Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς δυσχεραίνοντας ταῖς ἐπιτιμήσεσιν

Γρηγόριος ὁ Νύσσης

Η αντίδραση στις επιπλήξεις και οι συνέπειες του αφορισμού

Η καταδίκη της δυσανασχέτησης απέναντι στον πνευματικό έλεγχο, η προβολή της υπακοής ως προτύπου και η προειδοποίηση για τη βαρύτητα των εκκλησιαστικών δεσμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

Αἴσχιστον τοῦτο, καὶ νηπίας φρενὸς, καὶ τῆς ἐπαχθοῦς κατηγορίας ἄξιον. Ἧττον δ᾽ ἂν ἦν κακὸν, εἰ μὴ νοοῦντες οἴκοθεν καὶ παρ᾽ ἑαυτῶν τὸ συμφέρον, ἄλλου γοῦν εἰσηγουμένου τὸ χρήσιμον, ἐπειθόμεθα. Τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ σφόδρα τοῖς διδασκάλοις ἀχθόμεθα, καὶ χαλεπῶς αὐτῶν τὴν νουθεσίαν φέρομεν, καὶ ταῖς συμβουλαῖς βαρυνόμεθα. Ναυτιῶμεν δὲ πρὸς τὴν παιδείαν τῶν καλῶν, ὡς οἱ κακόσιτοι τῶν ἀῤῥώστων πρὸς τὰ ὄψα τὰ παρὰ τῶν ἰατρῶν αὐτοῖς ὀρεγόμενα.

Κἂν ἐπίπληξις γένηται, χαλεπαίνομεν· κἂν τραχυτέρου ἀκούσωμεν ῥήματος, δυσανασχετοῦμεν· κἂν ἀποκλεισθῶσιν ἡμῖν ἀφορισμῷ αἱ θύραι τῆς ἐκκλησίας, βλασφημοῦμεν. Οὗτος δὲ οὐκ ἔστι μανθανόντων τρόπος, οὐδὲ ὑπακοὴ μαθητῶν, ἀλλὰ στασιαστῶν καὶ μαχομένων φιλονεικία. Παιδίου γὰρ τάξιν ὁ μαθητὴς ἐπέχειν ὀφείλει, ὃς τέχνης ἢ ἐπιστήμης ἐπιθυμήσει μιᾶς τῶν ἔξωθεν· ὁ δὲ εὐσέβειαν ἀσκούμενος, μετὰ πλείονος τῆς προσθήκης εἶναι βρέφος ὀφείλει· ἐπειδὴ καὶ ὁ Κύριος ἐκείνην τὴν ἡλικίαν ὡς εὐπειθῆ τοῖς παρ᾽ ἑαυτοῦ ἐπαίνοις ἐσέμνυνε. Τὸ παιδίον τοίνυν οὐκ ἐμβαίνει τοὺς χαρακτῆρας καὶ τὰς γραμμὰς ἅσπερ ἂν ὁ διδάσκαλος τῷ κηρῷ ἐνσημήνηται· οὐδὲ στοιχεῖα καινοτομεῖ, ὑπ᾽ ἐξουσίας ἐμπλήκτου νεωτερίζον περὶ τὰ γράμματα· ἀλλὰ πρώτην μὲν τῇ γραφίδι τοῖς τοῦ διδασκάλου τύποις ἐνασκεῖ τὴν χεῖρα· ὀνόματα δὲ οὐκ ἄλλα τοῖς στοιχείοις ἐπιλέγει, ἀλλ᾽ ἅπερ ἤκουσε· παντὶ δὲ τρόπῳ καὶ λόγῳ καὶ ἔργῳ μιμεῖται τοῦ καθηγητοῦ τὴν παράδοσιν.

