Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς ἀώρως τετελευτηκότας νήπια

Γρηγόριος ὁ Νύσσης

Ανθρωπολογικές προϋποθέσεις και η μετοχή στον Θεό

Μεθοδολογικές αρχές της έρευνας, ο σκοπός της δημιουργίας του ανθρώπου ως συνδέσμου νοητού και αισθητού, και η ανάλυση της άγνοιας ως ασθένειας που εμποδίζει τη φυσική ζωή της ψυχής, η οποία συνίσταται στη μετοχή στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 6

Ταῦτα σὺ πάντα καὶ τὰ τοιαῦτα διανοούμενος ἐξετάσαι τὸν περὶ τούτου λόγον διεκελεύσω, ὡς ἂν ἡμῖν διὰ τῆς ἀκολούθου ζητήσεως ἐπί τινος βεβαίου νοήματος ἡ περὶ αὐτοῦ ἱδρυθείη διάνοια. ἐγὼ δὲ πρὸς τὸ δυσθεώρητον τοῦ προτεθέντος ἡμῖν σκέμματος βλέπων ἁρμόζειν μὲν οἶμαι καὶ τὴν τοῦ ἀποστόλου φωνὴν τῷ παρόντι λόγῳ, ἣν ἐπὶ τῶν ἀνεφίκτων ἐκεῖνος πεποίηται λέγων Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. τίς γὰρ ἔγνω νοῦν κυρίου; ἐπεὶ δὲ πάλιν ὁ ἀπόστολος ἴδιον τοῦ πνευματικοῦ φησι τὸ ἀνακρίνειν τὰ πάντα καὶ ἀποδέχεται τοὺς παρὰ τῆς θείας χάριτος πλουτισθέντας Ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καλῶς ἔχειν φημὶ μὴ κατολιγωρῆσαι τῆς δυνατῆς ἐξετάσεως μηδὲ περιιδεῖν τὸ ζητούμενον ἐν τούτοις ἀνερεύνητόν τε καὶ ἀθεώρητον, ὡς ἂν μὴ καθ᾽ ὁμοιότητα τῆς τοῦ προβλήματος ὑποθέσεως καὶ ὁ περὶ αὐτοῦ λόγος ἀτελὴς ἀφανισθείη καὶ ἄωρος, καθάπερ τι νήπιον τῶν ἀρτιτόκων πρὶν εἰς φῶς προελθεῖν καὶ ἁδρυνθῆναι, οἷόν τινι θανάτῳ τῇ ῥαθυμίᾳ τῶν πρὸς τὴν ζήτησιν τῆς ἀληθείας ἀτονούντων διαφθειρόμενος.

Φημὶ τοίνυν καλῶς ἔχειν μὴ ῥητορικῶς τε καὶ ἀγωνιστικῶς εὐθὺς κατὰ στόμα πρὸς τὰς ἀντιθέσεις συμπλέκεσθαι, ἀλλά τινα τάξιν ἐπιθέντας τῷ λόγῳ δι᾽ ἀκολούθου προάγειν τὴν περὶ τοῦ προβλήματος θεωρίαν. τίς οὖν ἡ τάξις; τὸ γνῶναι πρῶτον ὅθεν ἡ ἀνθρωπίνη φύσις καὶ ὅτου χάριν ἦλθεν εἰς γένεσιν· εἰ γὰρ τούτων μὴ διαμάρτοιμεν, οὐδὲ τῆς προκειμένης ἡμῖν θεωρίας ἡμαρτηκότες ἐσόμεθα. τὸ μὲν οὖν ἐκ θεοῦ πᾶν, ὅ τί πέρ ἐστι μετ᾽ αὐτὸν ἐν τοῖς οὖσιν νοούμενόν τε καὶ ὁρώμενον, τὸ εἶναι ἔχειν περιττὸν ἂν εἴη λόγῳ κατασκευάζεσθαι, οὐδενός, οἶμαι, τῶν ὁπωσοῦν ἐπεσκεμμένων τὴν τῶν ὄντων ἀλήθειαν πρὸς τὴν τοιαύτην ὑπόληψιν ἐνισταμένου· ὁμολογεῖται γὰρ παρὰ πάντων μιᾶς αἰτίας ἐξῆφθαι τὸ πᾶν καὶ οὐδὲν τῶν ὄντων αὐτὸ ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχειν οὐδὲ ἑαυτοῦ εἶναι ἀρχὴν καὶ αἰτίαν, ἀλλὰ μίαν μὲν φύσιν εἶναι ἄκτιστον καὶ ἀΐδιον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, παντὸς διαστηματικοῦ νοήματος ὑπερκειμένην, ἀναυξῆ τινα καὶ ἀμείωτον καὶ παντὸς ὅρου ἐπέκεινα θεωρουμένην, ἦς ἔργον καὶ χρόνος καὶ τόπος καὶ τὰ ἐν τούτοις πάντα καὶ εἴ τι πρὸ τούτων καταλαμβάνει ἡ ἔννοια νοητόν τε καὶ ὑπερκόσμιον.

