Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς ἀώρως τετελευτηκότας νήπια

Γρηγόριος ὁ Νύσσης

Η πνευματική κατάσταση και η πρόοδος των νηπίων

Εξέταση της κατάστασης των νηπίων τα οποία, όντας απαλλαγμένα από την άγνοια, μετέχουν στο αγαθό σταδιακά σύμφωνα με τη χωρητικότητά τους, εν αντιθέσει προς την ανεπτυγμένη χωρητικότητα της γεγυμνασμένης στον αγώνα ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 6

Τούτων τοίνυν οὕτως ἡμῖν διῃρημένων καιρὸς ἂν εἴη διεξετάσαι τῷ λόγῳ τὸ προτεθὲν ἡμῖν πρόβλημα. τοιοῦτον δέ τι τὸ λεγόμενον ἦν· εἰ κατὰ τὸ δίκαιον γίνεται τῶν ἀγαθῶν ἡ ἀντίδοσις, ἐν τίσιν ἔσται ὁ ἐν νηπίῳ τελευτήσας τὸν βίον μήτε ἀγαθόν τι μήτε κακὸν ἐν τῇ ζωῇ ταύτῃ καταβαλόμενος, ὥστε διὰ τούτων γενέσθαι αὐτῷ τὴν κατ᾽ ἀξίαν ἀντίδοσιν; ᾧ πρὸς τὴν ἀκολουθίαν τῶν ἐξητασμένων ὁρῶντες ἀποκρινούμεθα, ὅτι τὸ προσδοκώμενον ἀγαθὸν οἰκεῖον μέν ἐστι κατὰ φύσιν τῷ ἀνθρωπίνῳ γένει, λέγεται δὲ κατά τινα διάνοιαν τὸ αὐτὸ καὶ ἀντίδοσις. τῷ δὲ αὐτῷ ὑποδείγματι πάλιν τὸ νόημα τοῦτο σαφηνισθήσεται· δύο γάρ τινες ὑποκείσθωσαν τῷ λόγῳ ἀρρωστήματί τινι κατὰ τὰς ὄψεις συνενεχθέντες. τούτων δὲ ὁ μὲν σπουδαιότερον ἑαυτὸν ἐπιδιδότω τῇ θεραπείᾳ, πάντα ὑπομένων τὰ παρὰ τῆς ἰατρικῆς προσαγόμενα, κἂν ἐπίπονα ᾗ· ὁ δὲ πρὸς λουτρά τε καὶ οἰνοφλυγίας ἀκρατέστερον διακείσθω, μηδεμίαν τοῦ ἰατρεύοντος συμβουλὴν πρὸς τὴν τῶν ὀφθαλμῶν ὑγίειαν παραδεξάμενος. φαμὲν τοίνυν πρὸς τὸ πέρας ἑκατέρου βλέποντες ἀξίως ἀντιλαβεῖν ἑκάτερον τῆς προαιρέσεως αὐτοῦ τοὺς καρπούς, τὸν μὲν τὴν στέρησιν τοῦ φωτός, τὸν δὲ τὴν ἀπόλαυσιν. τὸ γὰρ ἀναγκαίως ἑπόμενον ἀντίδοσιν ἐκ καταχρήσεως ὀνομάζομεν.

ταῦτα καὶ ἐπὶ τῶν κατὰ τὸ νήπιον ζητουμένων ἔστιν εἰπεῖν, ὅτι ἡ τῆς ζωῆς ἐκείνης ἀπόλαυσις οἰκεία μέν ἐστι τῇ ἀνθρωπίνῃ φύσει, τῆς δὲ κατὰ τὴν ἄγνοιαν νόσου πάντων σχεδὸν τῶν ἐν τῇ σαρκὶ ζώντων ἐπικρατούσης, ὁ μὲν ταῖς καθηκούσαις θεραπείαις ἑαυτὸν ἐκκαθάρας καὶ οἶόν τινα λήμην τοῦ διορατικοῦ τῆς ψυχῆς ἀποκλύσας τὴν ἄγνοιαν ἄξιον τῆς σπουδῆς ἔχει τὸ κέρδος ἐν τῇ ζωῇ τῇ κατὰ φύσιν γενόμενος, ὁ δὲ τὰ διὰ τῆς ἀρετῆς φεύγων καθάρσια καὶ δυσίατον ἑαυτῷ διὰ τῶν ἀπατηλῶν ἡδονῶν κατασκευάζων τῆς ἀγνοίας τὴν νόσον, παρὰ φύσιν διατεθεὶς ἠλλοτρίωται τοῦ κατὰ φύσιν καὶ ἀμέτοχος γίνεται τῆς οἰκείας ἡμῖν καὶ καταλλήλου ζωῆς· τὸ δὲ ἀπειρόκακον νήπιον, μηδεμιᾶς νόσου τῶν τῆς ψυχῆς ὀμμάτων πρὸς τὴν τοῦ φωτὸς μετουσίαν ἐπιπροσθούσης, ἐν τῷ κατὰ φύσιν γίνεται μὴ δεόμενον τῆς ἐκ τοῦ καθαρθῆναι ὑγιείας, ὅτι μηδὲ τὴν ἀρχὴν τὴν νόσον τῇ ψυχῇ παρεδέξατο. καί μοι δοκεῖ διό· τινος ἀναλογίας οἰκείως ἔχειν ὁ παρὼν τοῦ βίου τρόπος τῇ προσδοκωμένῃ ζωῇ.

