Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ χριστιανὸν εἶναι

Γρηγόριος ὁ Νύσσης

Ο Χριστός ως κεφαλή της Εκκλησίας και αρχέτυπο των πιστών

Η ενοποίηση του ανθρώπου υπό τον Χριστό, η οργανική σχέση της κεφαλής με τα μέλη της Εκκλησίας και η αναίρεση των κακοδοξιών περί κτιστότητος του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 7

ἥ τε γὰρ ἐλπίς, ἣν ἀντὶ τῆς κεφαλῆς νοοῦμεν, πρὸς ἣν πάντα βλέπει τὰ κατ᾽ ἀρετὴν σπουδαζόμενα, ἐκεῖνός ἐστιν, οὕτως ὠνομασμένος παρὰ τοῦ Παύλου, καὶ ἡ ἀρχὴ τῆς ὑψηλῆς ταύτης τοῦ βίου πυργοποιΐας ἡ εἰς αὐτὸν γίνεται πίστις, ἐφ᾽ ἧς οἷόν τινα θεμέλιον τὰς ἀρχὰς τοῦ βίου καταβαλλομένων ἡμῶν καὶ διὰ τῶν καθημερινῶν κατορθωμάτων τὰς καθαρὰς ἐννοίας τε καὶ ἐνεργείας νομοθετούντων, οὕτως ἡ τοῦ παντὸς κεφαλὴ καὶ ἡμετέρα γίνεται κεφαλή, τοῖς δυσὶ τῆς ζωῆς ἡμῶν τοίχοις, τοῖς τε κατὰ σῶμα καὶ ψυχήν, δι᾽ εὐσχημοσύνης καὶ καθαρότητος ἐποικοδομουμένοις διὰ τῆς διαγωνίου συμφυΐας ἑαυτὴν ἐφαρμόζουσα. ὡς ἐὰν ἐλλείπῃ τὸ ἕτερον τῶν οἰκοδομημάτων, ἤτοι τῆς κατὰ τὸ φαινόμενον εὐσχημοσύνης τῇ τῆς ψυχῆς καθαρότητι μὴ συνοικοδομουμένης ἢ τῆς ψυχικῆς ἀρετῆς τῷ φαινομένῳ μὴ συμβαινούσης, οὐκ ἂν γένοιτο τοῦ ἡμιτελοῦς τούτου βίου κεφαλὴ ὁ Χριστὸς ὁ μόνῃ τῇ διπλῇ τε καὶ διαγωνίᾳ οἰκοδομίᾳ ἑαυτὸν ἐφαρμόζων· οὐδὲ γάρ ἐστι δυνατὸν χωρὶς τῆς τῶν δύο τοίχων συμβολῆς γωνίαν γενέσθαι. τότε οὖν ἐπιτεθήσεται τῷ οἰκοδομήματι ἡμῶν τοῦ ἀκρογωνιαίου τὸ κάλλος, ὅταν ἀμφοτέρωθεν κατὰ τὸν ὀρθὸν τοῦ βίου κανόνα τῇ τῶν ἀρετῶν σπάρτῳ ἀποταθῇ ἐναρμονίως ὁ διπλοῦς βίος ὀρθός τε καὶ ἀδιάστροφος καὶ οὐδὲν ἔχων ἐν ἑαυτῷ σκολιὸν ἢ κατηγκυλωμένον.

