Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐάγριον περὶ εἱμαρμένης

Γρηγόριος ὁ Νύσσης

Έκθεση των αστρολογικών αντιλήψεων περί ειμαρμένης

Παρουσίαση των θέσεων του φιλοσόφου συνομιλητή, ο οποίος υποστηρίζει την απόλυτη εξάρτηση της ανθρώπινης ζωής και των γεγονότων από την κίνηση των ουρανίων σωμάτων και τον ζωδιακό κύκλο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 5

Προσῆγον ἐγώ τινας περὶ τῆς καθ᾽ ἡμᾶς εὐσεβείας λόγους ἀνδρί τινι πεπαιδευμένῳ τὴν ἔξω φιλοσοφίαν, ὡς ἐνῆν ἐκ τῶν λεγομένων στοχάσασθαι, καὶ πείθειν ἐπεχείρουν ἐκ τοῦ Ἑλληνισμοῦ πρὸς τὴν συγκατάθεσιν τοῦ καθ᾽ ἡμᾶς δόγματος μετατάξασθαι. ἐπειδὴ δὲ πολὺς ἦν κατασκευάζων μὴ κατ᾽ ἐξουσίαν προκεῖσθαι τοῖς βουλομένοις τῶν κατὰ γνώμην τὴν αἵρεσιν, ἀλλὰ διά τινος ἐξάπτων ἀνάγκης τὴν τῶν ἀνθρώπων ζωήν, ἧς ἄνευ μὴ ἄν τι γενέσθαι τῶν ἐν ἡμῖν γινομένων, καὶ τούτῳ τῷ λόγῳ τὸν ἐμὸν παρεκρούετο λόγον, ὡς εἰ μὲν εἵμαρται αὐτῷ γενέσθαι Χριστιανῷ, γενήσεται πάντως, κἂν ἡμεῖς μὴ βουλώμεθα, εἰ δὲ κωλύοιτο τῇ τῆς εἱμαρμένης ἀνάγκῃ, μὴ ἂν γενέσθαι δυνατὸν ἐξευρεῖν τινα μηχανὴν ἣ τὴν εἱμαρμένην βιάσεται· ταῦτα λέγοντος ἐγὼ μέν, ὅπερ εἰκὸς ἦν, φεύγειν ᾤμην αὐτὸν τὸ μαθεῖν τι περὶ τῆς πίστεως τῷ Ἑλληνισμῷ διὰ βάθους ἐγκείμενον καὶ τούτῳ τῷ τρόπῳ τὴν ἀκολουθίαν τοῦ ἡμετέρου παρακρούεσθαι λόγου.

