Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ τὸν χριστιανὸν βιοῦν

Γρηγόριος ὁ Νύσσης

Το βάπτισμα, η χάρη του Αγίου Πνεύματος και η συνέργεια του ανθρώπου

Ανάλυση της δωρεάς του βαπτίσματος και της καθαρτικής ενέργειας του Αγίου Πνεύματος, με έμφαση στην αναπόσπαστη σχέση της ανθρώπινης προαίρεσης και προσπάθειας με τη θεία χάρη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 8

Δεῖ τοίνυν τὸν μέλλοντα ψυχὴν καὶ σῶμα κατὰ τὸν τῆς εὐσεβείας νόμον προσάγειν θεῷ καὶ τὴν ἀναίμακτον αὐτῷ καὶ καθαρὰν ἀποδιδόναι λατρείαν, ἡγεμόνα [τε] τοῦ βίου τὴν εὐσεβῆ πίστιν ποιούμενον, ἣν αἱ τῶν ἁγίων φωναὶ διὰ πάσης ἡμῖν βοῶσι γραφῆς, οὕτως εὐπειθῆ καὶ εὐήνιον τὴν ψυχὴν τοῖς τῆς ἀρετῆς ἐπιδιδόναι δρόμοις, λύοντα μὲν ἑαυτὸν καθαρῶς τῶν τοῦ βίου τούτου πεδῶν καὶ πάσης ἀπηλλαγμένον τῆς τῶν ταπεινῶν καὶ ματαίων δουλείας, ὅλον δὲ τῇ πίστει καὶ τῷ βίῳ τοῦ θεοῦ μόνου γινόμενον, εἰδότα σαφῶς ὡς ἐν ᾧ πίστις εὐσεβείας καὶ βίος ἄμεμπτος, ἐκεῖ καὶ Χριστοῦ πάρεστι δύναμις, ἐν ᾧ δὲ Χριστοῦ πάρεστι δύναμις, ἐκεῖ κακίας πάσης φυγὴ καὶ τοῦ λῃστεύοντος τὴν ζωὴν ἡμῶν θανάτου· οὐ γὰρ ἔχει τὰ πονηρὰ δύναμιν ἐν ἑαυτοῖς τοσαύτην ὡς ἀνθίστασθαι τῇ δεσποτικῇ δυνάμει, ἀλλὰ τῇ παρακοῇ τῶν ἐντολῶν ἐπιγίνεσθαι πέφυκεν· ὃ πάλαι μὲν πέπονθεν ὁ πρῶτος πλασθείς, νῦν δὲ πάντες οἱ τὴν τούτου παρακοὴν αὐθαιρέτῳ προαιρέσει μιμούμενοι· τοὺς δὲ προσερχομένους ἀδόλῳ γνώμῃ τῷ πνεύματι καὶ πίστιν ἔχοντας ἐν πάσῃ πληροφορίᾳ, μηδεμιᾶς ἐν τῷ συνειδότι κηλῖδος ὑπούσης, ἡ τοῦ πνεύματος αὕτη καθαίρει δύναμις κατὰ τὸν εἰπόντα Ὅτι τὸ εὐαγγέλιον ἡμῶν τὸ πρὸς ὑμᾶς οὐκ ἐγενήθη ἐν λόγῳ μόνῳ, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ καθὼς οἴδατε, καὶ πάλιν Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς παρέσχε διὰ τοῦ λουτροῦ τοῖς ἀξίοις τὸ τῆς ἀθανασίας ἐνέχυρον, ὅπως τὸ πιστευθὲν ἑκάστῳ τάλαντον τῇ τῶν πιστευθέντων ἐργασίᾳ τὸν ἀόρατον κομίσῃ πλοῦτον.