ἓν δὲ τῶν γεγονότων καὶ τὴν ἀνθρωπίνην φύσιν εἶναί φαμεν, λόγῳ τινὶ τῆς θεοπνεύστου διδασκαλίας ὁδηγῷ πρὸς τοῦτο συγχρώμενοι, ὅς φησι πάντων παρὰ τοῦ θεοῦ παραχθέντων εἰς γένεσιν καὶ τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς ἀναδειχθῆναι ἐξ ἑτερογενῶν συγκεκραμένον τὴν φύσιν, τῆς θείας τε καὶ νοερᾶς οὐσίας πρὸς τὴν ἀφ᾽ ἑκάστου τῶν στοιχείων αὐτῷ συνερανισθεῖσαν μοῖραν καταμιχθείσης, γενέσθαι δὲ τοῦτον παρὰ τοῦ πεποιηκότος, ἐφ᾽ ᾧτε εἶναι τῆς θείας τε καὶ ὑπερκειμένης δυνάμεως ἔμψυχόν τι ὁμοίωμα. βέλτιον δ᾽ ἂν εἴη καὶ αὐτὴν παραθέσθαι τὴν λέξιν ἔχουσαν οὕτως· Καὶ ἐποίησε, φησίν, ὁ θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.

τὴν δὲ αἰτίαν τῆς τοῦ ζῴου τούτου κατασκευῆς τῶν πρὸ ἡμῶν τινες ταύτην ἀποδεδώκασιν, ὅτι διχῇ διῃρημένης τῆς κτίσεως πάσης, καθώς φησιν ὁ ἀπόστολος, εἰς τὸ ὁρατόν τε καὶ ἀόρατον (σημαίνεται δὲ διὰ μὲν τοῦ ἀοράτου τὸ νοητὸν καὶ ἀσώματον, διὰ δὲ τοῦ ὁρατοῦ τὸ αἰσθητόν τε καὶ σωματῶδες)· εἰς δύο τοίνυν ταῦτα διῃρημένων πάντων τῶν ὄντων (εἴς τε τὸ αἰσθητόν, λέγω, καὶ εἰς τὸ κατ᾽ ἔννοιαν θεωρούμενον) καὶ τῆς μὲν ἀγγελικῆς τε καὶ ἀσωμάτου φύσεως, ἥτις τῶν ἀοράτων ἐστίν, ἐν τοῖς ὑπερκοσμίοις τε καὶ ὑπερουρανίοις διαιτωμένης διὰ τὸ κατάλληλον εἶναι τῇ φύσει τὸ ἐνδιαίτημα (ἥ τε γὰρ νοερὰ φύσις λεπτή τις καὶ καθαρὰ καὶ ἀβαρὴς καὶ εὐκίνητος τό τε οὐράνιον σῶμα λεπτόν τε καὶ κοῦφον καὶ ἀεικίνητον), τῆς δὲ γῆς ὃ δὴ τῶν αἰσθητῶν ἐστιν ἔσχατον, οἰκείως τε καὶ καταλλήλως πρὸς τὴν τῶν νοητῶν ἐν αὐτῇ διαγωγὴν οὐκ ἐχούσης (τίς γὰρ ἂν γένοιτο τοῦ ἀνωφεροῦς τε καὶ κούφου πρὸς τὸ βαρύ τε καὶ ἐμβριθὲς κοινωνία;), ὡς ἂν μὴ τελείως ἄμοιρός τε καὶ ἀπόκληρος ἡ γῆ τῆς νοερᾶς τε καὶ ἀσωμάτου διαγωγῆς εἴη, τούτου χάριν προμηθείᾳ κρείττονι τὴν ἀνθρωπίνην συστῆναι γένεσιν, τῇ νοερᾷ τε καὶ θείᾳ τῆς ψυχῆς οὐσίᾳ τῆς γηΐνης μοίρας περιπλασθείσης, ὡς ἂν τῇ πρὸς τὸ ἐμβριθές τε καὶ σωματῶδες συμφυΐᾳ καταλλήλως ἡ ψυχὴ τῷ στοιχείῳ τῆς γῆς ἐμβιοτεύοι ἐχούσης τι πρὸς τὴν τῆς σαρκὸς οὐσίαν συγγενὲς καὶ ὁμόφυλον.

