Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Θεόφιλον κατὰ Ἀπολλιναριστῶν

Γρηγόριος ὁ Νύσσης

Η κατηγορία των Απολλιναριστών και η ένσαρκη οικονομία

Εκτίθεται η συκοφαντία των Απολλιναριστών περί διδασκαλίας δύο υιών από τους Ορθοδόξους και αναλύεται η συγκατάβαση του Λόγου με σκοπό τη θεραπεία της ανθρώπινης φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

Τί οὖν ἐστιν ὅ φημι; οἱ τῶν Ἀπολιναρίου δογμάτων προιστάμενοι διὰ τῆς καθ᾽ ἡμῶν μέμψεως κρατύνειν ἐπιχειροῦσι τὰ ἴδια, σάρκινον τὸν λόγον καὶ δημιουργὸν τῶν αἰώνων τὸν τοῦ ἀνθρώπου υἱὸν καὶ θνητὴν τοῦ υἱοῦ κατασκευάζοντες τὴν θεότητα. προφέρουσι γὰρ ὡς τινῶν τῶν κατὰ τὴν καθολικὴν ἐκκλησίαν δύο πρεσβευόντων υἱοὺς ἐν τῷ δόγματι, τὸν μὲν κατὰ φύσιν ὄντα, τὸν δὲ κατὰ θέσιν ὕστερον προσγενόμενον (οὐκ οἶδα παρ᾽ ὅτου τὸ τοιοῦτον ἀκηκοότες καὶ πρὸς ποῖον διαπληκτιζόμενοι πρόσωπον· οὔπω γὰρ ἔγνων τὸν ταῦτα παραφθεγξάμενον)—πλὴν ἐπειδὴ ταύτην προστησάμενοι καθ᾽ ἡμῶν τὴν ὑπόθεσιν διὰ τοῦ δοκεῖν τῇ ἀτοπίᾳ ταύτῃ συμπλέκεσθαι τὰς ἑαυτῶν ὑπολήψεις κρατύνουσιν, καλῶς ἂν ἔχοι τὴν σὴν ἐν Χριστῷ τελειότητα, καθὼς ἄν σοι ἐπὶ νοῦν ἀγάγῃ τὸ πνεῦμα τὸ ἅγιον, ἐκκόψαι τὰς ἀφορμὰς τῶν ζητούντων τὰς καθ᾽ ἡμῶν ἀφορμὰς καὶ πεῖσαι τοὺς ταῦτα συκοφαντικῶς ἐπικαλοῦντας τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ὅτι οὔτε ἔστι δόγμα τοιοῦτον ἐν Χριστιανοῖς οὔτε κηρυχθήσεται. οὐ γάρ, ἐπειδὴ ὁ τῶν αἰώνων ποιητὴς ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, διὰ τοῦτο δύο υἱοὶ κατὰ τὴν ἐκκλησίαν ἀριθμοῦνται, εἷς ὁ ποιητὴς τῶν αἰώνων καὶ ἄλλος ὁ ἐπὶ τῷ τέλει τῶν αἰώνων διὰ σαρκὸς φανερωθεὶς τῇ ἀνθρωπίνῃ ζωῇ.

εἰ γάρ τις τὴν οἰκονομικὴν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ διὰ σαρκὸς ἐπιφάνειαν εἰς ἑτέρου υἱοῦ κατασκευὴν λαμβάνοι, οὗτος, ἀριθμήσας [καὶ] πάσας τὰς τοῖς ἁγίοις γεγενημένας θεοφανείας 〈τὰς〉 πρό τε τῆς κατὰ σάρκα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ φανερώσεως καὶ τὰς μετὰ ταῦτα πάλιν τοῖς ἀξίοις γεγενημένας, κατὰ τὸν ἀριθμὸν τῆς θεϊκῆς ἐπιφανείας υἱῶν πλῆθος εἶναι κατασκευάσει καὶ ἔσται αὐτῷ εἷς μὲν υἱὸς ὁ τῷ Ἀβραὰμ χρηματίσας, ἕτερος δὲ ὁ ἐπιφανεὶς τῷ Ἰσαάκ· καὶ ὁ τῷ Ἰακὼβ συμμαχήσας ἕτερος· καὶ ἄλλος ὁ τῷ Μωυσῇ φανεὶς ἐν διαφόροις ἐπιφανείαις, ἐν φωτί, ἐν γνόφῳ, ἐν στύλῳ νεφέλης, ἐν τῇ κατενώπιον ὄψει, ἐν τοῖς ὀπισθίοις. ἄλλος πάλιν υἱὸς ὁ τῷ διαδόχῳ τοῦ Μωυσέως συμπαραταξάμενος· καὶ ὁ διὰ λαίλαπος τῷ Ἰὼβ χρηματίσας· καὶ ὁ ἐπὶ τοῦ ὑψηλοῦ θρόνου τῷ Ἠσαΐᾳ φανείς· καὶ ὁ ἀνθρωπικῷ σχήματι παρὰ τοῦ Ἰεζεκιὴλ τῷ λόγῳ ὑπογραφείς· καὶ μετὰ ταῦτα ὁ ἐν τῷ φωτὶ καταστράψας τὸν Παῦλον· καὶ πρὸ τούτου ὁ ἐπὶ τοῦ ὄρους τοῖς περὶ τὸν Πέτρον ἐν ὑψηλοτέρᾳ δόξῃ φανείς. εἰ δὲ τοῦτο ἄτοπον καὶ παντελῶς ἀσεβὲς τὸ τὰς ποικίλας τοῦ μονογενοῦς θεοφανείας εἰς ἀριθμὸν υἱῶν καταμερίζειν, τὴν ἴσην ἀτοπίαν ἔχει καὶ τὸ τὴν διὰ σαρκὸς ἐπιφάνειαν ἀφορμὴν εἰς ἑτέρου υἱοῦ κατασκευὴν ποιεῖσθαι.