μέγα γάρ, ἀδελφοί, μέγα πρὸς κτῆσιν τῶν νοητῶν τοῖς φόβῳ δεχομένοις τὸ ἅγιον βάπτισμα· τὸ γὰρ πλούσιον καὶ ἄφθονον πνεῦμα τὸ ῥέον ἀεὶ τοῖς δεχομένοις τὴν χάριν, ἧς οἱ ἅγιοι πληρωθέντες ἀπόστολοι ταῖς τοῦ Χριστοῦ ἐκκλησίαις τοὺς καρποὺς ἐπεδείξαντο τοῦ πληρώματος, τοῦτο τοῖς τὴν δωρεὰν εἰλικρινῶς δεξαμένοις κατὰ τὸ μέτρον τῆς ἑκάστου τῶν μετειληφότων πίστεως συνεργὸν καὶ σύνοικον παραμένει, οἰκοδομοῦν ἐν ἑκάστῳ τὸ ἀγαθὸν πρὸς τὴν τῆς ψυχῆς ἐν τοῖς τῆς πίστεως ἔργοις σπουδὴν κατὰ τὴν τοῦ κυρίου φωνὴν τὴν λέγουσαν, ὡς ὁ λαβὼν τὴν μνᾶν ἐκείνην† ἐπὶ ἐργασίᾳ τοῦ δοθέντος, τουτέστιν εἰς προκοπὴν καὶ αὔξησιν τοῦ λαμβάνοντος ἑκάστῳ δίδοται ἡ τοῦ ἁγίου πνεύματος χάρις· δεῖ γὰρ τρέφεσθαι τὴν ἀναγεννηθεῖσαν τῇ τοῦ θεοῦ δυνάμει ψυχὴν μέχρι τοῦ μέτρου τῆς ἐν τῷ πνεύματι νοητῆς ἡλικίας, ἀρδομένην διαρκῶς τῷ τε ἱδρῶτι τῆς ἀρετῆς καὶ τῇ τῆς χάριτος χορηγίᾳ· ὥσπερ γὰρ ἡ τοῦ σώματος φύσις γεννηθέντος ἄρτι τοῦ βρέφους οὐκ ἐν τῷ ἁπαλῷ καταμένει τῆς ἡλικίας, ἀλλὰ ταῖς τοῦ σώματος τροφαῖς ἀρδομένη κατὰ τὸν τῆς φύσεως νόμον πρὸς τὸ δοθὲν ἐπείγεται μέτρον, οὕτω προσήκει καὶ τὴν ἀρτιγενῆ ψυχήν, ἧς ἡ μετουσία τοῦ πνεύματος τὴν ἐπεισελθοῦσαν διὰ παρακοῆς διαφθείρουσα νόσον τὸ παλαιὸν ἀνανεοῖ τῇ φύσει κάλλος, μὴ μένειν ἀεὶ νήπιον μηδὲ ἀργεῖν καὶ σχολάζειν ἀκίνητον ἐν τῇ τῆς γεννήσεως καθεύδουσαν στάσει, ἀλλ᾽ ἑαυτὴν ταῖς οἰκείαις ἄρδειν τροφαῖς καὶ πρὸς ὅπερ ἡ φύσις ἀπαιτεῖ μέγεθος διὰ πάσης ἀρετῆς καὶ πόνων ἐκτρέφειν, ὅπως ἂν τῷ ἀοράτῳ λῃστῇ καὶ πολλὰς ἀφανεῖς μηχανὰς προσβάλλοντι ταῖς ψυχαῖς ἀμήχανον ἑαυτὴν τῇ δυνάμει τοῦ πνεύματος δι᾽ οἰκείας ἀρετῆς καταστήσαι.