καθάπερ γὰρ θηλῇ καὶ γάλακτι ἡ πρώτη τῶν νηπίων ἡλικία τιθηνουμένη ἐκτρέφεται, εἶτα διαδέχεται ταύτην κατάλληλος ἑτέρα τῷ ὑποκειμένῳ τροφή, οἰκείως τε καὶ ἐπιτηδείως πρὸς τὸ τρεφόμενον ἔχουσα, ἕως ἂν ἐπὶ τὸ τέλειον φθάσῃ· οὕτως οἶμαι καὶ τὴν ψυχὴν διὰ τῶν ἀεὶ καταλλήλων αὐτῇ τάξει τινὶ καὶ ἀκολουθίᾳ μετέχειν τῆς κατὰ φύσιν ζωῆς, ὡς χωρεῖ καὶ δύναται τῶν ἐν τῇ μακαριότητι προκειμένων μεταλαμβάνουσα, καθὼς καὶ παρὰ τοῦ Παύλου τὸ τοιοῦτον ἐμάθομεν, ἄλλως τρέφοντος τὸν ἤδη διὰ τῆς ἀρετῆς αὐξηθέντα καὶ ἑτέρως τὸν νήπιον καὶ ἀτελέστερον· πρὸς μὲν γὰρ τοὺς τοιούτους φησίν, ὅτι Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε· πρὸς δὲ τοὺς πεπληρωκότας τὸ μέτρον τῆς νοητῆς ἡλικίας Τελείων δέ ἐστι, φησίν, ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων.

καθάπερ τοίνυν οὐκ ἔστιν ἐν τοῖς ὁμοίοις εἰπεῖν εἶναι τὸν ἄνδρα τε καὶ τὸ νήπιον, κἂν μηδεμία νόσος ἑκατέρῳ τούτων προσάπτηται (πῶς γὰρ ἂν ἐν τῷ ἴσῳ τῆς τρυφῆς γένοιντο οἱ τῶν αὐτῶν μὴ μετέχοντες;), ἀλλὰ τὸ μὲν μὴ κακοῦσθαι νόσῳ τινὶ καὶ ἐπὶ τούτου καὶ ἐπ᾽ ἐκείνου λέγεται παραπλησίως, ἕως ἂν ἔξω πάθους ἑκάτερος ᾖ, τῶν δὲ κατὰ τρυφὴν ἡ ἀπόλαυσις οὐκέτι ὁμοίως παρὰ τῶν αὐτῶν ἐνεργεῖται (τῷ μὲν γὰρ ὑπάρχει καὶ διὰ λόγων εὐφραίνεσθαι καὶ πραγμάτων ἐπιστατεῖν καὶ εὐδοκίμως ἀρχὰς μετιέναι καὶ ταῖς τῶν δεομένων εὐεργεσίαις λαμπρύνεσθαι γαμετῇ τε συνοικεῖν, ἂν οὕτω τύχῃ καταθυμία, καὶ οἴκου ἄρχειν καὶ ὅσα μετὰ τούτων ἐστὶν ἡδέα παρὰ τὸν βίον εὑρεῖν· ἀκροάματά τε καὶ θεάματα, θῆραι καὶ λουτρὰ καὶ γυμνάσια καὶ συμποτικαὶ θυμηδίαι καὶ εἴ τι τοιοῦτον ἕτερον· τῷ δὲ νηπίῳ ἡ τρυφὴ τὸ γάλα ἐστὶ καὶ ἡ τῆς τιθήνης ἀγκάλη καὶ ἠρεμαία κίνησις τὸν ὕπνον ἐφελκομένη τε καὶ ἡδύνουσα· τὴν γὰρ ὑπὲρ τοῦτο εὐφροσύνην τὸ ἀτελὲς τῆς ἡλικίας χωρῆσαι φύσιν οὐκ ἔχει)· τὸν αὐτὸν τρόπον οἱ διὰ τῆς ἀρετῆς ἐν τῷ τῇδε βίῳ τὰς ψυχὰς θρέψαντες καί, καθώς φησιν ὁ ἀπόστολος, καταγυμνάσαντες ἑαυτῶν τὰ νοητὰ αἰσθητήρια, εἰ πρὸς τὴν ἀσώματον ἐκείνην μετοικισθεῖεν ζωήν, πρὸς λόγον τῆς ἐνυπαρχούσης αὐτοῖς ἕξεώς τε καὶ δυνάμεως τῆς θείας τρυφῆς μεταλήψονται, ἢ πλείονος ἢ ἐλάττονος κατὰ τὴν παροῦσαν ἑκάστου δύναμιν τῶν προκειμένων μετέχοντες· ἡ δὲ ἄγευστος τῆς ἀρετῆς ψυχὴ τῶν μὲν ἐκ πονηρίας κακῶν, ἅτε μηδὲ τὴν ἀρχὴν συνενεχθεῖσα τῇ τῆς κακίας νόσῳ, διαμένει ἀμέτοχος, τῆς δὲ ζωῆς ἐκείνης, ἣν θεοῦ γνῶσίν τε καὶ μετουσίαν ὁ πρὸ τούτων λόγος ὡρίσατο, τοσοῦτον μετέχει παρὰ τὴν πρώτην, ὅσον χωρεῖ τὸ τρεφόμενον, ἕως ἂν καθάπερ τινὶ τροφῇ καταλλήλῳ τῇ θεωρίᾳ τοῦ ὄντος ἐναδρυνθεῖσα χωρητικὴ τοῦ πλείονος γένηται, ἐν δαψιλείᾳ τοῦ ὄντος κατ᾽ ἐξουσίαν μετέχουσα.

