Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ χριστιανὸν ὀνομάζεσθαι

Γρηγόριος ὁ Νύσσης

Η θεολογική ερμηνεία του χριστιανικού ονόματος

Εξετάζεται το περιεχόμενο του ονόματος του Χριστού, διατυπώνεται ο ορισμός του χριστιανισμού ως μίμηση της θείας φύσεως και αναλύεται η ευθύνη των πιστών να μην δυσφημούν τον Θεό με τον βίο τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

Τί τοίνυν ὁ χριστιανισμὸς ἐξ αὐτῆς τῆς προσηγορίας νοεῖται, πρῶτον ἐπισκεψώμεθα. ἔστι μὲν οὖν παρὰ τῶν σοφωτέρων μείζονά τινα καὶ μεγαλοφυεστέραν πάντως ἐξευρεθῆναι διάνοιαν συνεπηρμένην τῷ ὑψηλῷ τοῦ ὀνόματος. ἃ δὲ ἡμεῖς χωροῦμεν περὶ τούτου τοῦ ὀνόματος, ταῦτά ἐστι· τὸ τοῦ Χριστοῦ ὄνομα, εἰ πρὸς τὸ σαφέστερόν τε καὶ γνωριμώτερον ῥῆμα μετενεχθείη, τὸν βασιλέα σημαίνει, τῆς ἁγίας γραφῆς τὴν βασιλικὴν ἀξίαν τῇ τοιαύτῃ φωνῇ κατά τινα ἰδιάζουσαν χρῆσιν ἐνδεικνυμένης. ἀλλ᾽ ἐπειδή, καθώς φησιν ἡ γραφή, ἄφραστόν ἐστι τὸ θεῖον καὶ ἀκατάληπτον, πάσης ὑπερκείμενον καταληπτικῆς ἐπινοίας, ἀναγκαίως οἱ τῷ ἁγίῳ πνεύματι θεοφορούμενοι προφῆται καὶ ἀπόστολοι πολλοῖς ὀνόμασί τε καὶ νοήμασιν ἐπὶ τὴν σύνεσιν τῆς ἀφθάρτου φύσεως ἡμᾶς χειραγωγοῦσιν, ἄλλου πρὸς ἄλλο τι τῶν θεοπρεπῶν νοημάτων ἡμᾶς διευθύνοντος· ὥστε τὴν μὲν ἐπὶ πάντων ἐξουσίαν τῷ τῆς βασιλείας ὀνόματι παραδηλοῦσθαι, τὸ δὲ πάθους παντὸς καὶ κακίας πάσης ἀμιγὲς καὶ ἐλεύθερον τοῖς τῆς ἀρετῆς ὀνόμασιν ὀνομάζεσθαι, ἑκάστης πρὸς τὸ κρεῖττον νοουμένης τε καὶ λεγομένης· ὥστε τὸ αὐτὸ δικαιοσύνην τε εἶναι καὶ σοφίαν καὶ δύναμιν καὶ ἀλήθειαν ἀγαθότητά τε καὶ ζωὴν καὶ σωτηρίαν καὶ ἀφθαρσίαν καὶ τὸ ἀμετάβλητόν τε καὶ ἀναλλοίωτον καὶ πᾶν ὅ τί πέρ ἐστιν ὑψηλὸν νόημα διὰ τῶν τοιούτων ὀνομάτων δηλούμενον, πάντα τὸν Χριστὸν καὶ εἶναι καὶ λέγεσθαι.