Χρὴ οὖν ἀεὶ προάγειν ἑαυτὸν εἰς ἄνδρα τέλειον κατὰ τὸν ἀπόστολον Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ αὐξήσωμεν εἰς αὐτὸν κατὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστός· καὶ ἀλλαχοῦ ὁ αὐτὸς Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, θέλημα τέλειον τοῦ θεοῦ λέγων τὸ ὑπὸ εὐσεβείας μορφωθῆναι ψυχήν, ἣν εἰς ἄκρον ἀνθίζει κάλλος ἡ τοῦ πνεύματος χάρις, τοῖς τοῦ μορφουμένου συγγενομένη πόνοις. ἡ μὲν οὖν τοῦ σώματος πρὸς τὸ ἀνελθεῖν ἐπίδοσις οὐδὲν ἐφ᾽ ἡμῖν· οὐ γὰρ τῇ τοῦ ἀνθρώπου γνώμῃ καὶ ἡδονῇ μετρεῖ τὸ μέγεθος ἡ φύσις, ἀλλὰ τῇ αὐτῆς ὁρμῇ καὶ ἀνάγκῃ· τὸ δὲ τῆς ψυχῆς ἐν τῇ τῆς γεννήσεως ἀνανεώσει μέτρον καὶ κάλλος, ὃ παρέχει διὰ τῆς τοῦ δεχομένου σπουδῆς ἡ τοῦ πνεύματος χάρις, τῆς ἡμετέρας ἤρτηται γνώμης· ὅσον γὰρ ἐκτείνεις τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, τοσοῦτον καὶ τὸ τῆς ψυχῆς συνεκτείνεται μέγεθος, διά τε ἀγώνων καὶ πόνων ὑπὲρ ὧν καὶ ὁ κύριος ἡμῶν ἐγκελεύεται λέγων.

Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας· καὶ πάλιν Βιάζεσθε· βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ Ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται· καὶ Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ ὁ ἀπόστολος δὲ Δι᾽ ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα· καὶ Οὕτως, φησί, τρέχετε ἵνα καταλάβητε· καὶ πάλιν Ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ καὶ τὰ ἑξῆς. διὰ τοῦτο δὲ παρακαλεῖ τρέχειν καὶ ἐγκελεύεται συντόνως ἔχεσθαι τῶν ἀγώνων, ἐπειδὴ τοῖς τοῦ δεχομένου πόνοις ἡ δωρεὰ μετρεῖται τῆς χάριτος· τὴν μὲν γὰρ ἀίδιον ζωὴν καὶ τὴν ἄῤῥητον ἐν οὐρανοῖς εὐφροσύνην ἡ τοῦ πνεύματος δωρεῖται χάρις, τὴν δὲ ἀξίαν τοῦ δέξασθαι τὰ δῶρα καὶ ἀπολαῦσαι τῆς χάριτος ὁ διὰ τῆς πίστεως περὶ τοὺς πόνους ἔρως παρέχει. συνελθοῦσαι δὲ εἰς ταὐτὸν δικαιοσύνης ἔργον καὶ πνεύματος χάρις, εἰς ἣν συνῆλθον ψυχήν, ταύτην ζωῆς μακαρίας μετ᾽ ἀλλήλων ἐνέπλησαν· διαζυγεῖσαι δὲ ἀπ᾽ ἀλλήλων οὐδὲν τῇ ψυχῇ κέρδος παρέχουσιν· ἥ τε γὰρ τοῦ θεοῦ χάρις ψυχαῖς φευγούσαις τὴν σωτηρίαν οὐκ ἔχει φύσιν ἐπιφοιτᾶν, ἥ τε τῆς ἀνθρωπείας ἀρετῆς δύναμις οὐκ ἐξαρκεῖ καθ᾽ ἑαυτὴν πρὸς τὸ τῆς ζωῆς εἶδος ἀναβιβάσαι ψυχὰς ἀμοιρούσας τῆς χάριτος.

Ἐὰν γάρ, φησί, μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων καὶ κοπιᾷ ὁ οἰκοδομῶν· καὶ πάλιν Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, καίτοι ῥομφαίαις καὶ βραχίοσιν πρὸς τοὺς ἀγῶνας χρωμένων, ἀλλ᾽ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. τί τοῦτο λέγων; τὴν ἄνωθεν εἰς τοὺς ἐργάτας τοῦ κυρίου συμμαχίαν, καὶ ἅμα τὸ μὴ δεῖν φρονεῖν ταῖς ἀνθρωπίναις σπουδαῖς τοὺς νομίζοντας ἐν τοῖς ἑαυτῶν πόνοις ὅλον κεῖσθαι τὸν στέφανον, ἀλλὰ ἀναφέρειν ἐπὶ τὸ τοῦ θεοῦ θέλημα τὰς περὶ τοῦ τέλους ἐλπίδας.