σκοπὸς δὲ τῶν γινομένων ἐστὶ τὸ ἐν πάσῃ τῇ κτίσει διὰ τῆς νοερᾶς φύσεως τὴν τοῦ παντὸς ὑπερκειμένην δοξάζεσθαι δύναμιν, τῶν τε ἐπουρανίων καὶ τῶν ἐπιχθονίων διὰ τῆς αὐτῆς ἐνεργείας (λέγω δὲ διὰ τοῦ πρὸς τὸν θεὸν βλέπειν) ἀλλήλοις πρὸς τὸν αὐτὸν σκοπὸν συναπτομένων. ἡ δὲ τοῦ βλέπειν πρὸς τὸν θεὸν ἐνέργεια οὐδὲν ἄλλο ἐστὶν ἢ ζωὴ τῇ νοερᾷ φύσει ἐοικυῖά τε καὶ κατάλληλος. ὥσπερ γὰρ τὰ σώματα γήϊνα ὄντα ταῖς γηΐναις διακρατεῖται τροφαῖς καί τι σωματῶδες ζωῆς εἶδος ἐν τούτοις καταλαμβάνομεν, ὁμοίως ἐν ἀλόγοις τε καὶ λογικοῖς ἐνεργούμενον· οὕτως εἶναί τινα χρὴ καὶ νοητὴν ζωὴν ὑποτίθεσθαι, δι᾽ ἦς ἐν τῷ ὄντι συντηρεῖται ἡ φύσις. εἰ δὲ ἡ τῆς σαρκὸς τροφή, ἐπίρρυτός τις οὖσα καὶ ἀπορρέουσα, δι᾽ αὐτῆς τῆς παρόδου δύναμίν τινα ζωτικὴν ἐναποτίθεται οἷς ἂν ἐγγένηται, πόσῳ μᾶλλον ἡ μετουσία τοῦ ὄντως ὄντος, τοῦ ἀεὶ μένοντος καὶ πάντοτε ὡσαύτως ἔχοντος, ἐν τῷ εἶναι φυλάσσει τὸν μετασχόντα. εἰ οὖν αὕτη ἐστὶν ἡ οἰκεία τε καὶ κατάλληλος τῇ νοερᾷ φύσει ζωή, τὸ τοῦ θεοῦ μετέχειν, οὐκ ἂν διὰ τῶν ἐναντίων γένοιτο ἡ μετουσία, εἰ μὴ τρόπον τινὰ συγγενὲς εἴη τῷ ὀρεγομένῳ τὸ μετεχόμενον.

