Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς ἀώρως τετελευτηκότας νήπια

Γρηγόριος ὁ Νύσσης

Η θεία πρόνοια και η αποτροπή της μελλοντικής κακίας

Εξήγηση του πρόωρου θανάτου βάσει της θείας πρόγνωσης. Μέσω της αλληγορίας του συμποσίου αναλύεται η προνοητική απομάκρυνση των βρεφών από τον βίο πριν την εκδήλωση της κακίας και των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 6

Ἐρωτᾷς οὖν, ὅτου χάριν ἐν τούτῳ τῆς ἡλικίας τις ὢν τῆς ζωῆς ὑπεξάγεται, τί διὰ τούτου τῆς θείας σοφίας προμηθουμένης. ἀλλ᾽ εἰ μὲν περὶ τούτων λέγοις, ὅσα τῆς παρανόμου κυήσεως ἔλεγχος γίνεται καὶ διὰ τοῦτο παρὰ τῶν γεννησαμένων ἐξαφανίζεται, οὐκ εἰκότως ἂν τῶν τῆς κακίας ἔργων τὸν θεὸν ἀπαιτοίης τὸν λόγον, τὸν τὰ μὴ καλῶς ἐπὶ τούτῳ γεγενημένα εἰς κρίσιν ἄγοντα· εἰ δέ τις καὶ ἀνατρεφομένων τῶν γεννητόρων καὶ δι᾽ ἐπιμελείας θεραπευόντων καὶ δι᾽ εὐχῆς σπουδαζόντων ὅμως οὐ μετέχει τοῦ βίου, κατακρατοῦντος μέχρι θανάτου τοῦ ἀρρωστήματος (ὃ μόνον τῆς αἰτίας ἀναμφιβόλως ἐστίν), ταῦτα περὶ τῶν τοιούτων εἰκάζομεν, ὅτι τελείας ἐστὶ προνοίας οὐ μόνον γεγονότα θεραπεύειν τὰ πάθη, ἀλλ᾽ ὅπως ἂν μηδὲ τὴν ἀρχήν τις τοῖς ἀπηγορευμένοις ἐγγένοιτο προνοεῖν. τὸν γὰρ ἐγνωκότα ἐπ᾽ ἴσης τῷ παρεληλυθότι τὸ μέλλον ἐπικωλύειν εἰκὸς τὴν ἐπὶ τὸ τέλειον τῆς ζωῆς τοῦ νηπίου πρόοδον, ὡς ἂν μὴ τῇ προγνωστικῇ δυνάμει τὸ κατανοηθὲν κακὸν ἐπὶ τοῦ μέλλοντος οὕτως βιώσεσθαι τελειωθείη καὶ γένηται τῷ τοιαύτῃ προαιρέσει συζήσεσθαι μέλλοντι ὕλη κακίας ὁ βίος.

ὑποδείγματι δέ τινι ῥᾴδιον ἂν εἴη παραστῆσαι τὸ νόημα· ἔστω γὰρ καθ᾽ ὑπόθεσιν παντοδαπή τις εὐωχία προκειμένη τῷ συμποσίῳ, ἐπιστατείτω δέ τις τοιοῦτος τῶν δαιτυμόνων, οἷος ἀκριβῶς εἰδέναι τὰ τῆς ἑκάστου φύσεως ἰδιώματα καὶ τί μὲν κατάλληλον τῇ τοιαύτῃ κράσει, τί δὲ ἐπιβλαβὲς καὶ ἀνοίκειον· προσκείσθω δὲ τούτῳ καὶ αὐθεντική τις ἐξουσία τοῦ κατὰ τὸ ἴδιον βούλημα τὸν μέν τινα μετέχειν τῶν προκειμένων ἐᾶν, τὸν δὲ ἀποτρέπειν, καὶ πάντα ποιεῖν, ὡς ἂν κατὰ τὴν ἑαυτοῦ κρᾶσιν ἕκαστος τῶν καταλλήλων προσάπτοιτο, ἵνα μήτε ὁ νοσώδης ἐπιτριβείη, προσθεὶς ὕλην διὰ τῶν ἐδωδίμων τῇ νόσῳ, μήτε ὁ εὐρωστότερος κάμοι, εἰς πληθωρικὴν ἀηδίαν ἐκπίπτων τῇ ἀκαταλλήλῳ τροφῇ. ἐν τούτοις εἰ μεσοῦντος τοῦ συμποσίου τις τῶν τῇ οἰνοφλυγίᾳ προσκειμένων ἐξάγεται ἢ ἐν ἀρχῇ ὢν τῆς μέθης ἢ μέχρι τέλους παραμένει τῷ δείπνῳ, ταῦτα τοῦ ἐπιστάτου οἰκονομοῦντος, ὡς ἂν εὐσχημονοίη διαρκῶς ἡ τράπεζα τῶν ἐκ πληθώρας καὶ μέθης καὶ παραφορᾶς κακῶν καθαρεύουσα.

