Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Ἄρειον καὶ Σαβέλλιον περὶ τῆς θεότητος

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή στη μέση οδό της πίστεως και η αΐδια γέννηση του Υιού

Καταδίκη των ακραίων δοξασιών του Αρείου και του Σαβελλίου, θεμελίωση της άναρχης γέννησης του Υιού και ανάλυση της θείας συγκατάβασης με χρήση γραφικών μαρτυριών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 5

[ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ] ΚΑΤΑ ΑΡΕΙΟΥ ΚΑΙ ΣΑΒΕΛΛΙΟΥ Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, ἀρτίως ὁ ψαλμῳδὸς ἔλεγεν. τοῦτον τὸν ἀγαθὸν λόγον τοῦ θεοῦ οἱ μὲν κατὰ Ἄρειον καὶ Ἀχίλλιον τὴν ἀσεβεστάτην φωνὴν προϊέμενοι ἐτόλμησαν κτίσμα καὶ ποίημα διακηρύξαι καὶ πολλοὺς τῇ ἑαυτῶν ἐφείλκυσαν πλάνῃ· οἱ δὲ κατὰ Σαβέλλιον τἀναντία τούτων φρονοῦντες ἀναιρεῖν μὲν πειρῶνται τὴν ὑπόστασιν τοῦ υἱοῦ, αὐτὸν δὲ τὸν πατέρα ἕνα ὄντα δυσὶν ὀνόμασι γεραίρειν οἰόμενοι υἱοπάτορα προσαγορεύουσιν. αἱ δ᾽ ἑκάτεραι δόξαι αὗται ὥσπερ παγίδες δύο τέθεινται ὑπὸ τῶν προηγορευμένων· δίεισι δὲ μέση τις ὁδὸς στενὴ καὶ τεθλιμμένη ἡ ἀπάγουσα εἰς τὴν ζωὴν κατὰ τὸ εὐαγγέλιον. ταύτης οἱ πολλοὶ τῶν ἀνθρώπων ἐκκλίνοντες τῆς ἑτέρας θήραμα γίνονται· σὺ δέ μοι δοκεῖς δεδοικέναι τὰς ἑκατέρων ἐμπτώσεις καὶ αὐτὴν ἀποφεύγειν τὴν τῆς ἀληθείας ὁδὸν οἰόμενος μὴ δεῖν περὶ θεοῦ λόγον προχειρίζεσθαι. ὅρα τοίνυν μὴ τὴν τῶν δυεῖν πλάνην εὐλαβούμενος ἀσεβείας τιμωρίαν ὀφλήσῃς. αὐτὸς ὁ σωτὴρ πρὸ τῆς ἀληθοῦς ὁδοῦ ἑστηκὼς κέκραγε λέγων· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια· μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά, ὅπως μηδετέρᾳ αὐτῶν προστύχῃς. καὶ πάλιν· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων· ὁ μὴ εἰσιὼν δι᾽ ἐμοῦ, ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων κλέπτης ἐστὶ καὶ λῃστής, ὃς καὶ ὑπὸ παγίδος ἁλοὺς ἀπολεῖται.

ἀκουέτωσαν τοίνυν οἱ πρὸς τὴν τῶν ἑκατέρων πλάνην ἐπιτρέψαντες τὸν νοῦν, ὡς κατὰ φύσιν ὁ σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς υἱὸς θεοῦ ἔστι τε καὶ προσαγορεύεται καὶ οὐ ποίημα ὢν κατὰ χρῆσιν ὀνομάζεται ὥσπερ ἡμεῖς υἱὸς καὶ ὅτι οὐκ ἔχων ἀρχήν, ἀλλὰ ἀΐδιος· διὰ τοῦτο καὶ ἐν ἀτελευτήτοις αἰῶσι κατ᾽ ἰδίαν ὑπόστασιν συμβασιλεύσει τῷ πατρί.

Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· πᾶν τὸ ἄναρχον καὶ ἀγέννητον ἂν εἴη· πῶς ὁ υἱὸς εἰκότως ἂν προσαγορεύοιτο ἄναρχος, οὗ καὶ τοὔνομα ἔμφασιν ἀρχῆς ἔχει; υἱὸς γὰρ ἐκ τοῦ γεγεννῆσθαι ὠνόμασται. γέννησις δὲ ὅτι ἀρχῇ ὑποπέπτωκεν, οὐκ ἄν τις ἀνήναιτο· εἰ οὖν υἱὸς τυγχάνει, δηλοῦται ἡμῖν ἐκ τῆς γεννήσεως ἀρχὴν εἰληφώς. ἴσως δὲ καὶ τέλος ἕξει, εἴποι τις ἂν κατὰ τὸν φιλόσοφον λόγον· καὶ ὁ ἀπόστολος δέ φησιν ὑποταγήσεσθαι αὐτὸν τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα καὶ παραδώσειν αὐτὸν τὴν βασιλείαν τῷ πατρὶ καὶ θεῷ, ὡς ὑπειλῆφθαι αὐτὸν οὐκ ὄντα πρὸ τοῦ γεννᾶσθαι πάλιν εἰς τὸ μὴ εἶναι χωρήσειν. Ἀνάβηθί μοι ἐπὶ τῆς ἀσφαλοῦς πίστεως, μὴ συναρπασθῇς ὥσπερ βιαίᾳ πνοῇ τῇ τῶν τοιούτων λογισμῶν ἀπάτῃ, ὡς χνοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος, ἐκ τῆς στενῆς καὶ εὐθείας ὁδοῦ ἐπὶ βάραθρα τῆς ἀπωλείας. εἰ γὰρ ὁ πατὴρ τῶν ὅλων ἀγέννητος καὶ ἀΐδιος, σοφός τε καὶ δυνατός, ὁ δ᾽ ἀπόστολος τὴν εἰς αὐτὸν πίστιν εὐαγγελιζόμενος διακηρύττει πᾶσι Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, πῶς [ἂν] τολμῶσιν ὑπὸ χρόνον ἄγειν αὐτοῦ τὴν γέννησιν καὶ οὐκ ἀΐδιον οὐδὲ ἄναρχον ὑπολαμβάνειν;

εἰ γὰρ κατὰ τήν τινων ὑπόληψιν ὑπὸ χρόνου μοῖραν πέπτωκεν ἡ τοῦ σωτῆρος ἡμῶν γέννησις, ἠτίμασται ἔτι οὐ μόνον ὁ υἱὸς ἀλλὰ καὶ ὁ πατὴρ κατὰ τὴν τοῦ υἱοῦ φωνήν· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα· Ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα—, ὁ μὲν ὡς οὐκ ὢν πρὸ τοῦ γενέσθαι, ὁ δὲ ὡς μὴ ἔχων δύναμιν καὶ σοφίαν πρὸ τοῦ εἶναι τὸν υἱόν. ἀκολούθως δ᾽ ἂν ὑπολαμβάνοιεν οἱ τοιοῦτοι μηδὲ θεὸν εἶναι τὸν πατέρα ποτὲ πρὶν γενέσεως τοῦ υἱοῦ· πῶς γὰρ ἂν θεός, εἰ μὴ δύναμιν καὶ σοφίαν ἐκέκτητο; εἰ δὲ ἀεὶ ὢν θεὸς ὑπὸ τῶν θείων ἡμῖν γραφῶν τεθέσπισται, ἀεὶ ἄρα σοφίαν καὶ δύναμιν, τουτέστι τὸν Χριστόν, ἔχων μεθ᾽ ἑαυτοῦ πιστευτέος.

Μέμνημαι δὲ ὑποσχόμενος ἔμπροσθεν ὥσπερ δι᾽ ἐσόπτρου δείξειν ὑμῖν τὴν εἰκόνα τῶν περὶ τὸν πατέρα καὶ τὸν υἱόν, ἐπείπερ ἀνθρωπίνῳ λόγῳ τὰ κατὰ τὴν θείαν φύσιν οὐχ ὑποτέτακται. ὁπότε γὰρ αὐτὸς ὁ θεὸς † οὐ κατὰ τὴν ἰδίαν τοῦ μεγέθους δύναμιν διείλεκται ἡμῖν, ἀλλὰ συμμετρεῖ ταῖς ἀνθρωπίναις ἀκοαῖς τὴν ἑαυτοῦ φωνήν, ὅπως οἷοί τε ὦμεν ταῖς ἀκοαῖς τὴν θείαν φωνὴν ὑποδέξασθαι. καὶ γάρ τοι καὶ τὸ ἀνύποιστον καὶ ἀπερίληπτον μέγεθος αὐτοῦ συμμετρεῖ ταῖς τῶν ἀνθρώπων ὄψεσι καὶ θεὸς ὢν ἄνθρωπος πέφηνε· ἐκένωσε γὰρ ἑαυτὸν μορφὴν δούλου λαβών, ἵνα δυνηθῶμεν οἱ ἄνθρωποι θεάσασθαι θεόν. ὥσπερ οὖν πεπείσμεθα ὅτι οὐκ ὢν ἄνθρωπος πέφηνε μὲν ἄνθρωπος, κατὰ φύσιν δὲ θεὸς ἦν τε καὶ ἔστι τὸ ἀπερίληπτον μέγεθος αὐτοῦ σώματι περιγράψας καὶ δι᾽ ἑαυτοῦ ὥσπερ δι᾽ ἐσόπτρου τὸ ὅλον ἡμῖν μέγεθος τοῦ θεοῦ παραφήνας, ἵν᾽ ὥσπερ διόπτρᾳ τούτῳ χρησάμενοι καὶ τοῦ πατρὸς θεαταὶ γενώμεθα· εἰκὼν γὰρ τοῦ ἀοράτου θεοῦ κατὰ τὸν ἀπόστολον τυγχάνων εἴρηκεν· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, οὕτω καὶ διὰ τῶν ἐν ταῖς γραφαῖς κατὰ τὸ μέτρον τῶν ἀκοῶν ἡμῶν εἰρημένων, μὴ ἁρμοζόντων δὲ πολλαχῶς τῇ θεότητι δι᾽ ἀσθένειαν λόγου ἀναλόγως θεωροῦμεν αὐτὸν τῇ διανοίᾳ· ὥσπερ γὰρ θεὸς σώματι περίγραπτος ἡμῖν ὦπται διὰ τὰς ὄψεις, οὕτως καὶ ὁ λόγος μικρότερος ἢ κατὰ θεὸν κεκήρυκται διὰ τὰς ἀκοάς.

