Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ τὸν χριστιανὸν βιοῦν

Γρηγόριος ὁ Νύσσης

Η προσκαρτέρηση στην προσευχή, οι καρποί του Πνεύματος και η πρακτική αγάπη

Οι προϋποθέσεις της αδιάλειπτης προσευχής, η υπομονή των παθημάτων υπέρ του Χριστού και η προτροπή προς πρακτική διακονία για όσους δεν έχουν φθάσει στα υψηλότερα μέτρα της προσευχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 8

Ἐπειδὴ τοίνυν δέδεικται, τίς ὁ τῆς εὐσεβείας σκοπὸς ὃν χρὴ προκεῖσθαι τοῖς τὸν θεοφιλῆ βίον ζῆν αἱρουμένοις, ὅς ἐστι ψυχῆς καθαρισμὸς καὶ τοῦ πνεύματος δι᾽ ἔργων ἀγαθῶν προκοπῆς ἐνοίκησις, ἕκαστος ὑμῶν κατὰ τὸν ὑποδειχθέντα τρόπον παρασκευάσας τὴν ψυχὴν καὶ μεστὴν θείου ποιήσας ἔρωτος οὕτως ἀποδότω ἑαυτὸν ταῖς τε εὐχαῖς καὶ 〈ταῖς〉 νηστείαις κατὰ τὸ αὐτοῦ θέλημα, μεμνημένος τοῦ παρακαλοῦντος τὸ Ἀδιαλείπτως προσεύχεσθε καὶ Τῇ εὐχῇ προσκαρτεροῦντες, καὶ τῆς τοῦ κυρίου ἐπαγγελίας, ἐν ᾗ φησι· Πόσῳ μᾶλλον ὁ θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· Ἔλεγεν γάρ φησιν καὶ παραβολὴν πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν· ὅτι δὲ ἡ περὶ τὴν εὐχὴν σπουδὴ μεγάλα χαρίζεται καὶ αὐτὸ δὴ τὸ πνεῦμα ταῖς ψυχαῖς ἐνοικίζει, δηλοῖ σαφῶς δι᾽ ὧν προτρέπει ἡμᾶς ὁ ἀπόστολος λέγων· Διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει.

ὥστε εἴ τις τῶν ἀδελφῶν τούτῳ τῷ μέρει τῶν ἀρετῶν ἑαυτὸν ἀποδίδωσι, τῷ τῆς εὐχῆς λέγω, καλὸν θησαυρὸν περιέπει καὶ ἐρᾷ τοῦ μεγίστου κτήματος· μόνον συντόνῳ καὶ ὀρθῇ συνειδήσει τοῦτο ποιείτω ἕκαστος, μηδαμοῦ κατὰ τὴν διάνοιαν ἑκουσίως περιπλανώμενος μηδὲ ὥσπερ ἀκούσιον ἀποδιδοὺς ὑπ᾽ ἀνάγκης χρέος, ἀλλ᾽ ἔρωτα καὶ πόθον ἀποπληρῶν τῆς ψυχῆς καὶ τοὺς ἀγαθοὺς τῆς παραμονῆς καρποὺς πᾶσιν ἐπιδεικνύς· χρὴ δὲ καὶ τοὺς λοιποὺς διδόναι τῷ τοιούτῳ καιρὸν καὶ συγχαίρειν τῇ παραμονῇ τῆς προσευχῆς, ὅπως καὶ αὐτοὶ μετάσχωσι τῶν ἀγαθῶν καρπῶν, ἅτε δὴ κοινωνοὶ τοῦ τοιούτου βίου τῷ συνήδεσθαι γεγονότες. δώσει δὲ καὶ αὐτὸς ὁ κύριος τοῖς αἰτοῦσιν ὅπως εὔχεσθαι δεῖ κατὰ τὸ εἰρημένον· Ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ. δεῖ οὖν αἰτεῖν καὶ εἰδέναι τὸν τῇ εὐχῇ προσκαρτεροῦντα πράγματι τοσούτῳ μετὰ πολλῆς σπουδῆς καὶ πάσης δυνάμεως ἐναθλεῖν τῷ ἀγῶνι. τὰ γὰρ μεγάλα ἆθλα μεγάλων δεῖται καὶ πόνων, ἐπειδὴ μάλιστα ἡ κακία τοῖς τοιούτοις ἐφεδρεύει, πανταχόθεν περιεργαζομένη καὶ περιτρέχουσα καὶ ζητοῦσα περιτρέψαι τὴν σπουδήν. ἐκεῖθεν ὕπνος καὶ βάρησις σώματος καὶ ψυχῆς μαλακία καὶ ἀκηδία καὶ ὀλιγωρία καὶ ἀνυπομονησία καὶ τὰ λοιπὰ τῆς κακίας 〈πάθη καὶ〉 ἐνεργήματα, δι᾽ ὧν ἀπόλλυται ψυχὴ κατὰ μέρος ἁρπαζομένη καὶ αὐτομολοῦσα πρὸς τὸν ἐχθρὸν αὐτῆς.

