Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ χριστιανὸν εἶναι

Γρηγόριος ὁ Νύσσης

Η ομοουσιότητα του Υιού και η μυστική κοινωνία

Η θεολογική θεμελίωση της ισοτιμίας του Υιού προς τον Πατέρα, η αίσθηση της θείας παρουσίας και η μετοχή του πιστού στη Θεία Ευχαριστία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 7

ὁ γὰρ θεόπνευστος ὡς ἀληθῶς καὶ θεοδίδακτος Παῦλος, ὁ ἐν τῷ βάθει τοῦ πλούτου τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ θεοῦ τὰ ἄδηλα καὶ τὰ κρύφια τῶν θείων μυστηρίων διερευνώμενος, τὰς γινομένας αὐτῷ θεόθεν ἐλλάμψεις περὶ τῆς τῶν ἀνεξερευνήτων τε καὶ ἀνεξιχνιάστων κατανοήσεως, ἀτονωτέραν ἔχων τῆς διανοίας τὴν γλῶτταν, καθὼς ἐχώρει ἡ ἀκοὴ τῶν δεχομένων τὴν σύνεσιν αὐτοῦ τὴν ἐν τῷ μυστηρίῳ δι᾽ ἐναυσμάτων τινῶν ὑπέδειξεν, ὅσον ὑπουργεῖν τῇ διαναίᾳ δυνατῶς εἶχεν ὁ λόγος, τοσοῦτον φθεγγόμενος. πάντα γὰρ ὅσα χωρεῖ ἡ ἀνθρωπίνη δύναμις περὶ τῆς θείας φύσεως κατανοήσας ἀνέφικτόν τε καὶ ἀνεπίληπτον λογισμοῖς ἀνθρωπίνοις τὸν τῆς ὑπερκειμένης οὐσίας ἀποφαίνεται λόγον.

Διὸ τὰ περὶ αὐτὴν θεωρούμενα λέγων, εἰρήνην καὶ δύναμιν καὶ ζωὴν καὶ δικαιοσύνην καὶ φῶς καὶ ἀλήθειαν καὶ τὰ τοιαῦτα, τὸν περὶ αὐτῆς ἐκείνης λόγον ἄληπτον εἶναι παντελῶς διωρίσατο, εἰπὼν μήτε ἑωρᾶσθαί ποτε τὸν θεὸν μήτε ὀφθήσεσθαι. Ὃν εἶδε γάρ φησιν ἀνθρώπων οὐδεὶς οὐδὲ ἰδεῖν δύναται. διὰ τοῦτο ἀναζητῶν πῶς ὀνομάσει τὸ μὴ δυνάμενον λογισμοῖς ληφθῆναι, ὡς οὐχ εὗρεν ἐμφαντικὸν ὄνομα τῆς τῶν ἀκαταλήπτων ἑρμηνείας, δόξαν καὶ ὑπόστασιν ὠνόμασε τὸ ὑπερκείμενον παντὸς ἀγαθοῦ τὸ μήτε νοούμενον ἀξίως μήτε φραζόμενον. τὴν μὲν οὖν ὑπερκειμένην τῶν ὄντων οὐσίαν ἀφῆκεν ἀκατονόμαστον· τὸ δὲ συναφές τε καὶ ἀδιάστατον τοῦ υἱοῦ πρὸς τὸν πατέρα διερμηνεύων καὶ τὸ τῷ ἀορίστῳ τε καὶ ἀϊδίῳ πατρὶ ἀορίστως τε καὶ ἀϊδίως συνθεωρούμενον ἀπαύγασμα δόξης καὶ χαρακτῆρα 〈ὑποστάσεως〉 προσαγορεύει, τῷ μὲν ἀπαυγάσματι τὸ συμφυὲς ἐνδεικνύμενος, τῷ δὲ χαρακτῆρι τὸ ἰσοστάσιον. οὔτε γὰρ αὐγῆς πρὸς τὴν ἀπαυγάζουσαν φύσιν ἐπινοεῖταί τι μέσον οὔτε τις τοῦ χαρακτῆρος ἐλάττωσις πρὸς τὴν ὑπ᾽ αὐτοῦ χαρακτηριζομένην ὑπόστασιν, ἀλλὰ καὶ ὁ τὴν ἀπαυγάζουσαν φύσιν νοήσας καὶ τὸ ἀπαύγασμα ταύτῃ πάντως συγκατενόησε καὶ ὁ τὸ μέγεθος τῆς ὑποστάσεως ἐν νῷ λαβὼν τῷ ἐπιφαινομένῳ χαρακτῆρι πάντως ἐμμετρεῖ καὶ τὴν ὑπόστατιν.