ὡς γὰρ ὀφθαλμῷ γίνεται τῆς αὐγῆς ἡ ἀπόλαυσις τῷ φυσικὴν αὐγὴν ἐν ἑαυτῷ πρὸς τὴν τοῦ ὁμογενοῦς ἀντίληψιν ἔχειν καὶ οὔτε δάκτυλος οὔτε ἄλλο τι τῶν μελῶν τοῦ σώματος ἐνεργεῖ τὴν ὅρασιν διὰ τὸ μηδεμίαν ἐκ φύσεως αὐγὴν ἐν ἄλλῳ τινὶ τῶν μελῶν κατεσκευάσθαι, οὕτως ἀνάγκη πᾶσα καὶ ἐπὶ τῆς τοῦ θεοῦ μετουσίας εἶναί τι συγγενὲς πρὸς τὸ μετεχόμενον ἐν τῇ φύσει τοῦ ἀπολαύοντος. διὰ τοῦτό φησιν ἡ γραφὴ Κατ᾽ εἰκόνα θεοῦ γεγενῆσθαι τὸν ἄνθρωπον, ὡς ἄν, οἶμαι, τῷ ὁμοίῳ βλέποι τὸ ὅμοιον. τὸ δὲ βλέπειν τὸν θεόν ἐστιν ἡ ζωὴ τῆς ψυχῆς, καθὼς ἐν τοῖς φθάσασιν εἴρηται. ἐπεὶ δέ πως ἡ τοῦ ἀληθῶς ἀγαθοῦ ἄγνοια καθάπερ τις ὀμίχλη τῷ διορατικῷ τῆς ψυχῆς ἐπεσκότισεν, παχυνθεῖσα δὲ ἡ ὀμίχλη νέφος ἐγένετο, ὥστε διὰ τοῦ βάθους τῆς ἀγνοίας τὴν ἀκτῖνα τῆς ἀληθείας μὴ διαδύεσθαι, ἀναγκαίως τῷ χωρισμῷ τοῦ φωτὸς καὶ ἡ ζωὴ αὐτῆς συνεξέλιπεν· εἴρηται γὰρ τὴν ἀληθῆ ζωὴν τῆς ψυχῆς ἐν τῇ μετουσίᾳ τοῦ ἀγαθοῦ ἐνεργεῖσθαι, τῆς δὲ ἀγνοίας πρὸς τὴν θείαν κατανόησιν ἐμποδιζούσης ἐκπεσεῖν τῆς ζωῆς τὴν ψυχὴν τὴν τοῦ θεοῦ μὴ μετέχουσαν.

Μηδεὶς δὲ γενεαλογεῖν ἡμᾶς ἀναγκαζέτω τὴν ἄγνοιαν, πόθεν αὕτη λέγων καὶ ἀπὸ τίνος, ἀλλ᾽ ἐξ αὐτῆς νοείτω τῆς τοῦ ὀνόματος σημασίας, ὅτι ἡ γνῶσις καὶ ἡ ἄγνοια τὸ πρός τί πως ἔχειν τὴν ψυχὴν ἐνδείκνυται. οὐδὲν δὲ τῶν πρός τι νοουμένων τε καὶ λεγομένων οὐσίαν παρίστησιν· ἄλλος γὰρ ὁ τοῦ πρός τι καὶ ἕτερος ὁ τῆς οὐσίας λόγος. εἰ οὖν ἡ γνῶσις οὐσία οὐκ ἔστιν, ἀλλὰ περί τι τῆς διανοίας ἐνέργεια, πολὺ μᾶλλον ἡ ἄγνοια πόρρω τοῦ κατ᾽ οὐσίαν εἶναι ὡμολόγηται. τὸ δὲ μὴ κατ᾽ οὐσίαν ὂν οὐδὲ ἔστιν ὅλως. μάταιον τοίνυν ἂν εἴη περὶ τοῦ μὴ ὄντος τὸ ὅθεν ἐστὶ περιεργάζεσθαι.

