Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐάγριον περὶ εἱμαρμένης

Γρηγόριος ὁ Νύσσης

Φιλοσοφικός και λογικός έλεγχος της αστρολογικής αναγκαιότητας

Αναίρεση της υποταγής της ελεύθερης βούλησης στα άστρα. Εξετάζονται λογικά παράδοξα, όπως η απειροελάχιστη διαίρεση του χρόνου γεννήσεως, η ανισότητα των βίων και η απουσία πραγματικής υποστάσεως της ειμαρμένης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 5

Ἐγὼ δὲ τούτων λεγομένων Οὐ παύσῃ, πρὸς αὐτὸν εἶπον, φληνάφους ἐμοὶ λόγους καὶ λήρους διεξιών, τὸ ἀμερὲς ἐκεῖνο μέρος τῆς ἐν ἀκαρεῖ μετουσίας τῶν ἄνωθεν ἡμῖν, ὡς φῄς, ἐπιρρεόντων πάντων αἴτιον τῶν ἐν ἡμῖν κατασκευάζων, οὔτε εἰ ἔμψυχον τοῦτο καὶ προαιρετικόν ἐστι λέγων οὔτε ὅπως κατακρατεῖ τῶν ἐμψύχων τὸ ἄψυχόν τε καὶ ἀνυπόστατον καὶ μηδεμίαν ἐκ φύσεως ἰδίαν ἔχον ὁρμὴν δεῖξαι δυνάμενος, ἀλλὰ πάσης βουλῆς καὶ τῆς ἐκ τῶν λογισμῶν προμηθείας παιδεύσεώς τε καὶ ἐπιμελείας καὶ τῶν κατ᾽ ἀρετὴν ἐπιτηδευμάτων καθάπερ τινὰ τύραννον ἢ δεσπότην τὸ ἄψυχόν τε καὶ ἀπροαίρετον, ἄστατόν τε καὶ παροδικὸν καὶ ἀμερὲς καὶ ἀνυπόστατον ἐπιστήσας τῷ λόγῳ; τῆς ἐκείνου δυνάμεως ἐξάπτεις τὴν τῶν ὄντων σύστασίν τε καὶ διοίκησιν, καὶ οὐχ ὁρᾷς εἰς οἵας ὁ λόγος ἀτοπίας ἐκφέρεται; εἰ γὰρ τοσαύτην ἔχει δύναμιν ἐκείνη τῆς ἀπορροῆς ἡ μοῖρα, ὡς κατ᾽ αὐτὴν τοὺς παρὰ τὴν πρώτην πάροδον γεγονότας ἀποτελεῖν, πάντως ὅτι οὐκ ἐπακολουθητικῶς ἀλλὰ προηγουμένως τῆς τῶν ὄντων συστάσεως ἐξηγήσεται. οὐκοῦν ἐκείνη προάξει κατὰ τὴν ἰδίαν δύναμιν τὸν τικτόμενον καὶ οὐχὶ τῇ τοῦ ἀποκυηθέντος συντυχίᾳ ὑπηρετήσει. ἄδηλον γὰρ ἐνταῦθα ποῖον τίνος ἀρχηγικώτερον ἀμφοτέρων ἐν τῷ ἀκαρεῖ κατὰ τὸ ἴσον ἀλλήλοις συμφερομένων.