Εἰκόνα δὲ τοῦ θεοῦ τοῦ ἀοράτου τὸν Χριστὸν ὀνομάζων ὁ Παῦλος τὸν ἐπὶ πάντων θεὸν καὶ μέγαν θεόν (καὶ ταύταις γὰρ ταῖς φωναῖς ἀνακηρύσσει τοῦ ἀληθινοῦ δεσπότου τὸ μεγαλεῖον λέγων· Τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας)· ταῦτα οὖν λέγων τοῦτο παιδεύει διὰ τῶν λεγομένων ἡμᾶς, ὅτι ὁ ἀεὶ ὢν ὅπερ ἐστίν (ἔστι δὲ ἐκεῖνο, ὅπερ ὁ ὢν ἐπίσταται μόνος, τῆς δὲ ἀνθρωπίνης καταλήψεως, κἂν ἀεὶ αὐτῷ διὰ προκοπῆς προσεγγίζῃ ὁ τὰ ἄνω φρονῶν, πάντοτε τῷ ἴσῳ μέτρῳ ὑπερανέστηκεν)· οὗτος τοίνυν ὁ ὑπερέκεινα πάσης γνώσεώς τε καὶ καταλήψεως, ὁ ἄφραστος καὶ ἀνεκλάλητος καὶ ἀνεκδιήγητος, ἵνα σε ποιήσῃ πάλιν εἰκόνα θεοῦ, καὶ αὐτὸς ὑπὸ φιλανθρωπίας ἐγένετο εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, ὥστε τῇ ἰδίᾳ μορφῇ, ἣν ἀνέλαβεν, ἐν σοὶ μορφωθῆναι καὶ σὲ πάλιν δι᾽ ἑαυτοῦ πρὸς τὸν χαρακτῆρα τοῦ ἀρχετύπου συσχηματισθῆναι κάλλους, εἰς τὸ γενέσθαι ὅπερ ἦς ἐξ ἀρχῆς. οὐκοῦν εἰ μέλλοιμεν γίνεσθαι καὶ ἡμεῖς εἰκὼν θεοῦ τοῦ ἀοράτου, πρὸς τὸ ἐκκείμενον ἡμῖν τοῦ βίου ὑπόδειγμα τυποῦσθαι προσήκει τῆς ζωῆς ἡμῶν τὸ εἶδος· τοῦτο δέ ἐστι τί; τὸ ἐν σαρκὶ ζῶντας μὴ κατὰ σάρκα ζῆν.

καὶ γὰρ ἡ πρωτότυπος ἐκείνη τοῦ ἀοράτου θεοῦ εἰκὼν ἡ διὰ τῆς παρθένου ἐπιδημήσασα ἐπειράθη μὲν κατὰ πάντα καθ᾽ ὁμοιότητα τῆς ἀνθρωπίνης φύσεως, μόνης δὲ οὐ συμπαρεδέξατο τῆς ἁμαρτίας τὴν πεῖραν. Ὃς ἁμαρτίαν οὐκ ἐποίησε, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. ὥσπερ τοίνυν, εἰ τὴν ζωγραφικὴν ἐπαιδευόμεθα τέχνην, προθέντος ἡμῖν τοῦ διδασκάλου κεκαλλωπισμένην τινὰ μορφὴν ἐπὶ πίνακος, ἔδει πάντως τὸ ἐκείνης κάλλος ἐπὶ τῆς ἰδίας ἕκαστον ζωγραφίας μιμήσασθαι, ὥστε τοὺς πάντων πίνακας κατὰ τὸ ἐκκείμενον τοῦ κάλλους ὑπόδειγμα καλλωπισθῆναι, κατὰ τὸν αὐτὸν τρόπον, ἐπειδὴ τῆς ἰδίας ἕκαστος ζωῆς ἐστι ζωγράφος, τεχνίτης δὲ τῆς δημιουργίας ταύτης ἐστὶν ἡ προαίρεσις, χρώματα δὲ πρὸς τὴν ἀπεργασίαν τῆς εἰκόνος αἱ ἀρεταί, κίνδυνος οὐ μικρὸς μεταχαράξαι τοῦ πρωτοτύπου κάλλους τὴν μίμησιν εἰς εἰδεχθές τι καὶ ἄμορφον πρόσωπον, διὰ τῶν ῥυπαρῶν χρωμάτων ἀντὶ τοῦ δεσποτικοῦ εἴδους τὸν τῆς κακίας χαρακτῆρα σκιαγραφήσαντας. ἀλλ᾽ ὥς ἐστι δυνατόν, καθαρὰ 〈δεῖ〉 τῶν ἀρετῶν τὰ χρώματα κατά τινα τεχνικὴν μίξιν πρὸς ἄλληλα συγκεκραμένα πρὸς τὴν τοῦ κάλλους μίμησιν παραλαμβάνειν, ὥστε γενέσθαι ἡμᾶς τῆς εἰκόνος εἰκόνα, δι᾽ ἐνεργοῦς ὡς οἷόν τε μιμήσεως ἐκμαξαμένους τὸ πρωτότυπον κάλλος, ὡς ἐποίει ὁ Παῦλος μιμητὴς τοῦ Χριστοῦ διὰ τοῦ κατ᾽ ἀρετὴν βίου γινόμενος.