ἐπεὶ δὲ οὐκ ἀνίει τοῖς αὐτοῖς ἐπιμένων, πάντα λέγων ὑπεζεῦχθαι τῇ τῆς εἱμαρμένης ἀνάγκῃ κἀκείνην ἐπιστατεῖν τῶν ὄντων καὶ τῇ ῥοπῇ ταύτης πάντα ὑποκύπτειν τὰ ὄντα, ζωῆς τε μέτρα καὶ ἠθῶν διαφορὰς καὶ βίων αἱρέσεις καὶ σωμάτων κατασκευὰς καὶ τὰς τῶν ἀξιωμάτων ἀνωμαλίας, ὡς ἄρχειν τε πάντως τὸν καθ᾽ εἱμαρμένην ἐπὶ τὴν ἀρχὴν παριόντα, δουλεύειν τε κατὰ τὴν αὐτὴν αἰτίαν καὶ πλουτεῖν ὡσαύτως καὶ πένεσθαι, ἐρρῶσθαί τε πάλιν τῷ σώματι καὶ ἀσθενῶς ἔχειν, τό τε ὠκύμορον καὶ τὸ μακρόβιον τὴν αὐτὴν ἔχειν αἰτίαν (ὅ τε γὰρ ἐν ὀλίγῳ μετασχὼν τῆς ζωῆς καὶ ὁ ἐν μακρῷ τῷ χρόνῳ παρατείνας τὸν βίον οὐ κατ᾽ οἰκείαν ὁρμὴν ἀλλ᾽ ἐκ τῆς ἀνάγκης ἐκείνης ἐν ἑκατέρῳ ἑκάτερος γίνεται), τόν τε αὐτόματον καὶ τὸν ἠναγκασμένον θάνατον μὴ ἄλλως ἢ παρ᾽ ἐκείνης ἀποκληροῦσθαι τοῦ τε βιαίου θανάτου τὰς πολυτρόπους διαφορὰς ἐν συμπτώμασιν ἢ ἀγχόναις ἢ ψήφῳ δικαστικῇ ἢ καὶ κατ᾽ ἐπιβουλὴν ἐπαγομένας, καὶ τὰ ἔτι τούτων καθολικώτερα καὶ περιληπτικώτερα πάθη, σεισμοὺς καὶ ναυάγια καὶ ἐπικλύσεις ὑδάτων καὶ τὰς ἐκ πυρὸς συμφορὰς καὶ ὅσα τοιαῦτα εἴδη κακῶν, πάντα τῆς αἰτίας ἐκείνης ἐξάπτων προσετίθει καὶ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων μηδαμοῦ τὸν λογισμὸν τοῦ αἱρουμένου κύριον εἶναι, πάντας δὲ τῷ κράτει τῆς εἱμαρμένης ὑπηρετοῦντας ἢ φιλοσοφεῖν ἢ ῥητορεύειν ἢ γεωργεῖν ἢ ναυτίλλεσθαι ἢ ἐν γάμῳ ζῆν ἢ τὸν ἄγαμον αἱρεῖσθαι βίον, ἀρετῆς τε καὶ κακίας τὴν αὐτὴν ἀνάγκην εἶναι διισχυρίζετο· ὥστε κατὰ τὴν ἀπαράβατον ταύτην ἀποκλήρωσιν τὸν μὲν τῇ ὑψηλοτέρᾳ προσανέχειν ζωῇ ἐν ἀκτήμονι καὶ ἐλευθεριάζοντι βίῳ, ἕτερον δὲ τυμβωρυχεῖν ἢ πειρατεύειν ἢ ἀσωτεύεσθαι ἢ τῷ ἑταιρικῷ βίῳ ἀποθηλύνεσθαι.

καὶ πάντα τὰ τοιαῦτα διεξιὼν ἰσχυρὰν ᾤετο τοῦ μὴ παραδέξασθαι τὸν λόγον ἡμῶν αἰτίαν ἐπιδεδεῖχθαι τὸ μὴ ἐφ᾽ ἡμῖν εἶναι ὅπερ ἂν θέλωμεν κατ᾽ ἐξουσίαν αἱρεῖσθαι, ἀλλὰ δεῖν ἀναμεῖναι τὴν ἀνάγκην ἐκείνην, ἧς τὸ ἐνδόσιμον πρὸς τὴν τοιαύτην ὁρμὴν παρασχούσης ἐπάναγκες εἶναι προσθέσθαι τῷ λόγῳ καὶ μὴ βουλόμενον, ἄνευ δὲ ἐκείνης καὶ σφόδρα προαιρουμένου μὴ δυνατὸν εἶναι γενέσθαι.

Ἐγὼ δὲ ταῦτα αὐτοῦ καὶ τὰ τοιαῦτα διεξιόντος ἠρόμην αὐτὸν εἰ θεόν τινα οἴεται εἶναι τὸν τὸ κατὰ πάντων ἔχοντα κράτος τὸν τῷ ὀνόματι τῆς εἱμαρμένης ἀποκαλούμενον, οὖ τῷ βουλήματι τὰ καθ᾽ ἕκαστον οἰκονομεῖσθαι πεπίστευκεν. ὁ δὲ πολλήν μου καταγνοὺς ἀβελτηρίαν ἐν τῷ ἐρωτήματι Οὔ μοι δοκεῖς κατανενοηκέναι, φησί, τῶν οὐρανίων οὐδέν. ἧ γὰρ ἂν ἔγνως τῆς εἱμαρμένης τὴν δύναμιν, ὅθεν καὶ ὅπως κατελήφθη τῶν καθ᾽ εἱρμὸν ἀπαραβάτως γινομένων ἡ δύναμις.