ὅ τε γὰρ ἄνθρωπος καὶ πρὸ τῆς ἐξόδου τῶν σπλάγχνων ἐν κινήσει πώς ἐστι διὰ μειώσεώς τε καὶ αὐξήσεως [ἐν] τῇ φύσει κινούμενος (ἐπεὶ καὶ τοῦτο κινήσεως εἶδός ἐστι), τό τε ἄστρον καὶ πρὸ τοῦ τὸν ἄνθρωπον τοῦ ἀέρος σπάσαι φέρεται καὶ οὐχ ἵσταται· ἥ τε συντυχία κατὰ τὸ ἴσον τῶν διὰ κινήσεως ἀλλήλοις συντυγχανόντων ἄπορον ποιεῖ τοῦ προηγουμένου τὴν κρίσιν. καὶ γὰρ κἀκεῖνα κινεῖται διὰ τῶν κύκλων καὶ τοῦτο διὰ τῆς φύσεως ὁδεῦον φέρεται. εἰ δὲ ἑνὶ μέρει τοῦ χρόνου ἀμφοτέροις ἡ πρὸς ἀλλήλους σύνοδος γίνεται, τίς ἡ πρὸς ἄλληλα τούτων διαφορά, ὥστε τοῦ ἑτέρου τὸ ἕτερον αἰτιώτερον οἴεσθαι; εἰ γὰρ διὰ τὰ ἄστρα ὁ ἄνθρωπος, πάντοτε ἂν ἔρρει ἡ φύσις διὰ γεννήσεως οὐδὲ ἐν ἀκαρεῖ τι διάλειμμα τῆς ἀνθρωπίνης παρόδου ἐπιδεικνύουσα. εἰ δὲ πολλαὶ τῶν γινομένων αἱ μεταξὺ διαστάσεις, σαφῶς ἀποδείκνυται τὸ μὴ τῇ κινήσει τῶν ἄστρων τὴν ἀνθρωπίνην ἕπεσθαι γένεσιν, ἡ μὲν γὰρ ἀεὶ κινεῖται ἡ δὲ οὐκ ἀεὶ γεννᾶται, ἀλλ᾽ ἰδίῳ τοῦτο εἱρμῷ κἀκεῖνο πάλιν ἰδιαζόντως ἐφ᾽ ἑαυτοῦ φέρεται οὐδεμιᾶς ἀνάγκης συναπτούσης πρὸς ἄλληλα τὰ διεστῶτα τῇ φύσει.

εἰ δὲ τοῦτο ὁ ὑμέτερος κατασκευάζει λόγος τὸ ἐπ᾽ ἐκείνῃ τῇ μοίρᾳ τοῦ χρόνου τὴν αἰτίαν τῶν κατὰ τὸν βίον ἁπάντων κεῖσθαι, σκόπησον ὅσας μυριάδας δεσποτῶν καὶ τυράννων ἡμέρα πᾶσα καὶ νὺξ ὡσαύτως κατὰ τὰς λεπτὰς ἐκείνας καὶ ἀκαρεῖς τοῦ χρόνου τομὰς ἀπεργάζεται εἰς τέσσαρας καὶ εἴκοσιν ὥρας νυκτὸς καὶ ἡμέρας, ὥς φατε, διῃρημένων, ἑκάστης δὲ ὥρας ἑξήκοντα τμήμασι μεριζομένης, πάλιν δὲ τῶν τμημάτων τούτων ἑκάστου κατὰ τὸ ἰσάριθμον κερματιζομένου· ὡς δέ φασιν ὑμῶν οἱ εἰς τὴν λεπτοτέραν τῶν τοιούτων παρατήρησιν τῷ λόγῳ διαδυόμενοι, ὅτι καὶ τούτων ἕκαστον πάλιν τῶν λεπτῶν λεγομένων τμημάτων ἰσαρίθμῳ διαιρέσει ἐπιλεπτύνεται. τὸ τοίνυν ἐκ τούτων ἀθροιζόμενον πλῆθος τῶν ἀκαριαίων ἐκείνων θεῶν ἢ δεσποτῶν ἢ τυράννων ἢ οὐκ οἶδ᾽ ὅπως χρὴ λέγειν, μιᾶς πλέον καὶ εἴκοσι μυριάδων ἐστίν. εἰ δὲ μία ὥρα τοσαύτας ἡμῖν μυριάδας ποιεῖ, αἱ τέσσαρες καὶ εἴκοσι κατὰ λόγον τῆς μιᾶς πάντως πολλαπλασιασθεῖσαι τὰς ἀπείρους τῶν μοιρῶν μυριάδας ἀπογεννῶσιν. ἀλλὰ μὴν τούτων ἑκάστην ἀπαράβατον δύναμιν ἔχειν ὁ ὑμέτερος διισχυρίζεται λόγος. οὐκοῦν ἀκόλουθον μηδεμίαν αὐτῶν ἄπρακτον εἶναι. οὐ γὰρ ἂν τῆς δυνάμεως ἴδιον τὴν ἀπραξίαν εἴποις, ἀλλ᾽ ἐν τῇ ἐνεργείᾳ πάντως καθορᾶται ἡ δύναμις.