Χρὴ οὖν ἐφεστάναι τῇ ψυχῇ καθάπερ σοφὸν κυβερνήτην τὸν λογισμὸν μηδαμοῦ τὴν διάνοιαν ἐνδιδόντα πρὸς τὰς τοῦ πονηροῦ πνεύματος ταραχὰς μηδὲ τοῖς ἐκείνου κύμασι συμπεριφερόμενον, ἀλλ᾽ εὐθὺ βλέποντα πρὸς τὸν ἄνω λιμένα καὶ τὴν ψυχὴν ἀκέραιον ἀποδιδόντα τῷ πιστεύσαντι καὶ ἀπαιτοῦντι θεῷ. οὐ γὰρ τὸ πεσεῖν ἐπὶ γόνυ καὶ ἐν τῷ σχήματι τῶν δι᾽ εὐχὴν κειμένων ἐκτετάσθαι σπουδαῖον τῇ γραφῇ καὶ εὐάρεστον, τῆς διανοίας ἔξω τοῦ θεοῦ πλανωμένης, ἀλλὰ τὸ πᾶσαν ἐκβαλόντα τῶν λογισμῶν ῥᾳθυμίαν τε καὶ ἄδικον ἔννοιαν ὅλην μετὰ τοῦ σώματος ἀποδοῦναι τὴν ψυχὴν ταῖς εὐχαῖς.

Καὶ τοὺς προεστῶτας δὲ χρὴ συναντιλαμβάνειν τῷ τοιούτῳ καὶ διὰ πάσης σπουδῆς καὶ νουθεσίας τρέφειν τὴν περὶ τὸ προκείμενον τοῦ εὐχομένου ἐπιθυμίαν καὶ καθαίρειν ἀκριβῶς τὴν τούτου ψυχήν. τῶν γὰρ οὕτως εὐχομένων ὁ καρπὸς τῶν ἀρετῶν τοῖς συνοῦσιν ἐπιδεικνύμενος οὐ τῷ προκόψαντι μόνον, ἀλλὰ καὶ τοῖς ἔτι νηπίοις καὶ δεομένοις διδασκαλίας χρήσιμος γίνεται, παρακαλῶν αὐτοὺς καὶ προτρέπων εἰς μίμησιν ὧν ὁρῶσι. καρπὸς δ᾽ εἰλικρινοῦς εὐχῆς ἁπλότης, ἀγάπη, ταπεινοφροσύνη, καρτερία, ἀκακία καὶ τὰ τοιαῦτα, ἃ πρὸ τῶν αἰωνίων καρπῶν παρὰ τὸν βίον ὁ τοῦ σπουδαίου περὶ τὴν εὐχὴν πόνος ἐνταῦθα βλαστάνει.