ἐμοῦ δὲ καὶ πρὸς τοῦτον ξενοφωνουμένου τὸν λόγον καί τι σαφέστερον ἀξιοῦντος μαθεῖν, πότερον δύναμίν τινα προαιρετικὴν αὐτοκρατῆ τε καὶ ἀδέσποτον ἐν ὑπερκειμένῃ τινὶ ἐξουσίᾳ θεωρουμένην τὴν εἱμαρμένην εἶναι φαντάζεται ἢ ἄλλο τι παρὰ τοῦτο ὑπείληφε, πάλιν τὸν αὐτὸν ἐπαναλαβὼν λόγον Ὁ τῶν οὐρανίων, φησίν, ἐπεσκεμμένος τὴν κίνησιν, τόν τε ζῳδιοφόρον κύκλον καὶ τὰ ἐν αὐτῷ δυοκαίδεκα τμήματα τῇ περιγραφῇ τῶν ἐνθεωρουμένων ζῳδίων δι᾽ ἴσου ἀπ᾽ ἀλλήλων διεστηκότα, ἑκάστου τε τῶν ἄστρων τὴν δύναμιν κατανοήσας, τίνα μὲν ἐφ᾽ ἑαυτοῦ ἕκαστον ἐκ φύσεως ἰσχὺν ἔχει, τί δὲ ἡ σύνοδος αὐτῶν ἐκ τῆς ποιᾶς πρὸς ἄλληλα κράσεως ἀπεργάζεται τῆς κατὰ τὴν δύναμιν ἑκάστου αὐτῶν ἰδιότητος μιχθείσης τε τῷ προσεγγισμῷ πρὸς τὴν ἑτέραν καὶ ἀποκριθείσης διὰ τῆς ἀποστάσεως, τί τε πάλιν ἡ τοῦ κατωτέρου ὑπόβασις ἐργάζεται καὶ τί ἡ τοῦ ὑπερκειμένου κατὰ τὴν πάροδον ἔκλειψις καὶ πάλιν ἀποκατάστασις ὅ τε ποικίλος τῶν συνιόντων τε καὶ ἀφισταμένων σχηματισμὸς ἐν τριγώνοις ἢ σκαληνοῖς καταγραφόμενος σχήμασιν ἢ καὶ ἄλλο τι τῶν κατὰ γεωμετρίαν θεωρουμένων σχημάτων ἀποτελῶν· ὁ ταῦτα, φησί, καὶ τὰ τοιαῦτα κατανοήσας εἴσεται τῆς εἱμαρμένης τὸ σημαινόμενον, ὅτι τὸ εἱρμῷ τινι ἀπαραβάτῳ κατὰ τὴν ποιὰν συμπλοκὴν τῶν ἀστέρων ἀναγκαίως ἀποτελούμενον τῷ ὀνόματι τῆς εἱμαρμένης διερμηνεύεται.