εἰ δὲ χρὴ καὶ τὰ καθ᾽ ἕκαστον διευκρινῆσαι τῷ λόγῳ, δι᾽ ὧν ἡ τῆς εἰκόνος μίμησις γίνεται, ἓν χρῶμα ἡ ταπεινοφροσύνη. Μάθετε γάρ, φησίν, ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. ἕτερον χρῶμα ἡ μακροθυμία ἡ ποσῶς τῇ εἰκόνι τοῦ θεοῦ τοῦ ἀοράτου ἐπιφανεῖσα. μάχαιρά τε καὶ ξύλα καὶ δεσμὰ καὶ μάστιγες, σιαγόνες ῥαπιζόμεναι, πρόσωπον ἐμπτυόμενον, νῶτον πληγαῖς ἐκδιδόμενον, κριτήριον ἀσεβές, ἀπόφασις ἀπηνής, στρατιῶται τῆς σκυθρωπῆς ἀποφάσεως κατατρυφῶντες, ἐν χλευασμοῖς καὶ εἰρωνείαις καὶ ὕβρεσι καὶ ταῖς ἐκ καλάμου πληγαῖς, ἧλοι καὶ χολὴ καὶ ὄξος καὶ πάντα τὰ δεινότατα ἄνευ αἰτίας αὐτῷ προσαγόμενα, μᾶλλον δὲ ὑπὲρ τῆς πολυτρόπου εὐεργεσίας ἀντιδιδόμενα. τίς οὖν κατὰ τῶν ταῦτα ποιούντων ἡ ἄμυνα; Πάτερ, συγχώρησον αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. μὴ οὐκ ἦν δυνατὸν ἄνωθεν αὐτοῖς αὐτὸν ἐπιρρῆξαι τὸν οὐρανὸν ἢ χάσματι γῆς ἐξαφανίσαι τοὺς ὑβριστὰς ἢ ἐπεκβαλεῖν ἔξω τῶν ἰδίων ὅρων τὴν θάλασσαν καὶ τοῖς βυθοῖς ποιῆσαι τὴν γῆν ὑποβρύχιον ἢ τὴν Σοδομιτικὴν αὐτοῖς ἐπιβαλεῖν τοῦ πυρὸς ἐπομβρίαν ἢ ἄλλο τι τῶν σκυθρωπῶν ποιῆσαι διὰ προστάγματος; ἀλλὰ ταῦτα πάντα ἤνεγκεν ἐν πρᾳότητι καὶ μακροθυμίᾳ ὁ τῷ σῷ βίῳ δι᾽ ἑαυτοῦ νομοθετῶν τὸ μακρόθυμον.

οὕτω καὶ τὰ ἄλλα πάντα περὶ τὴν πρωτότυπον τοῦ θεοῦ εἰκόνα ἔστιν ἰδεῖν, πρὸς ἣν ὁ βλέπων καὶ κατ᾽ ἐκείνην ἐναργῶς τὴν ἑαυτοῦ καλλωπίζων μορφὴν εἰκὼν καὶ αὐτὸς γίνεται τοῦ θεοῦ τοῦ ἀοράτου διὰ τῆς ὑπομονῆς ζωγραφούμενος.