οὐκοῦν ἴσα καὶ τὰ τῆς δυνάμεώς ἐστιν ἀποτελέσματα· ὥστε ὅσα τμήματα, τοσαῦται καὶ τῶν ἀνθρώπων γενέσεις ἐξ ἀνάγκης καθ᾽ ἑκάστην ὥραν συστήσονται. καὶ εἴπερ ἑκάστῃ μοίρᾳ τὸ δυνατὸν ὁμοίως προσμαρτυρεῖσθαι προσήκει, πάντας ἐπίσης βασιλέας, μακροβίους, δυνατούς, εὐκλήρους, εὐδαίμονας καὶ ὅσα τῆς προτιμοτέρας λήξεως εἶναι νομίζεται τὸ τῆς δυνάμεως ὁμότιμον ἀπεργάζεται· ἡ γὰρ ἔλλειψις τούτων τινὸς τοῦ κατὰ τὴν δύναμιν ἀτελοῦς κατηγορία γίνεται. οὐ γὰρ ἄν τις ἴσην προσμαρτυρήσειε δύναμιν τῷ τε μεγάλα καὶ μικρὰ ἐνεργήσαντι. οἷον ὁ μὲν ὑπερβέβηκεν ἑκατὸν ἔτη ἐν γήρᾳ λιπαρῷ καὶ εὐδαίμονι, παισὶν εὐθηνούμενος, ἐκγόνοις δορυφορούμενος καὶ τῷ μετὰ τούτους ἐπαγαλλόμενος γένει, ἄνοσος, ἀπήμων, ἐπίτιμος, ἄλυπος, πλούτου δαψιλῶς ἔχων, καὶ εἴ τι ἄλλο τῶν κατὰ τὸν βίον τοῦτον ἐν τιμίοις νενόμισται, διὰ πάντων μακαριζόμενος· ἕτερος ὁμοῦ τῷ παραχθῆναι εἰς φῶς κατεπνίγη, οἷα δὴ πολλὰ τῶν γεννωμένων ἐστὶν ἑταιρικὰ ἢ μοιχίδια βρέφη ἅπερ τῶν μητέρων αἱ παρανόμως κυήσασαι ταῖς ἑαυτῶν χερσὶ διαχειριζόμεναι θανάτῳ τὸν ἔλεγχον κλέπτουσι. ποῦ ἡ δύναμις ἐπὶ τούτων τῆς μοίρας; πῶς εἰς τὸ αὐτὸ τῆς ζωῆς μέτρον ἡ τῆς εἱμαρμένης ἰσχὺς οὐκ ἐξήρκεσεν; εἰ γὰρ τὸ δυνατὸν αὐτῇ προσμαρτυρεῖν ὁ ὑμέτερος λόγος οἴεται δεῖν, ἐπίσης πᾶσι τοῖς οὖσιν ἡ ἰσχὺς αὐτῆς φανήσεται.

οὐ γὰρ τὸ μὲν ἰσχύσει, τὸ δὲ οὐ δυνήσεται, εἴπερ ἀληθῶς ἐν δυνάμει καταλαμβάνεται· ἡ δὲ δύναμις διὰ τῶν ἀποτελεσμάτων γνωρίζεται. οὐκοῦν οὐδεμίαν ἀνωμαλίαν ὁ βίος ἕξει πάντων ὁμοίως τὸ ἀκρότατον τῆς εὐδαιμονίας μέτρον ἐν ἑαυτοῖς δεικνύντων διὰ τὸ πάντας μὲν κατὰ τὸν λόγον ὑμῶν ὑπὸ τὴν εἱμαρμένην κεῖσθαι, πάντα δὲ ταύτην ἀεὶ δύνασθαι λέγειν ὑμᾶς. εἰ οὖν καὶ πάντα καὶ ἀεὶ δύναται ἡ εἱμαρμένη αὕτη, πάντα ἐπὶ πάντων δυνήσεται. ἀλλὰ μὴν πολλαὶ καὶ ποικίλαι τοῖς ἀνθρώποις τοῦ βίου διαφοραὶ κατά τε τὰς ἀξίας καὶ τὰς περιουσίας καὶ τὰ τῶν χρόνων μέτρα καὶ τὰς τῶν σωμάτων κράσεις καὶ πάντα ὅσα δι᾽ ὧν ἢ μακαριστός τις ἢ ἄθλιος ὀνομάζεται. ἄρα τὸ μὴ πάντα δύνασθαι τὴν ἀναπλασθεῖσαν ἐκείνην τῷ λόγῳ μοῖραν ἢ εἱμαρμένην ἡ τῶν ἀποτελεσμάτων ἀνισότης σαφῶς ἐπιδείκνυσιν. εἰ γὰρ τὸ μακρόβιον δυνάμεως ἔργον νομίζομεν, ἀσθενείας πάντως ἐστὶ τὸ ὠκύμορον. οὐκοῦν τὴν μὲν ἀσθενεῖν τῶν εἱμαρμένων, τὴν δὲ δύνασθαι δογματίζειν προσήκει. ἐπειδὴ γὰρ ἐναντίον τῷ πολυχρονίῳ τὸ ὀλιγόβιον, διὰ τῶν ἐναντίων ὑφίσταται πάντως τούτων ἑκάτερον. οὐ γὰρ ἄν τις τῆς αὐτῆς αἰτίας ἐξάψειε μακαρισμόν τε καὶ ἀθλιότητα, ἀλλ᾽ εἴπερ τοῦτο κατορθωθείη διὰ τοῦ δύνασθαι, τὸ ἕτερον οὐ συνέστη πάντως παρὰ τὴν τῆς δυνάμεως ἔλλειψιν. οὐδενὶ γὰρ ἄλλῳ ἡ ἀθλιότης καταλαμβάνεται ἢ ἐν τῷ μὴ δυνηθῆναι γενέσθαι μακάριον.

