Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς δυσχεραίνοντας ταῖς ἐπιτιμήσεσιν

Γρηγόριος ὁ Νύσσης

Η εκκλησιαστική επιτίμηση ως ποιμαντική παιδαγωγία

Ο χαρακτήρας του επιτιμίου ως παραδοσιακού κανόνα νουθεσίας και η προσαρμογή του ποιμαντικού λόγου στις ανάγκες και τον χαρακτήρα των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

Κάμψον οὖν τὸν αὐχένα, εἶξον ὡς ζυγῷ τοῖς προστάγμασι· τὸ σκληρὸν ἀποῤῥήγνυται, τὸ εἶκον καὶ καμπτόμενον ὀρθοῦται· καὶ διδάσκει σε τοῦτο ἡ ἐπὶ τοῖς φυτοῖς πεῖρα. Μὴ τὸν χαλινὸν ἐνδακὼν ὁρμήσῃς ἐπὶ τὸν κρημνὸν, ἢ τὸ βάραθρον, ἀλλὰ περιαχθεὶς τὸν αὐχένα τῇ χειρὶ τοῦ ἀναβάτου, ἐπὶ τὴν σώζουσαν ὁδὸν κατευθύνθητι· ὅταν ἐπιτίμησιν δέξῃ, εἰπὲ ἀπὸ εὐλαβοῦς ψυχῆς τὸ Δαβιτικὸν, «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.» Μὴ ἐπισκοπικῆς αὐθαδείας εἶναι τὸν ἀφορισμὸν νομίσῃς· πατρῷος ὁ νόμος, παλαιὸς τῆς Ἐκκλησίας κανὼν ἀπὸ τοῦ νόμου ἀρξάμενος καὶ κρατυνθεὶς ἐν τῇ χάριτι. Θεώρησον τὸν ἅγιον Παῦλον δι᾽ ἐπιστολῶν τὰς ἀποφάσεις τοῦ ἀφορισμοῦ κατὰ τῶν ὑπευθύνων ἐκπέμποντα, καὶ τὸν Κορίνθιον νεανίσκον τῷ τοιούτῳ ἰατρεύοντα φαρμάκῳ, τὸν τῇ μητρυιᾷ σατανικῶς ἐπιμανέντα· «Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ υἱὸν ὃν παραδέχεται.» Οὐ γάρ εἰσιν αἱ ῥίζαι τῆς παιδείας γλυκεῖαι, ἀλλὰ πικραί· καρπὸν δὲ εἰς ὕστερον βλαστάνουσι κηρίων ἡδύτερον.

Καὶ διὰ τοῦτο χρεία τῷ μὲν ἀσκουμένῳ τοῦ μοχθεῖν, τῷ δὲ ἀσκοῦντι καὶ πληγῆς καὶ τραχύτητος. Καὶ τῷ μὲν Μωσαϊκῷ νόμῳ αἱ τέσσαρες δεκάδες μέχρι νῦν αἱ νομικαὶ τῶν πληγῶν παραμένουσιν, οὐ τῷ εὐαγγελικῷ δὲ βίῳ· ἐπειδὴ πάντων ὁ λόγος ἐστὶ, καὶ ἔλεος, καὶ ῥάβδος, καὶ παράκλησις, καὶ πληγή. Οὐ γὰρ τύπτομέν σε ὡς οἰκέτην, ἀλλὰ παιδεύομέν σε ὡς ἐλεύθερον· σοὶ γὰρ ἐκ τῆς Σάῤῥας τῆς ἐλευθέρας τὸ γένος, οὐκ ἐκ τῆς Ἄγαρ τῆς δούλης. Αἰδούμεθά σε ὡς υἱὸν τῆς ἐλευθέρας, οὐκ ἀτιμάζομεν ὡς γέννημα τῆς παιδίσκης. Διὰ τοῦτο ταῖς ἐλευθερίοις ἐπιτιμήσεσι λυποῦμέν σε πλημμελοῦντα, οὐ σῶμα ξαίνοντες, ἀλλὰ ψυχὴν ἀνιῶντες. Ἂν δὲ καὶ τούτου φειδώμεθα, πῶς σε παιδεύσομεν; Δυσμεταχείριστός ἐστιν ὁ διδασκαλικὸς λόγος, καὶ ἡ ἀγωγὴ τῆς ἀρετῆς, καὶ ποικίλην ἐπιζητεῖ τὴν τῆς ἐπιστασίας οἰκονομίαν, τοῖς ὑποκειμένοις ἤθεσιν ἑαυτὴν προσαρμόζουσα. Ἔστι τις εὐπειθὴς καὶ τὴν γνώμην εὐάγωγος; τούτῳ ὁ πρᾶος καὶ ἁπαλὸς ἁρμόζει λόγος. Ἄλλος σκληρὸς καὶ ἀνάγωγος; μαστίγων χρῄζει. Τί οὖν ποιήσομεν, ἐπειδὴ ῥάβδους οὐ μεταχειριζόμεθα; καταλείψομεν αὐτὸν ἀπρονόητον; Οὐχ οὕτως.

Ἀλλὰ τὸν αὐτὸν λόγῳ μεταῤῥυθμίσομεν εἰς ἄλλο σχῆμα ὑποκειμένῃ χρείᾳ κατάλληλον· καὶ ὥσπερ τὰ ὄψα τῇ μικρᾶ προσθέσει τῶν ἀρτυμάτων πρὸς τὰς ἐναντίας ποιότητας διαμείβεται, ἀπὸ τοῦ στύφοντος εἰς τὸ γλυκὺ, καὶ ἀπὸ τοῦ γλυκέος εἰς τὸ στύφον μεταβαλλόμενα· οὕτως καὶ ὁ ἡμέτερος λόγος τῇ προσθήκῃ τῶν σχημάτων πρὸς διαφόρους χρείας μετατυποῦται, ἵν᾽ ἐπινοηθῇ ἑκάστου τὸ τρόφιμον.