διὸ καὶ μορφὴν θεοῦ λέγει τὸν κύριον, οὐ κατασμικρύνων τῇ τῆς μορφῆς ἐννοίᾳ τὸν κύριον, ἀλλὰ τὸ μέγεθος τοῦ θεοῦ διὰ τῆς μορφῆς ἐνδεικνύμενος, ᾗ ἐνθεωρεῖται τοῦ πατρὸς ἡ μεγαλειότης, οὐδαμοῦ τῆς ἰδίας μορφῆς ὑπερπίπτουσα οὐδὲ ἔξω τοῦ περὶ αὐτὴν χαρακτῆρος εὑρισκομένη. ἄμορφον γὰρ καὶ ἀκαλλὲς περὶ τὸν πατέρα οὐδέν, ὃ μὴ τῇ ὡραιότητι τοῦ μονογενοῦς ἐπαγάλλεται· διό φησιν ὁ κύριος ὅτι Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, σημαίνων διὰ τούτου τὸ μήτε ἔλλειψίν τινα εἶναι μήτε ὑπέρπτωσιν. ἀλλὰ καὶ φέρειν αὐτὸν λέγων τὰ σύμπαντα τῷ τῆς δυνάμεως ῥήματι λύει τῶν τὰ ἀνεξερεύνητα πολυπραγμονούντων τὴν ἀμηχανίαν, οἳ τὸν περὶ τῆς ὕλης ἀναζητοῦντες λόγον οὐδαμοῦ τῆς πολυπραγμοσύνης ἵστανται, πόθεν, λέγοντες, τῷ ἀΰλῳ ἡ ὕλη, καὶ πῶς τὸ ποσὸν ἐκ τοῦ ἀπόσου καὶ ἐκ τοῦ ἀσχηματίστου τὸ σχῆμα, καὶ ἐκ τοῦ ἀοράτου τὸ χρῶμα καὶ ἐκ τοῦ ἀορίστου τὸ τοῖς ἰδίοις μέτροις ἐμπερατούμενον; καὶ εἰ μηδεμία ποιότης περὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον, πόθεν ἐμπλέκεται ταῖς περὶ αὐτὴν ποιότησιν ἡ ὕλη; πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα τῶν ζητουμένων λύει ὁ εἰπών, ὅτι τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ φέρει ὁ λόγος ἐκ τοῦ μὴ ὄντος εἰς γένεσιν. πάντα γάρ, ὅσα περὶ τὴν ὕλην ἐστὶ καὶ ὅσα τὴν ἄϋλον εἴληχε φύσιν, μίαν αἰτίαν ἔχει τῆς ὑποστάσεως, τὸ ῥῆμα τῆς ἀφράστου δυνάμεως.