Ὁ δὲ κεφαλὴν τῆς ἐκκλησίας τὸν Χριστὸν εἶναι μαθὼν τοῦτο πρὸ πάντων διανοείσθω, ὅτι πᾶσα κεφαλὴ τῷ ὑποκειμένῳ σώματι ὁμοφυής ἐστι καὶ ὁμοούσιος καὶ μία τίς ἐστι τῶν καθ᾽ ἕκαστον μελῶν πρὸς τὸ ὅλον ἡ συμφυΐα, διὰ μιᾶς συμπνοίας κατεργαζομένη πρὸς τὰ μέρη τῷ παντὶ τὴν συμπάθειαν. οὐκοῦν εἴ τι τοῦ σώματός ἐστιν ἐκτός, τοῦτο πάντως καὶ πρὸς τὴν κεφαλὴν ἀλλοτρίως ἔχει. παιδεύει τοίνυν διὰ τούτων ὁ λόγος ἡμᾶς, ὅπερ ἐστὶν ἡ κεφαλὴ κατὰ τὴν φύσιν, τοῦτο καὶ τὰ καθ᾽ ἕκαστον γίνεσθαι μέλη, ἵνα πρὸς τὴν κεφαλὴν οἰκείως ἔχῃ. ἡμεῖς δέ ἐσμεν τὰ μέλη, οἱ εἰς τὸ σῶμα τοῦ Χριστοῦ συντελοῦντες. εἰ τοίνυν τις ἄρας τὸ μέλος τοῦ Χριστοῦ ποιήσει μέλος πόρνης, οἷόν τινα μάχαιραν ἐμβαλὼν τὴν ἀκόλαστον λύσσαν, διὰ τοῦ πονηροῦ τούτου πάθους τὸ μέλος πάντως τῆς κεφαλῆς ἠλλοτρίωσεν. οὕτω δὲ καὶ τὰ λοιπὰ τῆς κακίας ὄργανα μάχαιραι γίνονται, δι᾽ ὧν τὰ μέλη τοῦ συμφυοῦς ἀποτέμνεται σώματος καὶ τῆς κεφαλῆς ἀφορίζεται πάντα, καθ᾽ ὧν ἂν τὴν τομὴν ἐνεργήσῃ τὰ πάθη. ἵνα τοίνυν ὅλον ἐν τῷ κατὰ φύσιν διαμένῃ τὸ σῶμα, πρὸς τὴν κεφαλὴν οἰκείως ἔχειν προσήκει καὶ τὰ καθ᾽ ἕκαστον μέλη, οἷον εἰ καθαρότητα τῷ λόγῳ τῆς οὐσίας τὴν κεφαλὴν εἶναι ὑποτιθέμεθα, καθαρὰ πάντως εἶναι δεῖ τὰ μέλη τὰ ὑπὸ τὴν τοιαύτην κεφαλὴν συντελοῦντα· εἰ ἀφθαρσίαν νοοῦμεν τὴν κεφαλήν, ἐν ἀφθαρσίᾳ χρὴ πάντως συνεστάναι τὰ μέλη.

οὕτω καὶ τὰ ἄλλα νοήματα, ὅσα ἡ κεφαλὴ νοεῖται, καὶ ἐπὶ τῶν μελῶν ἀκόλουθόν ἐστι καθορᾶσθαι, τὴν εἰρήνην, τὸν ἁγιασμόν, τὴν ἀλήθειαν καὶ πάντα τὰ τοιαῦτα. διὰ γὰρ τοῦ ταῦτα καὶ τὰ τοιαῦτα ἐν τοῖς μέλεσι δείκνυσθαι τὸ συμφυῶς ἔχειν αὐτὰ πρὸς τὴν κεφαλὴν μαρτυρεῖται, οὕτως εἰπόντος τοῦ ἀποστόλου, ὅτι ἐκεῖνος μέν ἐστιν ἡ κεφαλή, ἐξ αὐτοῦ δὲ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας τῆς κατ᾽ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται. καὶ τοῦτο δὲ προσήκει διὰ τοῦ τῆς κεφαλῆς ὀνόματος παιδευθῆναι, ὅτι ὥσπερ ἐπὶ τῶν ζῴων ἐκ τῆς κεφαλῆς ἐστι τῷ σώματι τὸ πρὸς τὰς ἐνεργείας ἐνδόσιμον· ὀφθαλμῷ γὰρ καὶ ἀκοῇ τὰ καθ᾽ ἕκαστον εὐθύνεται ἥ τε διὰ ποδῶν κίνησις καὶ ἡ διὰ χειρῶν ἐνέργεια· οὐ γὰρ ἔστιν ἢ ὀφθαλμοῦ μὴ ἐπιστατοῦντος τῶν σπουδαζομένων ἢ μὴ δεχομένης τῆς ἀκοῆς τὴν ὑφήγησιν δεόντως τι τῶν προκειμένων γενέσθαι· οὕτω χρὴ κατὰ τὴν ἀληθινὴν κεφαλὴν καὶ ἡμᾶς τὸ σῶμα καταλλήλως κινεῖσθαι πρὸς πᾶσαν ὁρμὴν καὶ ἐνέργειαν, ὅπουπερ ὁ πλάσας τὸν ὀφθαλμὸν ἢ ὁ φυτεύσας τὸ οὖς καθηγήσεται. ἐπεὶ οὖν ἡ κεφαλὴ τὰ ἄνω βλέπει, καὶ τὰ μέλη δεῖ πάντως τὰ ὑφηρμοσμένα τῇ κεφαλῇ ἕπεσθαι τῇ τῆς κεφαλῆς ὁδηγίᾳ καὶ πρὸς τὰ ἄνω τὴν ῥοπὴν ἔχειν.