τούτοις εὐχὴ καλλωπίζεται τοῖς καρποῖς, ἀποροῦσα δὲ τούτων μάταιον ἔχει τὸν πόνον· καὶ οὐκ εὐχὴ μόνον, ἀλλὰ καὶ πᾶσα φιλοσοφίας ὁδὸς τοιαύτην μὲν ἔχουσα τὴν βλάστην δικαιοσύνης ὄντως ἐστὶν ὁδὸς καὶ πρὸς ὀρθὸν ἄγει τὸ τέλος, τούτων δὲ ἐστερημένη κενὸν ὄνομα καταλείπεται καὶ ταῖς μωραῖς ἐοικὸς παρθένοις αἷς παρὰ τὸν καιρὸν τῆς χρείας οὐ παρῆν ἐν τῷ νυμφῶνι τὸ ἔλαιον· οὐ γὰρ εἶχον ἐν ταῖς ψυχαῖς τὸ φῶς, τὸν τῆς ἀρετῆς καρπόν, οὐδὲ τὸν τοῦ πνεύματος ἐν τῇ διανοίᾳ λύχνον· ὅθεν καὶ μωρὰς εἰκότως ὠνόμασεν ἡ γραφή, σβεσθείσης αὐτῶν τῆς ἀρετῆς πρὶν ἐλθεῖν τὸν νυμφίον, καὶ διὰ τοῦτο τοῦ ἄνω νυμφῶνος τὰς ἀθλίας ἀπέκλεισεν· οὐ γὰρ ἐλογίσατο αὐταῖς τὴν σπουδὴν τῆς παρθενίας τῷ μὴ παρεῖναι τὴν τοῦ πνεύματος ἐνέργειαν, καὶ πάνυ δικαίως. τί γὰρ ὄφελος ἀμπέλου πεπονημένης καρπῶν μὴ παρόντων, ὧν ἕνεκεν ὑπέμεινε τὸν πόνον ὁ γεωργός; τί δὲ κέρδος νηστείας καὶ προσευχῆς καὶ ἀγρυπνίας, εἰρήνης ἀπούσης καὶ χαρᾶς καὶ ἀγάπης καὶ τῶν λοιπῶν τῆς τοῦ πνεύματος χάριτος καρπῶν, οὓς ὁ ἅγιος ἀπαριθμεῖται ἀπόστολος; πάντα γὰρ ὑφίσταται πόνον τούτων ἕνεκεν ὁ τῆς ἄνω χαρᾶς ἐραστής, δι᾽ ὧν ἐφέλκεται τὸ πνεῦμα, καὶ τῆς ἐκεῖθεν μεταλαμβάνων χάριτος καρποφορεῖ καὶ ἀπολαύει μετ᾽ εὐφροσύνης τῆς γεωργίας, ἣν ἐν τῇ ἑαυτοῦ ταπεινοφροσύνῃ καὶ ἐπιμελείᾳ τῶν ἔργων ἡ τοῦ πνεύματος ἐγεώργησε χάρις.

Δεῖ οὖν τοὺς μὲν πόνους τῆς εὐχῆς καὶ νηστείας καὶ τῶν λοιπῶν ἔργων μετὰ πολλῆς ἡδονῆς καὶ ἀγάπης καὶ ἐλπίδος ὑφίστασθαι, τὰ δὲ ἄνθη τῶν πόνων καὶ τοὺς καρποὺς τοῦ πνεύματος εἶναι πιστεύειν ἐνεργείας. εἰ γὰρ ἑαυτῷ τις λογίζοιτο ταῦτα καὶ τὸ πᾶν ἀνατιθείη τοῖς πόνοις, ἀντὶ τῶν ἀκηράτων ἐκείνων καρπῶν ἀλαζονεία τῷ τοιούτῳ καὶ φρόνημα φύεται, ταῦτα δὲ τὰ πάθη καθάπερ τις σηπεδὼν ταῖς τῶν εὐκόλων ψυχαῖς ἐμφυόμενα διαφθείρει καὶ ἀπολλύει τοὺς πόνους.

Τί οὖν χρὴ ποιεῖν τὸν τῷ θεῷ καὶ τῇ ἐκείνου ζῶντα ἐλπίδι;

