Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐστάθιον περὶ τῆς ἁγίας τριάδος

Γρηγόριος ὁ Νύσσης

Η μαρτυρία της Γραφής και η κοινωνία των θείων ονομάτων

Αναίρεση της κατηγορίας περί καινοτομίας με βάση την Αγία Γραφή και θεολογική τεκμηρίωση της αχώριστης ένωσης του Αγίου Πνεύματος με τον Πατέρα και τον Υιό στα θεοπρεπή ονόματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

Τί οὖν; ἆρα μετὰ τοσαύτας ἐγχειρήσεις ἀποκαμόντες ἡσύχασαν; οὐκ ἔστι ταῦτα· ἀλλὰ καινοτομίαν ἡμῖν προφέρουσιν, οὕτως τὸ ἔγκλημα καθ᾽ ἡμῶν συντιθέντες· τρεῖς ὑποστάσεις ὁμολογοῦντας μίαν ἀγαθότητα, μίαν δύναμιν καὶ μίαν θεότητα λέγειν ἡμᾶς αἰτιῶνται. καὶ οὐκ ἔξω τοῦτο τῆς ἀληθείας φασί· λέγομεν γάρ. ἀλλ᾽ ἐγκαλοῦντες τοῦτο προφέρουσιν, ὅτι ἡ συνήθεια αὐτῶν τοῦτο οὐκ ἔχει καὶ ἡ γραφὴ οὐ συντίθεται. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; οὐ νομίζομεν δίκαιον εἶναι τὴν παρ᾽ αὐτοῖς ἐπικρατοῦσαν συνήθειαν νόμον καὶ κανόνα τοῦ ὀρθοῦ ποιεῖσθαι λόγου. εἰ γὰρ ἰσχυρόν ἐστιν εἰς ὀρθότητος ἀπόδειξιν ἡ συνήθεια, ἐξέσται καὶ ἡμῖν πάντως ἀντιπροβάλλεσθαι τὴν παρ᾽ ἡμῖν ἐπικρατοῦσαν συνήθειαν· εἰ δὲ παραγράφονται ταύτην ἐκεῖνοι, οὐδὲ ἡμῖν πάντως ἐπακολουθητέον ἐκείνοις. οὐκοῦν ἡ θεόπνευστος ἡμῖν διαιτησάτω γραφή, καὶ παρ᾽ οἷς ἂν εὑρεθῇ τὰ δόγματα συνῳδὰ τοῖς θείοις λόγοις, ἐπὶ τούτους ἥξει πάντως τῆς ἀληθείας ἡ ψῆφος. τί οὖν ἐστι τὸ ἔγκλημα; δύο γὰρ κατὰ ταὐτὸν ἐν τῇ κατηγορίᾳ τῇ καθ᾽ ἡμῶν προενήνεκται· ἓν μὲν τὸ διαιρεῖν τὰς ὑποστάσεις, ἕτερον δὲ τὸ μηδέν τι τῶν θεοπρεπῶν ὀνομάτων πληθυντικῶς ἀριθμεῖν, ἀλλὰ μίαν (καθὼς εἴρηται) τὴν ἀγαθότητα καὶ τὴν δύναμιν καὶ τὴν θεότητα καὶ πάντα ταῦτα μοναδικῶς ἐξαγγέλλειν.

πρὸς μὲν οὖν τὴν διαίρεσιν τῶν ὑποστάσεων οὐκ ἂν ἔχοιεν ἀλλοτρίως οἱ τὴν ἑτερότητα τῶν οὐσιῶν ἐπὶ τῆς θείας δογματίζοντες φύσεως· οὐ γὰρ εἰκός ἐστι τοὺς τρεῖς λέγοντας οὐσίας μὴ καὶ τρεῖς πάντως ὑποστάσεις λέγειν. οὐκοῦν τοῦτο μόνον ἐστὶν ἐν ἐγκλήματι, τὸ τὰ ἐπιλεγόμενα τῇ θείᾳ φύσει ὀνόματα μοναδικῶς καταγγέλλειν.