Ὅταν δὲ πρωτότοκον τῆς κτίσεως αὐτὸν εἶναι ἀκούσωμεν καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν καὶ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, πρῶτον μὲν τὰς αἱρετικὰς ὑπολήψεις ἀποπεμπώμεθα, ὡς οὐδεμίαν συνηγορίαν τῆς πονηρᾶς αὐτῶν δογματοποιΐας ἐκ τῶν προκειμένων ῥημάτων ἐχούσης· μετὰ ταῦτα δὲ καὶ τὰ πρὸς τὸν ἠθικὸν βίον διὰ τούτων ἡμῖν συντελοῦντα κατανοήσωμεν. ἐπειδὴ γὰρ τὸν μονογενῆ θεὸν τὸν τοῦ παντὸς δημιουργόν, τὸν ἐξ οὗ καὶ δι᾽ οὗ καὶ ἐν ᾧ τὰ πάντα, ἔργον εἶναι τοῦ θεοῦ καὶ κτίσμα καὶ ποίημα λέγουσιν οἱ θεομάχοι καὶ διὰ τοῦτο πάσης κτίσεως πρωτότοκον αὐτὸν λέγεσθαι διορίζονται, ὡς ἀδελφὸν ὄντα τῆς κτίσεως, μόνοις τοῖς τοῦ χρόνου πρεσβείοις αὐτὸν προτερεύοντα, ὡς τὸν Ῥουβὶμ τῶν ἰδίων ἀδελφῶν, οὐ φύσει προτεταγμένον, ἀλλὰ τοῖς ἐκ χρόνου πρεσβείοις· πρῶτον μὲν τοῦτο πρὸς ἐκείνους ῥητέον, ὅτι οὐκ ἔστι τὸν αὐτὸν καὶ μονογενῆ καὶ πρωτότοκον εἶναι πιστεύεσθαι. οὔτε γὰρ ὁ μονογενὴς μετὰ ἀδελφῶν νοεῖται οὔτε χωρὶς ἀδελφῶν ὁ πρωτότοκος, ἀλλ᾽ εἰ μονογενής ἐστιν, ἀδελφοὺς οὐκ ἔχει, εἰ δὲ ἀδελφῶν πρωτότοκος, μονογενὴς πάντως οὔτε ἔστιν οὔτε λέγεται. οὐκοῦν ἀσύμβατά ἐστι καὶ ἀκοινώνητα ταῦτα πρὸς ἄλληλα ἐπὶ τοῦ αὐτοῦ τὰ ὀνόματα, ὡς ἀδύνατον εἶναι τὰ δύο τὸν αὐτὸν ὀνομάζεσθαι, καὶ μονογενῆ καὶ πρωτότοκον.