Πρὸς ταῦτα βλέποντες ἔξω μὲν τῶν ἐκ πονηρίας κακῶν ὁμοίως εἶναί φαμεν τὴν ψυχὴν τοῦ τε διὰ πάσης ἀρετῆς ἥκοντος καὶ τοῦ μηδὲ ὅλως μετεσχηκότος τοῦ βίου· οὐ μὴν ἐν τῷ ὁμοίῳ τὴν ἑκατέρου τούτων διαγωγὴν ἐννοοῦμεν. ὁ μὲν γὰρ ἤκουσε, καθὼς ὁ προφήτης φησί, τῶν οὐρανίων διηγημάτων, δι᾽ ὧν ἡ δόξα τοῦ θεοῦ καταγγέλλεται, καὶ διὰ τῆς κτίσεως πρὸς τὴν κατανόησιν ὡδηγήθη τοῦ δεσπότου τῆς κτίσεως καὶ διδασκάλῳ τῆς ὄντως σοφίας ἐχρήσατο τῇ ἐν τοῖς οὖσι θεωρουμένῃ σοφίᾳ τό τε τοῦ φωτὸς τούτου κάλλος κατανοήσας ἀναλογικῶς τὸ τοῦ ἀληθινοῦ φωτὸς κάλλος ἐνόησε καὶ ἐν τῷ παγίῳ τῆς γῆς τὸ τοῦ πεποιηκότος αὐτὴν ἀμετάθετον ἐπαιδεύθη καὶ τὸ ἀμέτρητον τοῦ οὐρανίου μεγέθους κατανοήσας πρὸς τὸ ἄπειρόν τε καὶ ἀόριστον τῆς ἐμπεριεχούσης τὸ πᾶν δυνάμεως ὡδηγήθη τάς τε ἀκτῖνας ἰδὼν τοῦ ἡλίου ἐκ τῶν τοσούτων ὑψωμάτων μέχρις ἡμῶν διηκούσας τὸ μὴ ἀτονεῖν τὰς προνοητικὰς τοῦ θεοῦ ἐνεργείας πρὸς ἕκαστον ἡμῶν ἀπὸ τοῦ τῆς θεότητος ὕψους κατιέναι διὰ τῶν φαινομένων ἐπίστευσεν. εἰ γὰρ εἷς ὢν ὁ φωστὴρ κοινῇ τε τὸ ὑποκείμενον ἅπαν τῇ φωτιστικῇ δυνάμει καταλαμβάνει καὶ πᾶσι τοῖς μετέχουσιν ἑαυτὸν ἐπινέμων ὅλος ἑκάστῳ καὶ ἀδιαίρετος πάρεστι, πόσῳ μᾶλλον ὁ τοῦ φωστῆρος δημιουργὸς καὶ Πάντα ἐν πᾶσι γίνεται, καθώς φησιν ὁ ἀπόστολος, καὶ ἑκάστῳ πάρεστι τοσοῦτον ἑαυτὸν διδούς, ὅσον τὸ ὑποκείμενον δέχεται.