εἰ τοίνυν περίληψις παντὸς ὑψηλοῦ νοήματος ἐν τῷ τοῦ Χριστοῦ νοεῖται ὀνόματι (τῷ γὰρ ὑψηλοτέρῳ τῶν σημαινομένων καὶ τὰ λοιπὰ περιέχεται, ὡς ἕκαστον τῶν ἄλλων τῇ ἐννοίᾳ τῆς βασιλείας ἐνθεωρεῖσθαι), τάχα δι᾽ ἀκολούθου γένοιτο ἄν τις ἡμῖν τῆς τοῦ χριστιανισμοῦ ἑρμηνείας ἡ κατανόησις. εἰ γὰρ τῷ ὑπερέχοντι τῶν τῆς ἀφθάρτου φύσεως ἑρμηνευτικῶν ὀνομάτων συνονομαζόμεθα οἱ διὰ τῆς εἰς αὐτὸν πίστεως πρὸς αὐτὸν συναπτόμενοι, ἀνάγκη πᾶσά ἐστι, καὶ ὅσα μετὰ τοῦ ὀνόματος τούτου περὶ τὴν ἄφθαρτον ἐκείνην θεωρεῖται φύσιν νοήματα, καὶ πρὸς ἐκεῖνα ἡμῖν τὴν ὁμωνυμίαν κατὰ τὸ ἀκόλουθον γίνεσθαι. ὡς γὰρ τῇ μετοχῇ τοῦ Χριστοῦ τὴν τοῦ Χριστιανοῦ προσηγορίαν ἐσχήκαμεν, οὕτω προσήκει κατὰ τὸ ἀκόλουθον καὶ πάντων ἡμᾶς τῶν ὑψηλῶν ὀνομάτων τὴν κοινωνίαν ἐφέλκεσθαι. καὶ καθάπερ ἐπὶ ἁλύσεως ὁ τὴν κατὰ τὸ ἄκρον ἀγκύλην ἐπισπασάμενος τὰς συμφυῶς ἐχομένας ἀλλήλων διὰ τῆς μιᾶς ἂν ἐφελκύσαιτο, οὕτως ἐπειδὴ τῷ τοῦ Χριστοῦ ὀνόματι συμφυῶς ἔχει καὶ τὰ λοιπὰ τῶν ἑρμηνευτικῶν τῆς ἀφράστου καὶ πολυειδοῦς ἐκείνης μακαριότητος, ἐπάναγκες ἂν εἴη τὸν τοῦ ἑνὸς δραξάμενον καὶ τὰ λοιπὰ τῷ ἑνὶ συνεφέλκεσθαι.

Εἰ τοίνυν τὸ μὲν ὄνομά τις τοῦ Χριστοῦ ὑποδύοιτο, ὅσα δὲ τῷ ὀνόματι τούτῳ συνθεωρεῖται μὴ δεικνύοι τῷ βίῳ, καταψεύδεται τοῦ ὀνόματος ὁ τοιοῦτος κατὰ τὸ προτεθὲν ἡμῖν ὑπόδειγμα προσωπεῖον ἄψυχον ἀνθρωπίνῳ χαρακτῆρι μεμορφωμένον περιθεὶς τῷ πιθήκῳ. οὔτε γὰρ τὸν Χριστὸν ἔστι μὴ δικαιοσύνην εἶναι καὶ καθαρότητα καὶ ἀλήθειαν καὶ κακοῦ παντὸς ἀλλοτρίωσιν, οὔτε Χριστιανὸν ἔστιν εἶναι (τόν γε ἀληθῶς Χριστιανόν) μὴ κἀκείνων τῶν ὀνομάτων τὴν κοινωνίαν ἐν ἑαυτῷ δεικνύοντα. οὐκοῦν ὡς ἄν τις ὅρῳ τοῦ χριστιανισμοῦ τὴν διάνοιαν ἑρμηνεύσειεν, οὕτως ἐροῦμεν, ὅτι χριστιανισμός ἐστι τῆς θείας φύσεως μίμησις. καὶ μηδεὶς ὡς ὑπέρογκον καὶ ὑπερβαίνοντα τὴν τῆς φύσεως ἡμῶν ταπεινότητα διαβαλλέτω τὸν λόγον· οὐ γὰρ ἐξέβη τὴν φύσιν ὁ ὅρος. εἰ γάρ τις τὴν πρώτην κατάστασιν τοῦ ἀνθρώπου λογίσαιτο, εὑρήσει διὰ τῶν γραφικῶν διδαγμάτων, ὅτι οὐκ ἐξῆλθε τὰ μέτρα τῆς φύσεως ἡμῶν ὁ ὅρος. ἥ τε γὰρ πρώτη τοῦ ἀνθρώπου κατασκευὴ κατὰ μίμησιν τῆς τοῦ θεοῦ ὁμοιότητος ἦν, οὕτω τοῦ Μωϋσέως περὶ τοῦ ἀνθρώπου φιλοσοφήσαντος, ἐν οἷς φησιν ὅτι Ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, καὶ ἡ τοῦ χριστιανισμοῦ ἐπαγγελία ἐστὶ τὸ εἰς τὴν ἀρχαίαν εὐκληρίαν ἐπαναχθῆναι τὸν ἄνθρωπον.