ἀλλὰ μὴν πλείους παρὰ τὸν βίον οἱ ἄθλιοι. οὐκοῦν πλείων ἡ ἀσθένεια τῆς εἱμαρμένης παρὰ τὴν δύναμιν ἐπιδείκνυται. ποῦ οὖν ἡ ἄμαχος ἐκείνη καὶ παντοδύναμος καὶ ἀπαράβατος ἀνάγκη, ὥστε ἐπ᾽ ἐκείνῃ τίθεσθαι πάντων τῶν κατὰ τὸν βίον οἰκονομουμένων τὴν ἐξουσίαν, ἥτις ἀπηλέγχθη διὰ τῆς ἀκολουθίας τοῦ λόγου ἀσθενὴς ἐν τοῖς πλείοσιν;

Ἀλλ᾽ ἐρεῖς ὅτι τούτῳ μὲν τοῦτο βούλεται, τῷ δὲ ἑτέρῳ τὸ ἴσον οὐ βούλεται, δύναται δὲ ἐπ᾽ ἀμφοῖν ὅπερ βούλεται. πάντως οὖν καὶ τὴν αἰτίαν προσθήσεις τῆς τῶν προαιρέσεων τούτων διαφορᾶς. ἄνθρωπος οὗτος καὶ οὗτος, οὐδεμίαν κατὰ τὴν φύσιν παραλλαγὴν ἐπ᾽ ἀμφοτέρων βλέπεις, οὔτε τούτῳ τὸ καλὸν ἢ φαῦλον ἐκ προαιρέσεως οὔτε τῷ ἄλλῳ, ἀλλ᾽ οὗτος μικρόν τι τοῦ χρόνου προλαβὼν τῆς μητρῴας νηδύος ἐξέθορεν οὕτω κατὰ τὸ συμβὰν αὐτὸν ἀποσκευασαμένης τῆς φύσεως, ἐκεῖνος δὲ μετὰ τοῦτον ἢ εὐθὺς ἢ μετ᾽ ὀλίγον. καὶ διὰ τοῦτο οὐχ ὁ αὐτὸς ἀμφοτέροις βίος ἀποκληροῦται, ἀλλ᾽ ὁ μὲν εὐδαίμων ἢ βασιλεύς, ἂν οὕτω τύχῃ, χρυσῷ καὶ πορφυρίδι παρὰ τὴν πρώτην γένεσιν ἐνειλούμενος, ὁ δέ τινος τῶν πενιχρῶν ἢ δούλων οὐδὲ ῥακίοις παρὰ τῶν γεννησαμένων αὐτὸν σπαργανούμενος. τί οὖν ἠδίκησεν ἢ προλαβὼν ἢ ἐφυστερίσας τῷ χρόνῳ μικρόν, οὐ κατ᾽ οἰκείαν πρόθεσιν ἀλλὰ κατὰ τὴν τῆς φύσεως κίνησιν, ὡς αὐτῷ τούτου ἕνεκεν ἀποκληρωθῆναι τοῦ βίου τὴν ἀτιμίαν; ποίαν τῆς δεσποίνης ὑμῶν ἐκείνης ἐπὶ τοῖς τοιούτοις ἀπολογίαν εὑρήσετε; ποῦ τὸ δίκαιον; ποῦ τὸ εὐσεβές; ποῦ τὸ ὅσιον; ἢ τούτων οὐδενὸς μέλειν φῂς τῇ εἱμαρμένῃ οὐδὲ πρὸς ἀρετὴν βλέπειν οὐδέ τινος τῶν ἀγαθῶν ἐπιμέλειαν ἔχειν;