ἐκ δὲ τούτων παιδευόμεθα τὸ πρὸς αὐτὸν βλέπειν, ἀφ᾽ οὗ τῶν ὄντων ἐστὶν ἡ γένεσις. εἰ γὰρ ἐκεῖθεν εἰς τὸ εἶναι παρήχθημεν καὶ ἐν αὐτῷ συνεστήκαμεν, ἀνάγκη πᾶσα μηδὲν ἔξω τῆς γνώσεως πιστεύειν εἶναι τοῦ ἐν ᾧ ἐσμεν καὶ ἀφ᾽ οὗ γεγόναμεν καὶ εἰς ὃν ἀναλύομεν. ταύτῃ δὲ τῇ διανοίᾳ συγκατορθοῦται κατὰ τὸ εἰκὸς τὸ κατὰ τὴν ζωὴν ἀναμάρτητον. τίς γὰρ ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ ζῆν πιστεύων μάρτυρα τῆς ἀπεμφαινούσης ζωῆς τολμήσει ποιήσασθαι τὸν ἐν ἑαυτῷ τὴν ἑκάστου ζωὴν περιέχοντα; βρῶμα δὲ καὶ πόμα πνευματικὸν ὀνομάζων τὸν κύριον ὁ θεῖος ἀπόστολος ταῦτα διὰ τῶν λεγομένων νοεῖν ὑποτίθεται, ὅτι οὐ μονοειδής ἐστιν ἡ ἀνθρωπίνη φύσις, ἀλλὰ τοῦ νοητοῦ πρὸς τὸ αἰσθητὸν συγκεκραμένου ἰδιάζουσα καθ᾽ ἑκάτερον τῶν ἐν ἡμῖν θεωρουμένων ἐστὶν ἡ τροφή, τῆς μὲν αἰσθητῆς βρώσεως τὸ σῶμα διακρατούσης, τῆς δὲ πνευματικῆς τροφῆς τὴν ψυχικὴν ἐμποιούσης ἡμῖν εὐεξίαν. ἀλλ᾽ ὥσπερ ἐπὶ τοῦ σώματος τὸ στερεόν τε καὶ ὑγρὸν τῆς τροφῆς μετ᾽ ἀλλήλων μιγνύμενα συντηρητικὰ τῆς φύσεως γίνεται, διὰ τῆς καταλλήλου πέψεως ἑκάστῳ τῶν ἐν ἡμῖν στοιχειωδῶς συγκεκραμένων καταμιγνύμενα, κατὰ τὸν αὐτὸν τρόπον ἀναλογικῶς ὁ Παῦλος καὶ τὴν νοητὴν καταμερίζει τροφήν, βρῶσιν ὀνομάζων καὶ πόσιν τὸ αὐτὸ πρᾶγμα, πρὸς τὴν χρείαν τῶν προσφερομένων οἰκείως μεθαρμοζόμενον.

τοῖς μὲν γὰρ ἀτονοῦσι καὶ ἐκλελυμένοις ἄρτος γίνεται, στηρίζων καρδίαν ἀνθρώπου· τοῖς δὲ κεκμηκόσι διὰ τὴν πρὸς τὸν βίον τοῦτον ταλαιπωρίαν καὶ διὰ τοῦτο γενομένοις διψώδεσιν οἶνος γίνεται, τὴν καρδίαν εἰς εὐφροσύνην ἄγων.

Νοεῖν δὲ χρὴ διὰ τῶν εἰρημένων τοῦ λόγου τὴν δύναμιν, δι᾽ οὗ τρέφεται ἡ ψυχὴ καταλλήλως τῇ χρείᾳ τὴν ἀπ᾽ αὐτοῦ χάριν προσδεχομένη κατὰ τὸ αἴνιγμα τοῦ προφήτου, ὃς τόπῳ χλόης καὶ ὕδατι ἀναπαύσεως τὴν ἐκ τοῦ λόγου γινομένην τοῖς κεκμηκόσι παραμυθίαν διασημαίνει. εἰ δὲ καὶ πρὸς τὸ μυστήριόν τις βλέπων βρῶμα καὶ πόμα πνευματικὸν κυρίως ὀνομάζεσθαι λέγοι τὸν κύριον, οὐδὲ τοῦτο τῆς κυρίας ἐμφάσεως ἀπεξένωται· ἀληθῶς γὰρ ἡ σὰρξ αὐτοῦ βρῶσίς ἐστι καὶ τὸ αἷμα αὐτοῦ ἀληθῶς ἐστι πόσις. ἀλλ᾽ ἐπὶ μὲν τῆς προρρηθείσης διανοίας πᾶσι κατ᾽ ἐξουσίαν ἐστὶν ἡ μετουσία τοῦ λόγου, ὃς γίνεται βρῶμα καὶ πόμα προσφερόμενον ἀδιακρίτως ὑπὸ τῶν ἐπιζητούντων αὐτὸν λαμβανόμενος· ἐπὶ δὲ τῆς ἑτέρας ἐννοίας οὐκέτι ἀνεξέταστός ἐστι καὶ ἀδιάκριτος ἡ τῆς τοιαύτης τροφῆς τε καὶ πόσεως μετουσία, οὕτω τοῦ ἀποστόλου προσδιορίσαντος ὅτι Δοκιμαζέτω δὲ ἕκαστος ἑαυτὸν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω. ὁ δὲ ἀναξίως ἐσθίων καὶ πίνων κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει.