ἐπεὶ δέ με καὶ τοῦτο πάλιν ἐξένιζεν (οὐ γὰρ συνίειν τῶν λεγομένων οὐδὲν ἅτε μὴ πεπαιδευμένος ταύτην τὴν παίδευσιν), ἠξίουν δι᾽ ὧν ἦν μοι δυνατὸν γνῶναι τὴν τῆς εἱμαρμένης διάνοιαν, διὰ τούτων μοι φανερὸν ποιεῖν τὸ λεγόμενον· τοὺς γὰρ ἀστρῴους κύκλους ἄλλον ἄλλῳ ἐγκεῖσθαι καὶ τὴν ἐναντίαν κίνησιν τῇ ἀπλανεῖ περιφορᾷ κατὰ τὸ ἐντὸς ἀνελίσσεσθαι καὶ πάντας τούτους τῷ ζῳδιακῷ ἐνδινεῖσθαι κύκλῳ, ταῦτα καὶ παρ᾽ ἑτέρων εἶπον ἀκηκοέναι καὶ ἐκ τοῦ ἀκολούθου μὴ ἀμφιβάλλειν τὰς τῶν φωστήρων αὐγὰς κατὰ τὴν ἰδιάζουσαν ἑκάστῳ τῶν πόλων κυκλοφορίαν προσεγγίζειν τε καὶ ἀφίστασθαι, καὶ ὑποβαίνειν τὸν κατώτερον καὶ κρύπτεσθαι τὸν ὑπερκείμενον ἀπὸ τῶν ἡμετέρων ὄψεων, εἰ κατὰ νώτου γένοιτο τοῦ ὑποβαίνοντος, καὶ πάντα ὅσα εἰκὸς ἐκ τοῦ ἀκολούθου λογίσασθαι· εἴτε τι σχῆμα διὰ τούτων ἀποτελεῖται, ὅταν ὁ κύκλος περιάγῃ διὰ τῆς ἰδίας κινήσεως τὸ ἐφ᾽ ἑαυτοῦ κείμενον ἄστρον, ὥστε ἢ κατ᾽ εὐθεῖαν τοῦ ὑπερκειμένου γενέσθαι ἢ πλαγιάσαι κατὰ τὴν πάροδον, εἴτε δι᾽ ὀλίγου τοῦ χρονικοῦ διαστήματος εἴτε διὰ πλείονος ἑκάστου τούτων ἡ περίοδος γίνεται κατὰ τὸ μέγεθος τῆς καθ᾽ ἕκαστον τῶν κύκλων ἀναλογίας ἀναγκαίως ἢ θᾶττον ἢ βράδιον τῆς ἀναστροφῆς γινομένης.

Ταῦτα πάντα καὶ τὰ τοιαῦτα σιγᾶν ἠξίουν, μόνον δέ μοι σαφῶς ἐκκαλύπτειν τῆς εἱμαρμένης τὴν δύναμιν, εἰ θεός τίς ἐστιν ὁ τῷ ὀνόματι τῆς εἱμαρμένης νοούμενος καὶ ὁ τοῦ παντὸς ἐξημμένος τὸ κράτος καὶ πάντα κατ᾽ ἐξουσίαν τῷ ὑπερέχοντι τῆς δυνάμεως πρὸς τὸ δοκοῦν διοικούμενος, ἢ ἄλλης τινὸς ὑπερκειμένης ἐνεργείας ὑπουργὸν εἶναι τὴν τῆς εἱμαρμένης ὑποτίθεται δύναμιν, ὥστε καὶ αὐτὴν τρόπον τινὰ ὑπὸ ἑτέραν εἱμαρμένην κεῖσθαι τῇ ὑπερεχούσῃ συνδιατιθεμένην αἰτίᾳ. εἰ μὲν γὰρ αὕτη τὸ κατὰ πάντων κράτος ἔχειν πεπίστευται, τὸ μηδὲν ὑπερκεῖσθαι ταύτης ἡ ἀκολουθία τοῦ λόγου δίδωσιν οἴεσθαι· εἰ δὲ τῇ κινήσει τῶν ἄστρων ἀκολουθοῦσαν τὴν εἱμαρμένην κρατεῖν αὐτὴν βιαίᾳ τινὶ ἀνάγκῃ τῶν πάντων διισχυρίζεται, ἀσφαλέστερον ἦν τῷ προηγουμένῳ μᾶλλον ἢ τῷ ἑπομένῳ τὴν παντοδύναμον ταύτην προσμαρτυρεῖν ἐξουσίαν καὶ τὰ ἄστρα τούτων αἴτια λέγειν ἢ τὴν ἀπλανῆ περιφορὰν ἢ τοὺς ἐντὸς ταύτης ἐνθεωρουμένους κύκλους ἢ τὸν λοξῶς ἐγκεχαραγμένον τῷ πόλῳ κύκλον. εἰ γάρ τις δοίη καθ᾽ ὑπόθεσιν μὴ κινεῖσθαι ταῦτα μηδὲ διὰ τῆς ἀϊδίου κυκλοφορίας ἢ ἐν ἀλλήλοις ἢ ἀπ᾽ ἀλλήλων γίνεσθαι, ἀλλ᾽ ἐπὶ τοῦ αὐτοῦ σχήματος ὡσαύτως ἔχειν ἀεί, οὐκ ἂν ἡ εἱμαρμένη συσταίη. εἰ οὖν ἡ κίνησις τῶν ἄστρων τίκτει τὴν εἱμαρμένην, ἄρα μάτην ἐπικρατεῖν αὕτη τῶν ἄλλων νομίζεται ἡ τῇ ὑπερκειμένῃ αἰτίᾳ δουλεύουσα, καὶ μὴ ἂν οὖσα, εἰ μὴ ἡ κίνησις εἴη.