οὐκοῦν εἰ μὴ ταῦτα διὰ σπουδῆς ἐστιν αὐτῇ, περὶ τὸ ἐναντίον πάντως ἀσχοληθήσεται· ἡ γὰρ τοῦ ἀγαθοῦ ἀλλοτρίωσις τὴν πρὸς τὸ κακὸν οἰκειότητα σαφῶς ἐπιδείκνυσιν. ἀλλ᾽ οὔτε τοῦτο τυχὸν οὔτε ἐκεῖνο διὰ φροντίδος εἶναι λέγεις αὐτῇ; οὐκοῦν ἄψυχον αὐτὸ φῂς εἶναι καὶ ἀπροαίρετον καὶ καλοῦ καὶ χείρονος ἀνεπαίσθητον, εἴ γε μήτε ψυχὴν μήτε προαίρεσιν ἔχει μήτε κατ᾽ ἰδίαν θεωρεῖται ὑπόστασιν. τοῦτο τοσαύτην μαρτυρεῖται παρ᾽ ὑμῖν ἔχειν τὴν δύναμιν, ὥστε τῶν προαιρετικῶν ζῴων ἐπιστατεῖν καὶ κρατεῖν τῶν ὑφεστώτων τὸ ἀνυπόστατον, τῶν μετεχόντων ζωῆς τὸ ἀμέτοχον, τῶν ἐμψύχων τὸ ἄψυχον, τῶν προαιρέσει συζώντων τὸ ἀπροαίρετον, τῶν ἀρετὴν μετιόντων τὸ ἀρετῆς ἀπαράδεκτον, καθόλου τῶν ὄντων τὸ μὴ ὄν; ἐν τίνι γὰρ καταλαμβάνεται τοῦ θρυλουμένου τούτου ὀνόματος ἡ ὑπόστασις; ζῷον οὐκ ἔστιν, ἐν περιγραφῇ οὐχ ὁρᾶται, θεὸς οὐ νομίζεται. πῶς γὰρ θεὸς ὁ μὴ πρὸς ἀρετὴν καὶ τὸ δίκαιον βλέπων; ὃ δὲ μηδέν ἐστι τούτων, τί ἐστιν; ἀλλ᾽ ἔοικε παρ᾽ ὑμῶν τὸ ἀεὶ ἐνεστὼς τοῦ χρόνου εἱμαρμένη λέγεσθαι· πάσῃ γὰρ κινήσει εἴτε ποταμῶν εἴτε ἀστέρων εἴτε ἀνθρώπων ὁ χρόνος συμπαρεκτείνεται. διαφέρει δὲ οὐδὲν ἢ ὕδατι προσκαθήμενον τῇ κινήσει τοῦ ῥεύματος ἀποσημειοῦσθαι τὰ ἀκαριαῖα τοῦ ἀεὶ ἐνεστῶτος χρόνου τμήματα ἢ νεὼς δι᾽ ἀνέμου κομιζομένης ἢ ἀνθρώπων ὁδοιπορούντων ἢ κινουμένων ἄστρων.