Ἀλλ᾽ ἕτοιμος ἡμῖν πρὸς τοῦτο καὶ σαφὴς ὁ λόγος. ὁ γὰρ καταγινώσκων τῶν μίαν λεγόντων θεότητα ἐξ ἀνάγκης ἢ τῷ πολλὰς λέγοντι ἢ τῷ μηδεμίαν συνθήσεται· οὐ γάρ ἐστι δυνατὸν ἕτερόν τι παρὰ τὸ εἰρημένον ἐπινοῆσαι. ἀλλ᾽ οὐδὲ πολλὰς λέγειν συγχωρεῖ ἡ τῆς γραφῆς διδασκαλία, εἴ που καὶ μέμνηται, μοναχῶς τῆς θεότητος μνημονεύουσα· Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος, καὶ ἑτέρωθι Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. εἰ οὖν εἰς πλῆθος ἐκτείνειν τὸν ἀριθμὸν τῶν θεοτήτων μόνων τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἐστί, τὸ δὲ καθόλου ἀρνεῖσθαι τὴν θεότητα τῶν ἀθέων ἂν εἴη, τίς λόγος ἐστὶν ὁ διαβάλλων ἡμᾶς ἐπὶ τῷ μίαν ὁμολογεῖν τὴν θεότητα; ἀλλ᾽ ἐκκαλύπτουσι φανερώτερον τὸν τοῦ λόγου σκοπὸν ἐπὶ μὲν τοῦ πατρὸς καταδέχεσθαι τὸ θεὸν εἶναι καὶ τὸν υἱὸν ὡσαύτως τιμᾶσθαι τῷ τῆς θεότητος ὀνόματι συντιθέμενοι, τὸ δὲ πνεῦμα πατρὶ καὶ υἱῷ συναριθμούμενον μηκέτι καὶ τῇ τῆς θεότητος ἐννοίᾳ συμπεριλαμβάνεσθαι, ἀλλ᾽ ἐκ τοῦ πατρὸς μέχρι τοῦ υἱοῦ ἱσταμένην τὴν τῆς θεότητος δύναμιν ἀποκρίνειν τῆς θεϊκῆς δόξης τὴν φύσιν τοῦ πνεύματος. οὐκοῦν ἀπολογητέον καὶ ἡμῖν, ὡς ἂν οἷοί τε ὦμεν, διὰ βραχέων καὶ πρὸς ταύτην τὴν ἔννοιαν.

Τίς οὖν ὁ ἡμέτερος λόγος; παραδιδοὺς ὁ κύριος τὴν σωτήριον πίστιν τοῖς μαθητευομένοις τῷ λόγῳ, τῷ πατρὶ καὶ τῷ υἱῷ συνάπτει καὶ τὸ πνεῦμα τὸ ἅγιον· τὸ δὲ συνημμένον ἅπαξ διὰ πάντων φαμὲν τὴν συνάφειαν ἔχειν, οὐ γὰρ ἔν τινι συντεταγμένον ἐν ἑτέροις ἀποσχοινίζεται. ἀλλ᾽ ἐν τῇ ζωοποιῷ δυνάμει, καθ᾽ ἣν ἐκ τοῦ φθαρτοῦ βίου εἰς ἀθανασίαν ἡ φύσις ἡμῶν μετασκευάζεται, συμπαραληφθεῖσα ἡ τοῦ πνεύματος δύναμις πατρὶ καὶ υἱῷ καὶ ἐν πολλοῖς ἑτέροις, οἷον ἐν τῇ κατὰ τὸ ἀγαθὸν ἐννοίᾳ καὶ τὸ ἅγιόν τε καὶ ἀΐδιον, σοφόν, εὐθές, ἡγεμονικόν, δυνατὸν καὶ πανταχοῦ δηλονότι τὸ ἀχώριστον ἔχει ἐν πᾶσι τοῖς πρὸς τὸ κρεῖττον ὑπειλημμένοις ὀνόμασιν. οὐκοῦν ἡγούμεθα καλῶς ἔχειν τὸ ἐν τοσαύταις ἐννοίαις ὑψηλαῖς τε καὶ θεοπρεπέσι συναπτόμενον πατρὶ καὶ υἱῷ ἐν οὐδενὶ διακεκρίσθαι νομίζειν. οὐδὲ γὰρ οἴδαμεν ἔν τινι τῶν περὶ τὴν θείαν φύσιν ἐπινοουμένων ὀνομάτων τὴν κατὰ τὸ κρεῖττον καὶ χεῖρον διαφοράν, ὡς εὐαγὲς εἶναι οἴεσθαι τὴν ἐν τοῖς καταδεεστέροις τῶν ὀνομάτων κοινωνίαν συγχωροῦντας τῷ πνεύματι τῶν ὑπεραιρόντων κρίνειν ἀνάξιον.