Ἀλλ᾽ οὐ τοῦτο, φησὶν ὁ φιλόσοφος ἐκεῖνος, οὐχ οὕτως ὁ ἡμέτερος νομίζει λόγος, τὸ εἶναι αὐτὴν ἐφ᾽ ἑαυτῆς τὴν εἱμαρμένην ἐν ὑποστάσει τινὶ θεωρουμένην· ἀλλ᾽ ἐπειδὴ μία τίς ἐστιν ἐν τοῖς οὖσι συμπάθεια καὶ συνεχές ἐστι τὸ πᾶν ἑαυτῷ καὶ τὰ καθ᾽ ἕκαστον ἐν τῷ παντὶ θεωρούμενα οἷον ἐπὶ σώματος ἑνὸς ἐν μιᾷ συμπνοίᾳ καταλαμβάνεται πάντων πρὸς ἄλληλα τῶν μερῶν συννευόντων, τούτου χάριν ἀρχηγικωτέρας οὔσης τῆς ἄνω λήξεως τὰ περίγεια πάντα τῷ προηγουμένῳ συνδιατίθεται καὶ πρὸς ἐκεῖνο νεύει, κατὰ τὴν ἄνω κίνησιν καὶ τῶν τῇδε πραγμάτων ἐξ ἀνάγκης συγκινουμένων, ἐν διαφόρῳ δέ, καθὼς εἴρηται, τῇ δυνάμει ἑκάστου τῶν ἄστρων θεωρουμένου. ὥσπερ ἐπὶ τῆς ἰατρικῆς φαρμακείας αἱ τῶν εἰδῶν ποιότητες λόγῳ τινὶ τεχνικῷ συμμιχθεῖσαι ἄλλο τι τὸ ἐκ τοῦ κοινοῦ συγκραθὲν ἀπειργάσαντο καὶ οὐχ ὅπερ ἕκαστον ἦν πρὸ τῆς πρὸς ἄλληλα μίξεως, οὕτω καὶ τῶν ἀστρῴων δυνάμεων ἐν διαφόροις ἰδιότησι θεωρουμένων, ἡ ποικίλη κατὰ τοὺς προσεγγισμοὺς αὐτῶν καὶ τὰς ἀποστάσεις γινομένη τῶν διαφόρων ἰδιωμάτων συμπλοκὴ τὰς ποικίλας τῶν κατὰ τὸν βίον ἀποτελουμένων διαφορὰς ἐξεργάζεται οἷόν τινος ἀπορροῆς ἀδιασπάστως ἐκεῖθεν ἐφ᾽ ἡμᾶς διηκούσης. διά τοι τοῦτο καὶ παρὰ τῶν ἐπιμελέστερον τὰ τοιαῦτα φιλοσοφούντων αἱ προρρήσεις τῶν ἐσομένων οὐχ ἁμαρτάνονται.