τοὺς μὲν ὑπὲρ τῆς ἀρετῆς ἀγῶνας μεθ᾽ ἡδονῆς ὑπομένειν, τὴν [δὲ] λύτρωσιν τῆς ψυχῆς ἐκ τῶν παθῶν καὶ τὴν πρὸς τὸ ἀκρότατον τῶν ἀρετῶν ἄνοδον, τῆς 〈δὲ〉 τελειότητος ἐπ᾽ ἐκείνῳ παρίστασθαι τὴν ἐλπίδα καὶ τῇ παρ᾽ ἐκείνου φιλανθρωπίᾳ πιστεύειν· οὕτω γὰρ παρασκευασάμενος καὶ ἀπολαύσας τῆς ᾧ πεπίστευκε χάριτος ἀπόνως τρέχει καταφρονῶν τῆς τοῦ ἐχθροῦ κακίας ἅτε δὴ ξένος ἐκείνου καὶ λελυτρωμένος τῶν παθῶν αὐτοῦ τῇ τοῦ Χριστοῦ χάριτι· ὥσπερ γὰρ οἱ τὰ πονηρὰ πάθη διὰ τῆς τῶν καλῶν ῥᾳθυμίας τῇ ἑαυτῶν ἐπεισάγοντες φύσει καὶ διατρίβοντες ἐν αὐτοῖς μετὰ χαρᾶς ἐπιτελοῦσι ῥᾳδίως ὥσπερ τινὰ ἔμφυτον ἡδονὴν καὶ οἰκείαν καρπούμενοι πλεονεξίαν καὶ τὸν φθόνον καὶ τὴν πορνείαν καὶ τὰ λοιπὰ μέρη τῆς ἀντικειμένης κακίας, οὕτως οἱ τοῦ Χριστοῦ καὶ τῆς ἀληθείας ἐργάται διά τε τῆς πίστεως καὶ τῶν τῆς ἀρετῆς πόνων τὰ ὑπὲρ τὴν φύσιν αὐτῶν ἀγαθὰ παρὰ τῆς τοῦ πνεύματος δεχόμενοι χάριτος μεθ᾽ ἡδονῆς ἀρρήτου καρποῦνται καὶ ἀπόνως ἐπιτελοῦσι τὴν ἄδολον καὶ ἄτρεπτον ἀγάπην, τὴν ἀκίνητον πίστιν, τὴν ἀμετάπτωτον εἰρήνην, τὴν ὄντως ἀγαθότητα τά τε λοιπὰ πάντα, δι᾽ ὧν ἡ ψυχὴ κρείττων ἑαυτῆς γινομένη καὶ τῆς τοῦ ἐχθροῦ δυνατωτέρα κακίας οἰκητήριον καθαρὸν ἑαυτὴν παρέχει τῷ προσκυνητῷ καὶ ἁγίῳ πνεύματι, παρ᾽ οὗ τὴν ἀθάνατον τοῦ Χριστοῦ λαβοῦσα εἰρήνην συνάπτεται δι᾽ αὐτῆς καὶ προσκολλᾶται τῷ κυρίῳ.

λαβοῦσα δὲ τὴν τοῦ πνεύματος χάριν καὶ κολληθεῖσα τῷ κυρίῳ καὶ εἰς ἓν πνεῦμα μετ᾽ αὐτοῦ γενομένη οὐ μόνον τὰ τῆς οἰκείας ἀρετῆς ἔργα ῥᾳδίως ἐπιτελεῖ μηδὲν ἀγωνιζομένη πρὸς τὸν ἐχθρὸν τῷ κρείττων τῆς ἐκείνου τυγχάνειν ἐπιβουλῆς, ἀλλὰ τὸ πάντων μεῖζον, τὰ τοῦ σωτῆρος εἰς ἑαυτὴν ἀναδέχεται πάθη καὶ ἐντρυφᾷ τούτοις πλέον ἢ οἱ ἐρασταὶ τοῦ βίου τούτου ταῖς παρὰ τῶν ἀνθρώπων τιμαῖς καὶ δόξαις καὶ δυναστείαις. Χριστιανῷ γὰρ διὰ πολιτείας ἀγαθῆς καὶ τῆς τοῦ πνεύματος δωρεᾶς εἰς τὸ τῆς νοητῆς ἡλικίας μέτρον τῆς δεδομένης αὐτῷ χάριτος προελθόντι δόξα καὶ τρυφὴ καὶ πάσης ἡδονῆς κρείττων ἀπόλαυσις τὸ μισεῖσθαι διὰ Χριστόν, τὸ ἐλαύνεσθαι, τὸ πᾶσαν ὕβριν καὶ αἰσχύνην ὑπὲρ τῆς εἰς θεὸν πίστεως ὑπομένειν· τῆς γὰρ ἐλπίδος ὅλης οὔσης τῷ τοιούτῳ πρὸς τῇ ἀναστάσει καὶ τοῖς μέλλουσιν ἀγαθοῖς ὕβρις πᾶσα καὶ μάστιγες καὶ διωγμοὶ καὶ τὰ λοιπὰ πάθη μέχρι τοῦ σταυροῦ 〈πάντα〉 τρυφὴ καὶ ἀνάπαυσις καὶ τῶν οὐρανίων ἐνέχυρα θησαυρῶν· Μακάριοι γὰρ ἐστέ, φησίν, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι πάντες οἱ ἄνθρωποι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