ὥσπερ οὖν ὁ τῆς τῶν ἡδυσμάτων κνίσης ἀποσπώμενος οὐκ ἐν ἡδονῇ ποιεῖται τῶν καταθυμίων τὴν στέρησιν, ἀλλ᾽ ἀκρισίαν τινὰ τοῦ ἐπιστατοῦντος καταγινώσκει, ὡς φθόνῳ τινὶ καὶ οὐ προνοίᾳ τῶν προκειμένων ἀπείργοντος, εἰ δὲ πρὸς τοὺς ἔτι ἀσχημονοῦντας τῇ παρατάσει τῆς μέθης βλέποι ἐν ἐμέτοις καὶ καρηβαρίαις καὶ τῷ παραφθέγγεσθαί τι τῶν οὐ δεόντων, χάριν ὁμολογεῖ τῷ πρὸ τοῦ τοιούτου πάθους τῆς ἀμέτρου πλησμονῆς αὐτὸν ἀποστήσαντι· εἰ δὴ νενόηται ἡμῖν τὸ ὑπόδειγμα, ῥᾴδιον ἂν εἴη προσαγαγεῖν τὸ ἐν τούτῳ καταληφθὲν ἡμῖν θεώρημα τῷ προκειμένῳ νοήματι. τί γὰρ τὸ προκείμενον ἦν; ὅτου χάριν ὁ θεός, πολλῆς οὔσης τοῖς πατράσι σπουδῆς φυλαχθῆναι ἑαυτοῖς τὸν τοῦ βίου διάδοχον, ἄωρον πολλάκις ἐν τῷ ἀτελεῖ τῆς ἡλικίας ἐᾷ τὸ τεχθὲν ἀναρπάζεσθαι;