ὡς γὰρ ὁ τῆς ἰατρικῆς ἐπιστήμων, εἰ τὸ θερμὸν ἢ ναρκῶδες φάρμακον ἀνακραθείη τῷ ἁλμῶντι ἢ παραστύφοντι, προλέγει τὴν συστησομένην ἐκ τῆς τῶν ἑτεροφυῶν μίξεως ἰδιότητα καὶ τί κατεργάζεται καὶ μέχρι τίνος τὴν ἰσχὺν ἔχει καὶ τίνι μὲν ὀλέθριον τίνι δὲ ἀλεξητήριον γίνεται, οὕτως καὶ ὁ τοῖς ἄνω δι᾽ ἐπιμελείας προσεσχηκὼς καὶ τὴν ἑκάστου τῶν ὄντων φύσιν κατανοήσας εἴσεται τὴν ἐκ τῆς ποιᾶς αὐτῶν συμπλοκῆς δύναμιν τί ἀποτελέσει.

αὕτη δὲ ἡ ἀπορροὴ οὐδὲ ἐν ὀλίγῳ πρὸς ἑαυτὴν ὁμοίως ἔχει, ἀλλὰ διὰ τὸ ἀστατεῖν ἀεὶ τῶν ἐπιπλεκομένων ἀλλήλοις ἄστρων τὴν κίνησιν ἀναγκαίως κἀκείνη τῇ συνεχείᾳ τῆς κατὰ τὴν κίνησιν ἑτερότητος συναλλοιοῦται ἀεὶ συμμετακιρναμένη τῇ ποικιλίᾳ τῆς κινήσεως καὶ τὰς ἐνεργείας ἑαυτῆς τῇ κινήσει τῶν ἄστρων συνεξαλλάσσουσα· ἧς τῶν ἐπὶ τὸν βίον παραγομένων ἕκαστος κατὰ τὴν ἐν τῷ ἀκαρεῖ τοῦ διαστήματος ἐπιτυχοῦσαν αὐτῷ μοῖραν σπάσας ἐκεῖνο γίνεται ὅπερ ἡ ἰδιότης τοῦ μέρους ἐκείνου προεμήνυσέ τε καὶ ἀπετέλεσεν· ἀνάγκη γὰρ πᾶσα, καθάπερ ἐν ἐκμαγείῳ σφραγῖδος τῷ ἐντεθέντι κηρῷ τὸ κατὰ τὴν γλυφὴν εἶδος περιτυποῦται, οὕτως καὶ τοῦ ἀνθρώπου τὸν βίον, ᾧ ἂν συνενεχθῇ μορίῳ τῆς ἀπορρεούσης δυνάμεως ἐκ τῆς τῶν ἄστρων κινήσεως, κατὰ τὴν ἐκείνου τοῦ μέρους ἰδιότητα τυποῦσθαι κἀκεῖνο γίνεσθαι ὅπερ εἶχεν ἐν ἑαυτῇ τῆς ἀπορροίας ἡ μοῖρα ἣν ἔσπασεν εὐθὺς τοῦ βίου ἀρχόμενος· ᾗ ἅπαξ ἐνσφραγισθεὶς κατὰ τὴν ἐκεῖθεν ὁρισθεῖσαν δύναμιν ἀναγκαίως ἐν τῇ κατὰ τὸν βίον ἰδιότητι συμμορφοῦται ταῦτα ποιῶν ἢ πάσχων ὧν τὰς ἀρχὰς ἢ τὰς αἰτίας ἡ πρώτη ἔντευξις τῆς ἀστρῴας ἐκείνης ἀπορροῆς κατεβάλετο.