν τοῦ βίου τὴν ἐκείνου ποιουμένους οἰκονομίαν, καθὼς εἶπεν αὐτὸς ὁ ἀπόστολος· Μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ· καὶ πάλιν· Δι᾽ ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν· δέος γὰρ μὴ τοῖς παρὰ τοῦ πνεύματος δωρήμασιν ἐπαιρόμενοι καὶ τὸ κατορθῶσαί τι δι᾽ ἀρετὴν ἀφορμὴν λαβόντες εἰς τὸ φρονεῖν καὶ σεμνύνεσθαι, πρὶν εἰς τέλος τῶν ἐλπιζομένων ἐλθεῖν, ἐκπέσωμεν τῆς ὁρμῆς, ἀχρεῖον ἑαυτοῖς καὶ τὸν προλαβόντα πόνον τῇ αὐθαδείᾳ ποιήσαντες καὶ ἀνάξιοι φανέντες τῆς τελειότητος, εἰς ἣν ἡ τοῦ πνεύματος εἷλκεν ἡμᾶς χάρις.

Δεῖ οὖν μηδαμοῦ τὸν τοῦ πόνου τόνον ἐκλύειν μηδὲ ἐξίστασθαι τῶν προκειμένων ἀγώνων μηδὲ τοῖς κατόπιν εἴ τι πέπρακται σπουδαῖον προσέχειν, ἀλλ᾽ ἐκείνων μὲν λήθην λαμβάνειν, ἐπὶ δὲ τὸ ἔμπροσθεν κατὰ τὸν ἀπόστολον ἐπεκτείνεσθαι καὶ συντρίβειν ταῖς τῶν πόνων φροντίσι τὴν καρδίαν, ἀκόρεστον ἔχοντας τὴν τῆς δικαιοσύνης ἐπιθυμίαν, ἧς μόνης χρὴ πεινῆν καὶ διψῆν τοὺς εἰς τὸ τέλειον φθάσαι ζητοῦντας, ταπεινοὺς δὲ καὶ περιδεεῖς γινομένους ὡς πόρρω που τῶν ἐπηγγελμένων τυγχάνοντας καὶ τῆς τελείας τοῦ Χριστοῦ μακρὰν ἀπῳκισμένους ἀγάπης· ὁ γὰρ ἐκείνης ἐρῶν καὶ πρὸς τὴν ἄνω βλέπων ἐπαγγελίαν οὔτε νηστεύων οὔτε ἀγρυπνῶν οὔτε ἄλλο τι τῶν τῆς ἀρετῆς σπουδάζων ἵσταται τοῖς προλαβοῦσι κατορθώμασιν ἐπηρμένος, ἀλλὰ μεστὸς ὢν τοῦ θείου πόθου καὶ πρὸς τὸν καλοῦντα συντόνως βλέπων πᾶν μὲν ὅτι ἂν ἀγωνίσηται πρὸς τὸ τυχεῖν ἐκείνου μικρὸν ἡγεῖται καὶ τῶν ἄθλων ἀνάξιον· φιλονεικεῖ δὲ μέχρι τῆς τοῦ βίου τούτου τελευτῆς, πόνοις πόνους καὶ ἀρεταῖς ἀρετὰς συνάπτων, μέχρις ἂν τίμιον ἑαυτὸν τῷ θεῷ καταστήσῃ διὰ τῶν ἔργων, οὐκ ἔχων ἐν τῷ συνειδότι τὸ νομίζειν ἄξιον ἑαυτὸν πεποιηκέναι θεῷ.

τοῦτο γάρ ἐστι κατόρθωμα μέγιστον φιλοσοφίας τὸ μέγαν ὄντα τοῖς ἔργοις συστέλλεσθαι τῇ καρδίᾳ καὶ καταγινώσκειν τοῦ βίου, κάτω που ῥίψαντα τῷ πρὸς θεὸν φόβῳ τὴν οἴησιν, ὅπως ἀπολαύσῃ τῆς ἐπαγγελίας καθόσον πιστεύσας ἠράσθη ταύτης, οὐ καθόσον πονέσας εἰργάσατο. μεγάλων γὰρ ὄντων τῶν δώρων οὐκ ἔστι πόνους ἀξίους εὑρεῖν· μεγάλης δὲ δεῖ πίστεως καὶ ἐλπίδος εἰς τὸ ταύταις μετρηθῆναι, μὴ τοῖς πόνοις, τὴν ἀμοιβήν· πίστεως δὲ ὑπόστασις πνεύματος πτωχεία καὶ ἡ πρὸς θεὸν ἀμέτρητος ἀγάπη.