Ἂν δέ που καὶ ῥᾳθυμῆσαν ἀποτυμπανισθῇ τῷ σκύτει, οὐ θρασύνεται τῇ πληγῇ, οὐδὲ τὰς δέλτους τῷ διδασκάλῳ περιῤῥῆξαν ἀποφοιτᾷ· ἀλλ᾽ ἐπ᾽ ὀλίγον τῇ ἀλγηδόνι πικρὸν ἐπιστάξαν τὸ δάκρυον, ἔχεται τῶν μαθημάτων, καὶ συντονώτερον περὶ τὴν μελέτην, ἀλλ᾽ οὐκ ἀμελέστερον γίνεται. Ἄλλοτε πάλιν ὀλιγωρήσας ὡς νέος, κελεύεται μένειν ἀπόσιτος, καὶ τῷ λιμῷ τὴν ῥᾳθυμίαν καταδικάζεται. Παραμένει δὲ τῷ διδασκαλείῳ καὶ μόνος, τῶν ἄλλων παίδων ἀναχωρησάντων ἐπ᾽ ἄριστον, τηρῶν τὸ πρόσταγμα σὺν εὐλαβείᾳ πολλῇ. Ὁ Χριστιανὸς δὲ οὐχ οὕτως, ὁ ἀκούσας, «Ἂν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» ἀλλ᾽ ὅταν αὐστηρότερον ἴδῃ τὸν ἱερέα σχήματι καὶ φωνῇ διορθούμενον τὸ πλημμέλημα, προφανῶς ἀντιλέγει, καὶ ὑπ᾽ ὀδόντα γογγύζει, καὶ περινοστῶν τὴν ἀγορὰν καὶ τὰ ἄμφοδα λοιδορεῖται. Κἂν τῆς ἐκκλησίας ἀποκλεισθῇ, καταφρονεῖ τῆς εὐχῆς, ἀπροσποιήτως τοῦ λαοῦ καὶ τῶν μυστηρίων ἀποτεμνόμενος· ἢ τυχὸν οὐδὲ ὑποβληθεὶς ταύτῃ τῇ τιμωρίᾳ, ἑαυτὸν τῆς ἐκκλησίας ἀπάγει, διὰ τὴν ὀργὴν τὴν πρὸς τὸν ἐπίσκοπον, καὶ τὸν Θεὸν καὶ Δεσπότην ἀποστρεφόμενος.

Λεκτέον δὲ τῷ τοιούτῳ τὸ πρὸς Παῦλον λεχθὲν, ἡνίκα ἔτι Σαῦλος ἐτύγχανε· «Σκληρόν σοι, ἄνθρωπε, πρὸς κέντρα λακτίζειν.» Εἴτε ἀπὸ σαυτοῦ τὸν Θεὸν ἀφῆκας, λόγισαι ὅτι ὁ τοῦ ἡλίου χωριζόμενος, ἐν σκότει καὶ ζόφῳ διάγει τὸν βίον· εἴτε ἀπεβλήθης τῶν εὐχῶν ὡς ἀνάξιος, ἀνακάλεσαι τῇ μετανοίᾳ τὴν πρώτην κατάστασιν.

Οὐδὲν ψεῦδος ἐν Εὐαγγελίοις γέγραπται, οὐδὲ πρόῤῥησις τοῦ Χριστοῦ ἐσφαλμένην ἔχει τὴν ἔκβασιν. Διὰ Πέτρου ἔδωκε τοῖς ἐπισκόποις τὴν κλεῖδα τῶν ἐπουρανίων τιμῶν· γίνωσκε ὅτι λυθεὶς λέλυσαι, καὶ δεθεὶς τοῖς ἀοράτοις δεσμοῖς κατασφίγγῃ. Εἰ ὀφθαλμοὺς εἶχες πρὸς τὴν οὐσίαν τῆς ψυχῆς, ἔδειξα ἄν σοι τῷ ἀφωρισμένῳ σχῆμα κατακεκριμένου, βαρυτάτοις δεσμοῖς τὸν αὐχένα πιεζομένου, οὐδὲν τῶν μελῶν ἐλεύθερον ἢ ἄνετον ἔχοντος. Καὶ εἴθε τῷ βίῳ ἡ τιμωρία περιωρίζετο! νυνὶ δὲ [ἂν] ἀνθρώπινόν τι συμβῇ, καὶ ἀθρόον παραστῇ ἡ τελευτὴ, ὡς κλέπτης ἐν νυκτὶ, γίνωσκε κεκλεῖσθαί σοι τὰ ἐκεῖ. Ἐπιμελεῖς εἰσι καὶ μὴ παιζόμενοι οἱ τῆς βασιλείας θυρωροί· ὁρῶσι τὴν ψυχὴν τὰ τοῦ ἀφορισμοῦ φέρουσαν σύμβολα. Ὥς τινα τοῦ δεσμωτηρίου τῇ κόμῃ καὶ τῷ ῥύπῳ κατηγορούμενον, ἀπελαύνουσιν αὐτὴν τῆς ἐπὶ τὰ καλὰ φερούσης ὁδοῦ· οὐ συγχωρήσουσιν ἰδεῖν τὰ τάγματα δικαίων, καὶ ἀγγελικὴν εὐφροσύνην. Ἡ δὲ ἀθλία τότε πολλὰ τῆς ἀβουλίας ἑαυτὴν καταμεμφομένη, οἰμώζουσα δὲ καὶ ὀδυρομένη, καὶ στένουσα, καὶ σκυθρωπῷ τινι τόπῳ, οἷον γωνίᾳ προσεῤῥιμμένη διατελέσει, τὸν ἄληκτον ὀδυρμὸν καὶ ἀπαραμύθητον εἰς αἰῶνας ἐκτίνουσα. «Μὴ γίνεσθε,» φησὶν, «ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις.» Τὸν σκληρὸν ὁ ψαλμὸς ἁπαλύνων ταῦτά φησι, καὶ οἷον ἐλαίῳ ἐκμαλάσσων ταῖς παραινέσεσι.