πάντα γὰρ τὰ θεοπρεπῆ ὀνόματά τε καὶ νοήματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα τῷ μηδὲν περὶ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν· οὐ γὰρ ἐπ᾽ ἄλλο τι ὑποκείμενον χειραγωγεῖ τὴν διάνοιαν ἡ τοῦ ἀγαθοῦ προσηγορία, ἐφ᾽ ἕτερον δὲ ἡ τοῦ σοφοῦ καὶ τοῦ δυνατοῦ καὶ τοῦ δικαίου· ἀλλ᾽ ὅσαπερ ἂν εἴπῃς ὀνόματα, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον, κἂν θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνεδείξω, ὃν διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας. εἰ δὴ πάντα τὰ ὀνόματα 〈τὰ〉 τῇ θείᾳ φύσει ἐπιλεγόμενα ἰσοδυναμεῖ ἀλλήλοις κατὰ τὴν τοῦ ὑποκειμένου ἔνδειξιν, ἄλλα κατ᾽ ἄλλην ἔμφασιν ἐπὶ τὸ αὐτὸ τὴν διάνοιαν ὁδηγοῦντα, τίς ὁ λόγος τὴν ἐν τοῖς ἄλλοις ὀνόμασι κοινωνίαν πρὸς πατέρα τε καὶ υἱὸν συγχωροῦντας τῷ πνεύματι μόνης ἀλλοτριοῦν αὐτὸ τῆς θεότητος; ἀνάγκη γὰρ πᾶσα ἢ καὶ ἐν τούτῳ διδόναι τὴν κοινωνίαν ἢ μηδὲ τὴν ἐν τοῖς λοιποῖς συγχωρεῖν. εἰ γὰρ ἐν ἐκείνοις ἄξιον, οὐδὲ ἐν τούτῳ πάντως ἀνάξιον· εἰ δὲ μικρότερον κατὰ τὸν ἐκείνων λόγον ἐστὶν ἢ ὥστε τοῦ τῆς θεότητος ὀνόματος πρὸς πατέρα τε καὶ υἱὸν τὴν κοινωνίαν χωρῆσαι, οὐδὲ ἄλλου τινὸς τῶν θεοπρεπῶν ὀνομάτων μετέχειν ἄξιον.

θεωρούμενα γὰρ καὶ συγκρινόμενα πρὸς ἄλληλα τὰ ὀνόματα διὰ τῆς ἐν ἑκάστοις θεωρουμένης ἐμφάσεως εὑρεθήσεται μηδὲν τῆς τοῦ θεοῦ προσηγορίας ἔλαττον ἔχοντα· τεκμήριον δέ, ὅτι τούτῳ μὲν τῷ ὀνόματι πολλὰ καὶ τῶν καταδεεστέρων ἐπονομάζεται, μᾶλλον δὲ οὐ φείδεται ἡ θεία γραφὴ τῆς ὁμωνυμίας ταύτης οὐδὲ ἐπὶ τῶν ἀπεμφαινόντων πραγμάτων, ὅταν τὰ εἴδωλα τῇ τοῦ θεοῦ προσηγορίᾳ κατονομάζῃ. Θεοὶ γάρ, φησίν, οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀρθήτωσαν καὶ ὑποκάτω τῆς γῆς βληθήτωσαν· καὶ Πάντες, φησίν, οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. καὶ ἡ ἐγγαστρίμυθος ἐν ταῖς μαντείαις αὐτῆς ψυχαγωγοῦσα πρὸς τὸν Σαοὺλ τὰς ἐπιζητουμένας ψυχάς, θεοὺς ἑωρακέναι φησίν. ἀλλὰ καὶ ὁ Βαλαὰμ οἰωνιστής τις ὢν καὶ μάντις καὶ διὰ χειρὸς τὰ μαντεῖα φέρων (καθώς φησιν ἡ γραφή) καὶ τὴν ἐκ δαιμόνων διδασκαλίαν διὰ τῆς οἰωνιστικῆς περιεργίας ἑαυτῷ κατορθώσας, παρὰ θεοῦ συμβουλεύεσθαι ὑπὸ τῆς γραφῆς ἱστορεῖται. καὶ πολλὰ τοιαῦτα ἔστι συλλεξάμενον ἐκ τῶν θείων παραθέσθαι γραφῶν ὅτι τὸ ὄνομα τοῦτο οὐδὲν παρὰ τὰς λοιπὰς θεοπρεπεῖς προσηγορίας πρωτεύει, ὅτι (καθὼς εἴρηται) καὶ ἐπὶ τῶν ἀπεμφαινόντων ὁμωνύμως παρὰ τῆς γραφῆς λέγεται· τὸ δὲ τοῦ ἁγίου ὄνομα καὶ τοῦ ἀφθάρτου καὶ τοῦ εὐθέος καὶ τοῦ ἀγαθοῦ οὐδαμοῦ κοινοποιούμενον πρὸς τὰ μὴ δέοντα παρὰ τῆς γραφῆς ἐδιδάχθημεν.

οὐκοῦν εἰ ἐν τοῖς ἐξαιρέτως ἐπὶ μόνης τῆς θείας φύσεως εὐσεβῶς λεγομένοις ὀνόμασι κοινωνεῖν τὸ ἅγιον πνεῦμα πρὸς τὸν υἱὸν καὶ τὸν πατέρα οὐκ ἀντιλέγουσι, τίς ὁ λόγος μόνῳ τούτῳ κατασκευάζειν ἀκοινώνητον εἶναι, οὗ μετέχειν ἐδείχθη κατά τινα ὁμώνυμον χρῆσιν καὶ τὰ δαιμόνια καὶ τὰ εἴδωλα;