πρὸς ὅ μοι δοκεῖ καὶ ὁ εὐαγγελιστὴς βλέπων ἠσφαλισμένως τὸ τοιοῦτον παρασημήνασθαι, ὅτε ἐν τῷ καιρῷ τοῦ μυστικοῦ πάθους ὁ εὐσχήμων ἐκεῖνος βουλευτὴς ἀσπίλῳ τε καὶ καθαρᾷ τῇ σινδόνι τὸ σῶμα τοῦ κυρίου διαλαβὼν καινῷ τε καὶ καθαρῷ τῷ μνήματι ἐναπέθετο· ὥστε νόμον πᾶσιν ἡμῖν τό τε τοῦ ἀποστόλου παράγγελμα γενέσθαι καὶ τὸ τοῦ εὐαγγελιστοῦ παρατήρημα τοῦ καθαρᾷ τῇ συνειδήσει τὸ ἅγιον ὑποδέχεσθαι σῶμα· εἴ πού τις ἐξ ἁμαρτίας εἴη κηλίς, τῷ ὕδατι τῶν δακρύων αὐτὴν ἀπορρύψαντας. ἀλλὰ καὶ πέτρα λεγόμενος ὁ Χριστὸς ὠφελήσει διὰ τοῦ ὀνόματος τούτου ἡμᾶς, ἐν τῷ παγίῳ τε καὶ ἀμεταθέτῳ τῆς κατ᾽ ἀρετὴν ζωῆς καὶ ἐν τῷ στερρῶς ἔχειν πρὸς τὴν τῶν παθημάτων ὑπομονὴν καὶ διὰ τοῦ πρὸς πᾶσαν προσβολὴν ἁμαρτίας ἀντίτυπον καὶ ἀνένδοτον τὴν ψυχὴν ἐπιδείκνυσθαι· διὰ τούτων γὰρ καὶ τῶν τοιούτων πέτρα καὶ ἡμεῖς ἐσόμεθα, μιμούμενοι, καθώς ἐστι δυνατόν, ἐν τῇ τρεπτῇ φύσει τὸ ἄτρεπτον τοῦ δεσπότου καὶ ἀμετάθετον. εἰ δὲ ὁ αὐτὸς παρὰ τοῦ σοφοῦ ἀρχιτέκτονος καὶ θεμέλιος πίστεως καὶ γωνίας κεφαλὴ ὀνομάζεται, οὐδὲ τοῦτο πρὸς τὴν τοῦ κατ᾽ ἀρετὴν βίου συνεισφορὰν ἀσυντελὲς ἡμῖν ἐπιδειχθήσεται. διδασκόμεθα γὰρ διὰ τούτων, ὅτι πάσης ἀγαθῆς πολιτείας καὶ παντὸς ἀγαθοῦ μαθήματός τε καὶ ἐπιτηδεύματος καὶ ἀρχὴ καὶ τέλος ἐστὶν ὁ κύριος.