Δέδεικται δέ, ὥσπερ προέφημεν, δι᾽ αὐτῆς τῆς γραφῆς ὡς ἀνθρώπινος λόγος θεόν τε καὶ τὰ κατ᾽ αὐτὸν οὐκ ἂν ἐνδέξαιτο. ἐπειδὴ γὰρ οὐχ ὑπολέλειπτο μέρος λόγου τὸ μηνύον τὴν ἀϊδιότητα τοῦ υἱοῦ, τῇ προθέσει ὥσπερ αἰνίγματι σημαίνει σύγχρονον εἶναι τῷ πατρὶ ἡ γραφὴ λέγουσα· Πρὸ ἑωσφόρου ἐγέννησά σε· καὶ Πρὸ πάντων βουνῶν γεννᾷ με καὶ ἑκάστου δημιουργήματος. τοῦτο τὸ μέρος τοῦ λόγου προτιθεῖσα ἡ γραφὴ ἄναρχον αὐτὸν ἀποφαίνει· τὸ γὰρ προϋπερβατικὸν πάντων ὂν καὶ μάλιστα ὅτε πρὸ τῶν αἰώνων λέγει εἰς τὸ ἀΐδιον καὶ ἄναρχον τρέπει ἡμῶν τὸν νοῦν. πῶς οὖν τῷ πατρὶ ἀεὶ συγκαθεζόμενος τὸ υἱὸς εἶναι καὶ γεγεννῆσθαι ἐπιτέτραπται, εἰκόνα σοι τούτων προτείνω, ἐπείπερ τῶν κατὰ φύσιν οὐ καθικνεῖται ὁ λόγος, τὴν ἀκτῖνα ὑπὸ τοῦ ἡλίου. πῶς οὐκ ἂν φήσειας τετέχθαι καὶ τὸ φῶς ὑπὸ τοῦ λύχνου; ἀλλ᾽ ὥσπερ οὐ πρότερον ὁ ἥλιος, ἔπειτα ἡ ἀκτίς, ἀλλ᾽ ἅμα τῷ εἶναι ἢ γεγονέναι τὸν ἥλιον ἔστι τε καὶ γέγονεν ἡ ἀκτὶς καὶ ἅμα τῷ ὑπάρξαι τὸν λύχνον ὑπῆρξε καὶ τὸ φῶς καὶ τὸ γεννώμενον ὑπὸ τοῦ λύχνου οὐ μετά τινα χρόνον, ἀλλὰ σὺν αὐτῷ γεννώμενον φαίνεται, οὕτως οὐ πρῶτον θεός, μετέπειτα δὲ ἡ σοφία αὐτοῦ, ἀλλ᾽ ἅμα τῷ εἶναι τὸν θεὸν τῶν ὅλων (ἦν δὲ πάντοτε) ἦν ἄρα καὶ ἡ σοφία, τουτέστιν ὁ Χριστός· καίτοι γεννωμένη ὑπὸ τοῦ θεοῦ καὶ γέννημα εἰκότως προσαγορεύεται ἡ σοφία τοῦ διαδεικνυμένου αὐτήν.

τὸ δὲ Πρὸ πάντων βουνῶν γεννᾷ με ἐμφαίνει πάντοτε γεννώμενον τοῖς ἀνθρώποις ὑπὸ τοῦ πατρὸς τὸν σωτῆρα· καὶ τὸ Σήμερον γεγέννηκά σε καίτοι προγεγεννημένον καὶ ἀεὶ συνόντα ὑπὸ χρόνου μέρει τὸ σήμερον ἄγουσα ἡ γραφὴ σημαίνει ἀεὶ τοῖς καθεξῆς προϊοῦσιν αὐτὸν συγγεννᾶσθαι, ἄχρις οὗ τὸ σήμερον καλεῖται. εἴ ποτε δὲ τὸ σήμερον τοῦ κόσμου τούτου συμπεριορισθείη τοῖς τέλεσιν, οὐκέτι γεννᾶται, ἀλλ᾽ ἅπαξ τοῖς ἅπασι γεγεννημένος καὶ πάντων κριτὴς καὶ δικαστὴς καθεσθεὶς ζώντων καὶ νεκρῶν εἰς αἰῶνα βασιλεύσει σὺν τῷ πατρί.