πρὸς οὓς ἐροῦμεν τὸ συμποτικὸν ἐκεῖνο ὑπόδειγμα, ὅτι τῆς τοῦ βίου τραπέζης πολλήν τε καὶ παντοδαπὴν τῶν ἐδωδίμων τὴν παρασκευὴν ἐχούσης (νόει δέ μοι κατὰ τὴν ὀψαρτυτικὴν ἐμπειρίαν μὴ πάντα τῷ τῆς ἡδονῆς μέλιτι τὰ τοῦ βίου καταγλυκαίνεσθαι, ἀλλ᾽ ἔστιν ὅπου καὶ τοῖς αὐστηροτέροις τῶν συμπτωμάτων τὴν ζωὴν ἐπαρτύεσθαι, οἷα δὴ φιλοτεχνοῦσιν οἱ τῶν περὶ γαστέρα καὶ θοίνην ἡδονῶν τεχνῖται τοῖς δριμυτέροις ἢ ἁλμῶσιν ἢ παραστύφουσιν τὰς ὀρέξεις τῶν δαιτυμόνων ἀναρριπίζοντες)· ἐπεὶ οὖν οὐ διὰ πάντων ἐστὶ τῶν πραγμάτων μελιηδὴς ὁ βίος, ἀλλ᾽ ἔστιν ἐν οἷς ἅλμη τὸ ὄψον ἐστὶν ἢ στῦψις [ἢ] ὀξώδης, ἢ δηκτική τις καὶ δριμεῖα ποιότης ἐντριβεῖσα τοῖς πράγμασι δύσληπτον ποιεῖ τὴν καρυκείαν τοῦ βίου, πλήρεις δὲ οἱ τῆς ἀπάτης κρατῆρες παντοδαποῦ κράματος, ὧν οἱ μὲν τὸ φυσῶδες πάθος διὰ τοῦ τύφου τῆς ἀπάτης τοῖς ἐμπιοῦσιν ἐποίησαν, οἱ δὲ εἰς παραφορὰν τοὺς ἐμπιόντας ἐξεκαλέσαντο, ἄλλοις δὲ τῶν πονηρῶς κτηθέντων τὸν ἔμετον διὰ τῆς αἰσχρᾶς ἀποτίσεως ἀνεκίνησαν· ὡς ἂν οὖν μὴ ἐπιχρονίζοι τῇ τοιαύτῃ τῆς τραπέζης παρασκευῇ ὁ μὴ δεόντως τῷ συμποσίῳ χρησάμενος, θᾶττον ὑπεξάγεται τοῦ τῶν δαιτυμόνων πληρώματος, κερδαίνων τὸ μὴ ἐν ἐκείνοις γενέσθαι, ὧν ἡ ἀμετρία τῆς ἀπολαύσεως τοῖς λαιμαργοῦσι πρόξενος γίνεται.

τοῦτό ἐστιν ὅ φημι τελείας εἶναι προνοίας κατόρθωμα, τὸ μὴ μόνον συστάντα θεραπεύειν τὰ πάθη, ἀλλὰ καὶ κωλύειν πρὸ τῆς συστάσεως. ὃ δὴ καὶ περὶ τοῦ θανάτου τῶν ἀρτιτόκων ὑπενοήσαμεν, ὅτι ὁ λόγῳ τὰ πάντα ποιῶν ὑπὸ φιλανθρωπίας ἀφαιρεῖται τῆς κακίας τὴν ὕλην μὴ διδοὺς καιρὸν τῇ προαιρέσει τῇ διὰ τῆς προγνωστικῆς δυνάμεως γνωρισθείσῃ διὰ τῶν ἔργων ἐν κακίας ἐξοχῇ δειχθῆναι οἵα ἐστίν, ὅταν πρὸς τὸ κακὸν τὴν ὁρμὴν ἔχοι.

Πολλάκις δὲ τὴν σεσοφισμένην τῆς φιλαργυρίας ἀνάγκην διὰ τῶν τοιούτων ἐλέγχει ὁ συνιστῶν τὸ τοῦ βίου συμπόσιον, ὡς ἄν, οἶμαι, γυμνὸν τῶν εὐπροσώπων προκαλυμμάτων τὸ τῆς φιλαργυρίας ἀρρώστημα φαίνοιτο μηδενὶ παραπετάσματι πεπλανημένῳ συσκιαζόμενον. φασὶ γὰρ οἱ πολλοὶ διὰ τοῦτο ταῖς τοῦ πλείονος ἐπιθυμίαις ἐπιπλατύνεσθαι, ὡς ἂν πλουσιωτέρους τοὺς ἐξ αὐτῶν γεγονότας ποιήσαιεν· ὧν ἐλέγχει τὴν νόσον ἰδίαν οὖσαν, οὐκ ἐξ ἀνάγκης ἐγγινομένην ἡ ἀπροφάσιστος τῶν ἀτέκνων πλεονεξία· πολλοὶ γὰρ οὔτε ἔχοντες διαδοχὴν ἐπὶ πολλοῖς οἷς ἐμόχθησαν οὔτε ἐν ἐλπίσι τοῦ σχεῖν ὄντες ἀντὶ μυρίων τέκνων πολλὰς ἐπιθυμίας ἐν ἑαυτοῖς παιδοτροφοῦσιν, οὐκ ἔχοντες ποῦ τὴν ἀνάγκην τῆς ἀρρωστίας ταύτης ἐπανενέγκωσιν.