καὶ ὁ ἀπόστολος· Οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσι· καὶ ἀλλαχοῦ· Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ· διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν φυλακαῖς· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι· καὶ πάλιν· Ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ· αὕτη γὰρ ἡ χάρις τοῦ ἁγίου πνεύματος ὅλην κατασχοῦσα τὴν ψυχὴν καὶ πληρώσασα τὸ οἰκητήριον εὐφροσύνης τε καὶ δυνάμεως γλυκέα ποιεῖ τῇ ψυχῇ τὰ τοῦ κυρίου παθήματα τῇ τῶν μελλόντων ἐλπίδι τῆς παρούσης ὀδύνης ἀφαιροῦσα τὴν αἴσθησιν.

Ὡς οὖν οὕτως ἐφ᾽ ὑψηλὴν δύναμιν καὶ δόξαν μέλλοντες ἀνιέναι τῇ συνεργίᾳ τοῦ πνεύματος οὕτω πολιτεύεσθε πάντα πόνον καὶ ἀγῶνα μετὰ χαρᾶς ὑφιστάμενοι πρὸς τὸ ἄξιοι φανῆναι τῆς ἐν ὑμῖν ἐπιδημίας τοῦ πνεύματος καὶ τῆς μετὰ τοῦ Χριστοῦ κληρονομίας, μηδαμοῦ χαυνούμενοι μηδὲ ἐκλυόμενοι ὑπὸ ῥᾳθυμίας πρὸς τὸ μήτε αὐτοὶ πεσεῖν μήτε τοῖς ἄλλοις αἴτιοι τοῦ ἁμαρτάνειν γενέσθαι· εἰ δέ τινες μήπω τὸν τῆς ἄκρας εὐχῆς ἔχοντες τόνον μηδὲ τὴν ὀφειλομένην τῷ πράγματι σπουδήν τε καὶ δύναμιν ἀπολιμπάνονται ταύτης τῆς ἀρετῆς, ἐν τοῖς ἄλλοις πληρούτωσαν τὴν ὑπακοὴν κατὰ δύναμιν, διακονοῦντες προθύμως, ἐργαζόμενοι σπουδαίως, θεραπεύοντες μεθ᾽ ἡδονῆς, μὴ ἐπὶ μισθῷ τιμῆς μηδὲ τῆς ἀνθρωπίνης δόξης ἕνεκα μηδὲ ἐνδιδόντες ὑπὸ μαλακίας ἢ ῥᾳθυμίας τοῖς πόνοις μηδὲ ὡς ἀλλοτρίοις σώμασι καὶ ψυχαῖς ὑπηρετούμενοι, ἀλλ᾽ ὡς Χριστοῦ δούλοις, ὡς ἡμετέροις σπλάγχοις, ἵνα καθαρὸν ὑμῶν τὸ ἔργον καὶ ἄδολον ἀποφανθῇ τῷ κυρίῳ.

προφασιζέσθω δὲ μηδεὶς πρὸς καλῶν ἔργων σπουδὴν ὡς ἀδύνατος ἐπιτελεῖν τὰ σῴζοντα τὴν ψυχήν· οὐδὲν γὰρ ὁ θεὸς ἀδύνατον ἐπιτάττει τοῖς δούλοις ἀλλ᾽ οὕτως ἐκκεχυμένην καὶ πλουσίαν πρὸς ἅπαντας ἔδειξε τὴν 〈ἀγάπην καὶ〉 ἀγαθότητα τῆς θεότητος τῆς ἑαυτοῦ, ὡς ἑκάστῳ κατὰ τὸ θέλημα παρασχεῖν τὸ πράττειν τι δύνασθαι ἀγαθὸν καὶ μηδένα τῶν σπουδὴν ἐχόντων σωθῆναι διαμαρτεῖν τοῦ δύνασθαι· Ὃς ἄν, φησί, ποτίσῃ ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.