ἀλλὰ καὶ στάχυν τις ἰδὼν ἐπὶ γῆς καὶ τὴν ἐκ φυτοῦ βλάστην καὶ βότρυν ὥριμον καὶ τὸ τῆς ὀπώρας κάλλος ἢ ἐν καρποῖς ἢ ἐν ἄνθεσι καὶ τὴν αὐτόματον πόαν καὶ ὄρος ἐπὶ τὸ αἰθέριον ὕψος ἀπὸ τῆς ἄκρας ἀνατεινόμενον καὶ τὰς ἐν ὑπωρείαις πηγάς, μαζῶν δίκην ἐκ τῶν λαγόνων τοῦ ὄρους ἐπιρρεούσας, ποταμούς τε διὰ τῶν κοίλων ῥέοντας καὶ θάλασσαν ὑποδεχομένην τὰ πανταχόθεν ῥεύματα καὶ ἐν τῷ μέτρῳ μένουσαν κύματά τε τοῖς αἰγιαλοῖς ὁριζόμενα καὶ οὐκ ἐπεξιοῦσαν ὑπὲρ τοὺς τεταγμένους ὅρους κατὰ τῆς ἠπείρου τὴν θάλασσαν· ὁ ταῦτα καὶ τὰ τοιαῦτα βλέπων πῶς οὐκ ἂν τὰ πάντα διαλάβοι τῷ λόγῳ, δι᾽ ὧν γίνεται τοῖς θεολογοῦσιν ἡ διδασκαλία τοῦ ὄντος, οὐ μικρὰν ἑαυτῷ δύναμιν πρὸς τὴν μετουσίαν τῆς τρυφῆς ἐκείνης παρασκευάσας τῷ εἶναι παρ᾽ αὐτῷ τὰ νοήματα, δι᾽ ὧν ὁδηγεῖται πρὸς ἀρετὴν ἡ διάνοια, γεωμετρίαν τε καὶ ἀστρονομίαν καὶ τὴν διὰ τοῦ ἀριθμοῦ κατανόησιν τῆς ἀληθείας πᾶσάν τε μέθοδον ἀποδεικτικὴν τῶν ἀγνοουμένων καὶ βεβαιωτικὴν τῶν κατειλημμένων καὶ πρό γε τούτων τὴν τῆς θεοπνεύστου γραφῆς φιλοσοφίαν, τελείαν ἐπάγουσαν κάθαρσιν τοῖς δι᾽ αὐτῆς τὰ θεῖα πεπαιδευμένοις μυστήρια;

ὁ δὲ μηδενὸς τούτων ἐν γνώσει γενόμενος μηδὲ χειραγωγηθεὶς διὰ τοῦ κόσμου πρὸς τὴν τῶν ὑπερκοσμίων ἀγαθῶν κατανόησιν, ἁπαλός τις καὶ ἀγύμναστος καὶ ἀτριβὴς τὴν διάνοιαν παρελθὼν τὸν βίον, ἐκεῖνος οὐκ ἂν ἐν τοῖς αὐτοῖς εἴη, ἐν οἷς ὁ λόγος τὸν προλαβόντα ἀπέδειξεν, ὡς μηκέτι διὰ τοῦτο μακαριστότερον ἀποδείκνυσθαι κατὰ τὴν προενεχθεῖσαν ἡμῖν ἀντίθεσιν τὸν μὴ μετασχόντα τοῦ βίου τοῦ μετασχόντος καλῶς. τοῦ μὲν γὰρ κακίᾳ συνεζηκότος οὐ μόνον ὁ ἀπειρόκακος ἂν εἴη μακαριστότερος, ἀλλὰ τάχα καὶ ὁ μηδὲ τὴν ἀρχὴν παρελθὼν εἰς τὸν βίον· τοιοῦτον γὰρ καὶ περὶ τοῦ Ἰούδα διὰ τῆς εὐαγγελικῆς φωνῆς ἐδιδάχθημεν, ὅτι ἐπὶ τῶν τοιούτων κρεῖττον τοῦ κατὰ κακίαν ὑφεστῶτός ἐστι τὸ παντελῶς ἀνυπόστατον· τῷ μὲν γὰρ διὰ τὸ βάθος τῆς ἐμφυείσης κακίας εἰς ἄπειρον παρατείνεται ἡ διὰ τῆς καθάρσεως κόλασις, τοῦ δὲ μὴ ὄντος πῶς ἂν ὀδύνη καθάψαιτο; εἰ δέ τις πρὸς τὸν κατ᾽ ἀρετὴν βίον κρίνοι τὸν νηπιώδη καὶ ἄωρον, ὄντως ἄωρος ὁ τοιοῦτός ἐστι τοιαύτῃ κρίσει περὶ τῶν ὄντων χρώμενος.