εἷς γὰρ ἐπὶ πάντων τῶν μεταβατικῶς κινουμένων ὅρος κινήσεως, ἡ ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐπὶ τὸ ἐν ᾧ οὐκ ἔστι μετάστασις. εἰ δὲ οὔτε ἡ τῶν ῥείθρων φορὰ οὔτε ἡ τῶν πλοίων κίνησις οὔτε ἡ τῶν ἀνθρώπων πορεία σημειουμένη τοῦ χρόνου τὰ διαστήματα εἱμαρμένας ποιεῖ, πῶς τὰ χρονικὰ σημεῖα τῆς τῶν ἀστέρων κινήσεως εἰς εἱμαρμένης γένεσιν πλάσσετε καί φατε τήνδε τὴν ὥραν ἢ τῆς ὥρας τὸ ποστημόριον, ὅπερ τῷδε τῷ σημείῳ τῆς τῶν ἄστρων κινήσεως ἐσημειώθη, εἱμαρμένην γίνεσθαι; τί οὖν οὐχὶ πάντως παντὶ σημείῳ καὶ γενέσεις τῶν ἀνθρώπων συμφέρονται; πάλιν γὰρ τὸν αὐτὸν ἐπαναλήψομαι λόγον. παρ᾽ ὧν γὰρ ἡ αἰτία τοῦ εὖ ἢ κακῶς εἶναι τὸν ἄνθρωπον, παρὰ τῶν αὐτῶν καὶ ἡ τοῦ εἶναι πάντως αἰτία ἐστίν. εἰ οὖν τὸ μετὰ τὴν γένεσιν παρ᾽ ἐκείνων, πάντως παρὰ τῶν αὐτῶν καὶ ἡ γένεσις· εἰ δὲ τοῦτο οὐκ ἐν ἐκείνοις, οὐδὲ τὸ μετὰ τοῦτο πάντως. ἀλλὰ μὴν τὸ μὴ ἐν ἐκείνοις εἶναι τὴν γένεσιν ἐκ τούτου δῆλόν ἐστιν· ἐκ τοῦ μὴ ἀδιαλείπτως ποταμοῦ δίκην τῷ συνεχεῖ τῆς παροδικῆς τοῦ χρόνου ῥοῆς καὶ τὰς ἀνθρωπίνας συρρέειν τῶν τικτομένων γενέσεις, ἀλλ᾽ ἐν διαλείμμασι μὲν εἶναι τοὺς τόκους· τῆς δὲ τῶν μοιρῶν ἐκείνων γενέσεως ἃς ὁ χρόνος ῥέων τῷ ἀεικινήτῳ τῆς τῶν ἄστρων φορᾶς ἐξεργάζεται οὐδ᾽ ὁτιοῦν ἔστι διάλειμμα οὔτε κατ᾽ αἴσθησιν οὔτε τῇ διανοίᾳ λαβεῖν.

τίς οὖν ἐκείνη ἡ εἱμαρμένη, εἴτ᾽ οὖν μία γενικωτέρα εἴτ᾽ οὖν πολλαὶ αἱ ἐπὶ τοῖς τοῦ χρόνου τμήμασι συλλεπτυνόμεναι, οὔπω καταλαβεῖν δι᾽ ἀκολούθου τινὸς ὁ λόγος δεδύνηται. κινεῖσθαι τὰ ἄστρα φατέ; καὶ γὰρ καὶ ἡμεῖς τὴν τῶν ποταμῶν ἀντιπροφέρομεν κίνησιν. ἀλλὰ διὰ παντὸς ἐκεῖνα. καὶ ταῦτα ὡσαύτως δι᾽ ὅλου. ἀλλ᾽ ἐκεῖνα ἐν χρόνῳ. οὐδὲ ταῦτα ἔξω τοῦ χρόνου. ἀλλὰ χρονικὴν οὐκ ἔστιν ἐπ᾽ ἐκείνων ἀρχὴν ἐξευρεῖν τῆς κινήσεως. ποίαν δὲ τούτοις ἐπινοήσεις τὴν ἀπὸ χρόνων ἀρχήν; ἀλλ᾽ ἐκεῖνα κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ κινεῖται. οὐδὲ τούτοις ἄν τις τὴν ἐναντίαν προσμαρτυρήσειε κίνησιν φυσικῶς ἀεὶ τοῦ ὕδατος ἀπὸ τοῦ ὑπερκειμένου πρὸς τὸ πρανὲς καταρρέοντος. ὥστε ἢ καὶ τὴν κίνησιν τῶν ποταμῶν εἱμαρμένας τινὰς ἀπογεννᾶν συγχωρήσατε ἢ οὐδὲ ἡμεῖς τῇ τῶν ἄστρων κινήσει τῆς δυνάμεως ταύτης παραχωρήσομεν.