Ἐπειδὴ τοίνυν ζωὴν μὲν ψυχῆς τὴν τοῦ θεοῦ μετουσίαν ὁ λόγος εἶναί φησι, γνῶσις δὲ κατὰ τὸ ἐγχωροῦν ἐστιν ἡ μετουσία, ἡ δὲ ἄγνοια οὐχί τινός ἐστιν ὕπαρξις, ἀλλὰ τῆς κατὰ τὴν γνῶσιν ἐνεργείας ἀναίρεσις, τῷ δὲ μὴ ἐνεργεῖσθαι τοῦ θεοῦ τὴν μετουσίαν ἡ τῆς ζωῆς ἀλλοτρίωσις ἀναγκαίως ἐπηκολούθησεν (τοῦτο δ᾽ ἂν εἴη τῶν κακῶν τὸ ἔσχατον), ἀκολούθως ὁ παντὸς ἀγαθοῦ ποιητὴς τὴν τοῦ κακοῦ θεραπείαν ἐν ἡμῖν κατεργάζεται· ἀγαθὸν γὰρ ἡ θεραπεία. τὸν δὲ τρόπον τῆς θεραπείας ἀγνοεῖ πάντως ὁ μὴ πρὸς τὸ εὐαγγελικὸν βλέπων μυστήριον. κακοῦ τοίνυν ἀποδειχθέντος τοῦ ἀλλοτριωθῆναι θεοῦ, ὅστις ἐστὶν ἡ ζωή, ἡ θεραπεία τοῦ τοιούτου ἀρρωστήματος ἦν τὸ πάλιν οἰκειωθῆναι θεῷ καὶ ἐν τῇ ζωῇ γενέσθαι. ταύτης οὖν τῆς ζωῆς κατ᾽ ἐλπίδα προκειμένης τῇ ἀνθρωπίνῃ φύσει, οὐκ ἔστιν εἰπεῖν κυρίως ἀντίδοσιν τῶν εὖ βεβιωκότων γενέσθαι τὴν τῆς ζωῆς μετουσίαν καὶ τιμωρίαν τὸ ἔμπαλιν· ἀλλ᾽ ὅμοιόν ἐστι τῷ κατὰ τοὺς ὀφθαλμοὺς ὑποδείγματι τὸ λεγόμενον· οὐδὲ γὰρ τῷ κεκαθαρμένῳ τὰς ὄψεις ἔπαθλόν τί φαμεν εἶναι καὶ πρεσβεῖον τὴν τῶν ὁρατῶν κατανόησιν ἢ τῷ νοσοῦντι τὸ ἔμπαλιν καταδίκην τινὰ καὶ τιμωρητικὴν ἀπόφασιν τὸ μὴ μετέχειν τῆς ὁρατικῆς ἐνεργείας.

ἀλλ᾽ ὡς ἀναγκαίως ἕπεται τῷ κατὰ φύσιν διακειμένῳ τὸ βλέπειν τῷ τε ἀπὸ πάθους παρενεχθέντι τῆς φύσεως τὸ μὴ ἐνεργὸν ἔχειν τὴν ὅρασιν, τὸν αὐτὸν τρόπον καὶ ἡ μακαρία ζωὴ συμφυής ἐστι καὶ οἰκεία τοῖς κεκαθαρμένοις τὰ τῆς ψυχῆς αἰσθητήρια, ἐφ᾽ ὧν δὲ καθάπερ τις λήμη τὸ κατὰ τὴν ἄγνοιαν πάθος ἐμπόδιον πρὸς τὴν μετουσίαν τοῦ ἀληθινοῦ φωτὸς γίνεται, ἀναγκαίως ἕπεται τὸ μὴ μετέχειν ἐκείνου, οὖ τὴν μετουσίαν ζωὴν εἶναί φαμεν τοῦ μετέχοντος.