Εἰ δὲ τὸ ἀρχαῖον θεοῦ ὁμοίωμα ὁ ἄνθρωπος ἦν, τάχα οὐκ ἔξω τοῦ σκοποῦ τὸν ὁρισμὸν πεποιήμεθα μίμησιν θείας φύσεως τὸν χριστιανισμὸν εἶναι ἀποφηνάμενοι. ἡ μὲν οὖν ὑπόσχεσις τῆς προσηγορίας οὕτω μεγάλη. καιρὸς δ᾽ ἂν εἴη διασκοπῆσαι, εἰ τὸ μὴ οὕτως ἔχειν κατὰ τὸν βίον ἀκίνδυνόν ἐστι τῷ προβαλλομένῳ τὸ ὄνομα. γένοιτο δ᾽ ἂν ἐξ ὑποδειγμάτων σαφὲς τὸ ζητούμενον· ὑποκείσθω τις γραφικὴν ἐπαγγελλόμενος τέχνην, γενέσθω δὲ τούτῳ πρόσταγμα τοῦ κρατοῦντος τοῖς πόρρωθεν ἀπῳκισμένοις χαράξαι τὴν τῆς βασιλείας μορφήν. εἰ τοίνυν εἰδεχθές τι καὶ δύσμορφον εἶδος ἐπὶ τοῦ πίνακος διαχαράξας εἰκόνα βασιλέως τὴν ἀσχήμονα ταύτην γραφὴν ὀνομάσειεν, ἆρ᾽ οὐκ εἰκὸς ἀγανακτῆσαι τὴν ἐξουσίαν, ὡς τοῦ ἀρχετύπου κάλλους διὰ τῆς κακῆς ἐκείνης γραφῆς ἐν τοῖς ἀγνοοῦσιν ὑβριζομένου; οἷον γὰρ ἐπὶ τῆς εἰκόνος τὸ εἶδος δείκνυται, τοιαύτην ἀνάγκη καὶ τὴν ἀρχέτυπον νομισθῆναι μορφήν. εἰ οὖν θεοῦ μίμησιν τὸν χριστιανισμὸν ὁ ὅρος φησὶν, ὁ μήπω δεξάμενος τοῦ μυστηρίου τὸν λόγον, οἷον ἂν ἐν ἡμῖν ἴδῃ τὸν βίον τὸν κατὰ μίμησιν θεοῦ κατορθοῦσθαι πεπιστευμένον, τοιοῦτον ἡμῶν καὶ τὸ θεῖον οἰήσεται.

ὥστε εἰ μὲν παντὸς ἀγαθοῦ ὑποδείγματα βλέποι, ἀγαθὸν τὸ θεῖον εἶναι πιστεύσει τὸ παρ᾽ ἡμῶν σεβαζόμενον· εἰ δέ τις ἐμπαθὴς εἴη καὶ θηριώδης, ἄλλοτε πρὸς ἄλλα πάθη μεταμορφούμενος καὶ πολλὰς ὑποδυόμενος θηρίων ἐν τῷ ἤθει μορφὰς (θηρία γὰρ ἄντικρυς ἔστιν ἰδεῖν ταῖς τῆς φύσεως ἡμῶν παρατροπαῖς ἐμμορφούμενα), ἔπειτα Χριστιανὸν ἑαυτὸν ὁ τοιοῦτος ὀνομάζοι, φανεροῦ πᾶσιν ὄντος, ὅτι ἡ ὑπόσχεσις τοῦ ὀνόματος μίμησιν θεοῦ ἐπαγγέλλεται, ψεκτὸν ἐν τῷ ἰδίῳ βίῳ τὸ πεπιστευμένον παρ᾽ ἡμῶν θεῖον ἐν τοῖς ἀπίστοις ποιήσει. διὸ καὶ ἀπειλήν τινα φοβερωτέραν ἡ γραφὴ τοῖς τοιούτοις ἐπαγγέλλεται λέγουσα· Οὐαὶ δι᾽ οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. καί μοι δοκεῖ πρὸς ταύτην μάλιστα τὴν διάνοιαν ὁδηγῶν ἡμᾶς ὁ κύριος τοῦτο πρὸς τοὺς ἀκοῦσαι δυναμένους εἰπεῖν ὅτι Γίνεσθε τέλειοι, ὡς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. ὁ γὰρ πατέρα τῶν πεπιστευκότων τὸν ἀληθινὸν ὀνομάσας πατέρα βούλεται πρὸς τὴν ἐν ἐκείνῳ θεωρουμένην τῶν ἀγαθῶν τελειότητα καὶ τοὺς δι᾽ αὐτοῦ γεννηθέντας ὁμοίως ἔχειν. ἐρεῖς οὖν μοι· καὶ πῶς ἂν γένοιτο ἀνθρωπίνην ταπεινότητα πρὸς τὴν ἐν τῷ θεῷ καθορωμένην μακαριότητα ἐπεκτείνεσθαι, ὡς αὐτόθεν ἐν τῷ προστάγματι τῆς ἀμηχανίας προφαινομένης;