Ἀλλὰ τῆσδε, φησί, τῆς δυνάμεως ὁ Κριὸς ἢ ὁ Ταῦρος καὶ τῆσδε τῶν πλανητῶν ἕκαστος. ὅταν οὖν ἐν ἑνὶ τούτων γένηται ἢ κατὰ μόνας ἢ μεθ᾽ ἑτέρων περιοδικῶς τις τῶν πλανηθέντων ὑπὸ τοῦ κύκλου περιαγόμενος, ἡ τῶν δυνάμεων σύνοδος τόνδε τὸν βίον τῷ συνενεχθέντι τῇ ὥρᾳ ταύτῃ κατὰ τὴν γένεσιν ἀπειργάσατο. Ὢ τῆς ματαιολογίας. δούλειον, ἂν οὕτω τύχῃ, τὸν Ταῦρον λέγετε διὰ τὸ ὑπὸ ζυγῷ τὸ ζῷον τοῦτο δαμάζεσθαι καὶ εὐεργετικὸν τὸν Κριὸν διὰ τὴν τῶν ἐρίων φοράν· ἐν ἑνὶ δὲ τούτων γενόμενον [ἢ] τόνδε τὸν κατὰ τὸ ἐναντίον ἀνειλούμενον κατὰ τὴν φυσικῶς ἐνυπάρχουσαν αὐτῷ δύναμιν διὰ τῆς τῶν ἰδιωμάτων ἐπιμιξίας τοιάνδε τῶν τικτομένων μοῖραν κατασκευάζειν. τί οὖν; εἰπέ μοι, ἑκὼν ὁ ταῦρός ἐστιν ὑποζύγιος; καὶ καταθύμιον τῷ κριῷ τὸ κείρεσθαι λέγεις; τό τε βλαπτικὸν καὶ ναρκῶδες τῷ τὸν ἀνωτάτω περιοδεύοντι πόλον ἢ τὸ θερμὸν τῷ πυρόεντι ἢ ἄλλῳ τινὶ τῶν θεωρουμένων ἡ ἐνυπάρχουσα δύναμις ἑκουσίως ἢ κατὰ τὸ ἀκούσιον πρόσεστιν;

εἰ μὲν ἑκόντες ἐν κακοῖς εἰσι καὶ βλαπτικοὶ ἐκ προαιρέσεως γίνονται, δυστυχίαν ἄντικρυς αὐτῶν ὁ ταῦτα λέγων καταψηφίζεται τῷ κατ᾽ ἐξουσίαν αὐτοῖς προκειμένης τῆς κρείττονος λήξεως ἐν ἡδονῇ τὸ ἀτιμότερον τίθεσθαι· εἰ δὲ οὐκ ἐκ προαιρέσεως τούτων ἕκαστόν ἐστιν ὅπερ νομίζεται, ἀλλ᾽ ἔκ τινος ἀνάγκης ἐγένετο, ἄρα τις καὶ τούτοις ὑπερκειμένη πάλιν αὐτῶν εἱμαρμένη ἑτέρα τὰς τῶν φύσεών τε καὶ δυνάμεων ἐπέκλωσεν ἰδιότητας· ὥστε ζητεῖν ἐπάναγκες ἄλλα ἄστρα τούτων ὑπέρτερα καὶ κίνησιν ἐφ᾽ ἑαυτῶν ἰδιάζουσαν ὧν ἡ ποιὰ συμπλοκὴ κατά τινα εἱμαρμένης ἀνάγκην ἢ δούλειον εἶναι τὸν Ταῦρον ἢ ἐπιζήμιον τὸν Κριὸν ἀπειργάσατο ἢ τὸν Καρκίνον ἀκέφαλον ἢ εἴ τι ἄλλο περὶ ἑκάστου τούτων οἱ λῆροι τῶν σοφῶν διέρχονται. καὶ εἰ ταῦτα τὰ φαινόμενα ἡμῖν κατ᾽ ἀνάγκην τινὸς εἱμαρμένης ἐστὶ τοιαῦτα, πάντως καὶ τῆς ὑπερκειμένης ἐκείνης ἀνάγκης ἑτέραν αἰτίαν ἀναγκαστικὴν τῆς τοιαύτης καταστάσεως προσεπινοήσει ὁ λόγος κἀκείνης ἄλλην καὶ πάλιν ἄλλην τῆς ἄλλης, καὶ οὕτως εἰς ἄπειρον προϊὼν ὁ λόγος οὐδαμοῦ στήσεται εἱμαρμένην εἱμαρμένης καὶ μοίρας μοῖραν καὶ ἀνάγκης ἀνάγκην προσαναπλάσσων.