Οἰόμεθα γὰρ ὅτι κατὰ τὸ μέτρον τῆς ἑκάστου δυνάμεως τῶν δεχομένων τὴν θείαν ἐπιφάνειαν ἀεὶ γέγονε τῆς ὑπερεχούσης φύσεως ἡ ὀπτασία, μείζων μὲν καὶ θεοπρεπεστέρα τοῖς δυναμένοις καθικέσθαι τοῦ ὕψους, ἐλάττων δὲ καὶ σμικροπρεπεστέρα τοῖς ἀχωρήτοις τοῦ μείζονος· οὗ χάριν οὐχ ὁμοίως ταῖς προλαβούσαις ἐπιφανείαις ἐν τῇ διὰ σαρκὸς οἰκονομίᾳ τῇ τῶν ἀνθρώπων ζωῇ ἐπιφαίνεται, ἀλλ᾽ ἐπειδὴ πάντες, καθώς φησιν ὁ προφήτης, ἐξέκλινάν τε καὶ ἠχρειώθησαν καὶ οὐκ ἦν, καθὼς γέγραπται, ὁ δυνάμενος συνιέναι καὶ ἐκζητῆσαι τὸ τῆς θεότητος ὕψος, διὰ τοῦτο τῇ σαρκωδεστέρᾳ γενεᾷ ἐπιφαινόμενος ὁ μονογενὴς υἱὸς σὰρξ γίνεται, κατὰ τὴν βραχύτητα τοῦ δεχομένου ἑαυτὸν συστείλας, μᾶλλον δέ, καθώς φησιν ἡ γραφή, ἑαυτὸν κενώσας, ἵνα ὅσον χωρεῖ ἡ φύσις τοσοῦτον δέξηται. τὸ γὰρ εἶναι τὴν γενεὰν ἐκείνην παρὰ τὰς προλαβούσας κατάκριτον, σαφῶς παρὰ τῆς τοῦ κυρίου φωνῆς μεμαθήκαμεν, ἐν οἷς Σοδομίτας τε αὐτῶν ἀνεκτοτέρους ἀπέφηνε καὶ Νινευΐτας καὶ τὴν τοῦ νότου βασίλισσαν κατακρινεῖν ἐν τῇ ἀναστάσει τὴν γενεὰν ἐκείνην ὁ κύριος διωρίσατο.

Εἰ μὲν οὖν πάντες κατὰ τὸν Μωυσέα δυνατῶς εἶχον ἐντὸς γενέσθαι τοῦ γνόφου, ἐν ᾧ εἶδεν ὁ Μωυσῆς τὰ ἀθέατα ἢ κατὰ τὸν ὑψηλὸν Παῦλον τριῶν οὐρανῶν ὑπεραρθῆναι καὶ ἐν παραδείσῳ περὶ τῶν ὑπὲρ λόγον πραγμάτων διδαχθῆναι τὰ ἄρρητα· ἢ κατὰ τὸν ζηλωτὴν Ἠλίαν τῷ πυρὶ πρὸς τὸν αἰθέριον χῶρον συνεπαρθῆναι καὶ μὴ βαρυνθῆναι τῷ ἐφολκίῳ τοῦ σώματος· ἢ κατὰ τὸν Ἰεζεκιήλ τε καὶ Ἠσαΐαν ἐπὶ τοῦ θρόνου τῆς δόξης ἰδεῖν τὸν ἐπὶ τῶν Χερουβὶμ ἐπαιρόμενον ἢ ὑπὸ τῶν Σεραφὶμ δοξαζόμενον—οὐδ᾽ ἂν ἐγένετο πάντως χρεία τῆς διὰ σαρκὸς τοῦ θεοῦ ἡμῶν ἐπιφανείας, πάντων τοιούτων ὄντων. ἐπειδὴ δέ, καθὼς ὁ κύριος λέγει, γενεὰ πονηρὰ καὶ μοιχαλὶς ἦν ἡ γενεὰ ἐκείνη (πονηρὰ μὲν διὰ τό, καθώς φησι τὸ εὐαγγέλιον, ὅλον τότε τὸν κόσμον ἐν τῷ πονηρῷ κεῖσθαι, μοιχαλὶς δὲ διὰ τὸ ἀποστᾶσαν αὐτὴν τοῦ ἀγαθοῦ νυμφίου τῷ διὰ κακίας μοιχεύοντι τὰς ψυχὰς ἀνακραθῆναι)—τούτου χάριν ὁ ἀληθινὸς ἰατρός, ὁ τοὺς κακῶς ἔχοντας θεραπεύων ὡς ἐπεζήτει τὴν θεραπείαν ἡ νόσος, οὕτω προσήγαγε τῷ ἀρρωστοῦντι τὴν ἐπιμέλειαν, τρόπον τινὰ συνασθενήσας τῇ ἀρρωστίᾳ τῆς ἡμετέρας φύσεως καὶ σὰρξ γενόμενος, ἥτις ἐν τῇ ἑαυτῆς φύσει συνουσιωμένην ἔχει τὴν ἀσθένειαν, καθὼς διδάσκει ἡ θεία φωνὴ ὅτι Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.