ἀλλὰ μὴν εἴρηται παρὰ τῆς γραφῆς περὶ τοῦ ἐν ἀρχῇ ὄντος λόγου, ὅτι μονογενὴς θεός, καὶ πάλιν παρὰ τοῦ Παύλου ὅτι πρωτότοκος πάσης κτίσεως. οὐκοῦν ἐπιμερίσαι προσήκει τῷ κριτηρίῳ τῆς ἀληθείας, ἑκάτερον τούτων τῶν ὀνομάτων ἀκριβῶς διαστείλαντα· ὥστε μονογενῆ μὲν εἶναι τὸν προαιώνιον λόγον, τῆς δὲ μετὰ ταῦτα ἐν τῷ Χριστῷ γενομένης κτίσεως πάσης πρωτότοκον γενέσθαι τὸν λόγον σάρκα γενόμενον. καὶ ὅπερ ἂν ἡμῖν ἐγγένηται νόημα, πρωτότοκον αὐτὸν ἐκ νεκρῶν εἶναι μαθοῦσι καὶ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, ἐκεῖνο καὶ ἐπὶ τοῦ πρωτοτόκου τῆς κτίσεως ἀκολούθως νοήσωμεν. οὐκοῦν ἐκ νεκρῶν μὲν πρωτότοκος γίνεται ὁ ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος, ἵνα ὁδοποιήσῃ πάσῃ σαρκὶ τὴν ἀνάστασιν, καὶ μέλλων ἡμᾶς διὰ τῆς ἄνωθεν γεννήσεως τῆς δι᾽ ὕδατος καὶ πνεύματος υἱοὺς ἡμέρας καὶ υἱοὺς φωτὸς ἀπεργάζεσθαι, τοὺς πρότερον ὄντας φύσει τέκνα ὀργῆς, αὐτὸς καθηγεῖται τῆς τοιαύτης γεννήσεως ἐν τῷ ῥείθρῳ τοῦ Ἰορδάνου, ἐπὶ τὴν ἀπαρχὴν τῆς φύσεως ἡμῶν τὴν τοῦ πνεύματος χάριν ἐπισπασάμενος, ὥστε πάντας τοὺς ἐκ τῆς πνευματικῆς ἀναγεννήσεως εἰς ζωὴν γεννωμένους ἀδελφοὺς χρηματίσαι τοῦ προγεννηθέντος διὰ τοῦ ὕδατος καὶ τοῦ πνεύματος. κατὰ τὸν αὐτὸν τρόπον καὶ τῆς ἐν Χριστῷ γενομένης κτίσεως πρωτότοκον αὐτὸν νοοῦντες οὐκ ἔξω γινόμεθα τῆς εὐσεβοῦς ὑπολήψεως.

ἐπειδὴ γὰρ ἡ ἀρχαία κτίσις παρῆλθε διὰ τῆς ἁμαρτίας ἀχρειωθεῖσα, ἀναγκαίως τὴν τῶν ἀφανισθέντων πάροδον διεδέξατο ἡ καινὴ τῆς ζωῆς κτίσις ἡ διὰ τῆς ἀναγεννήσεως καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως συνισταμένη, ἧς ὁ ἀρχηγὸς τῆς ζωῆς ἡγησάμενος πρωτότοκος τῆς κτίσεως γίνεται καὶ ὀνομάζεται. ἀλλ᾽ ὅπως μὲν χρὴ πρὸς τοὺς ἀντιτεταγμένους ἔχειν, δι᾽ ὀλίγων τῶν εἰρημένων ῥᾴδιον ἂν γένοιτο τοῖς φιλοπονωτέροις† αὐτάρκη συμμαχίαν πρὸς τὴν ἀλήθειαν ἔχειν. ὅπως δ᾽ ἂν φανείη συντελοῦντα πρὸς τὸν κατ᾽ ἀρετὴν βίον τὰ ῥήματα ταῦτα, διὰ βραχέων ἐπελευσόμεθα. πρωτότοκος ἦν τῶν μετ᾽ αὐτὸν διὰ γεννήσεως παραχθέντων ὁ Ῥουβίμ, ἀλλ᾽ ἐμαρτύρει τοῖς μετ᾽ αὐτὸν γεννηθεῖσι τὴν πρὸς αὐτὸν συγγένειαν καὶ ὁ ἐπιφαινόμενος αὐτοῖς χαρακτὴρ οἰκείως πρὸς τὸν πρωτότοκον ἔχων, ὥστε μὴ ἀγνοεῖσθαι τὴν ἀδελφότητα διὰ τῆς κατὰ τὴν μορφὴν ὁμοιότητος μαρτυρουμένην. οὐκοῦν εἰ διὰ τῆς ὁμοτρόπου ἀναγεννήσεως τῆς δι᾽ ὕδατος καὶ πνεύματος καὶ ἡμεῖς ἀδελφοὶ τοῦ κυρίου γεγόναμεν τοῦ δι᾽ ἡμᾶς γενομένου πρωτοτόκου ἐν πολλοῖς ἀδελφοῖς, ἀκόλουθον ἂν εἴη διὰ τῶν τοῦ βίου χαρακτήρων ἐπιδεικνύειν τὴν πρὸς αὐτὸν ἀγχιστείαν, ἐμμορφουμένου τῇ ζωῇ ἡμῶν τοῦ πρωτοτόκου τῆς κτίσεως. τίνα δὲ χαρακτῆρα τῆς ἐκείνου μορφῆς παρὰ τῆς γραφῆς μεμαθήκαμεν; ὃν πολλάκις εἰρήκαμεν ὅτι Ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.