Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς δυσχεραίνοντας ταῖς ἐπιτιμήσεσιν

Γρηγόριος ὁ Νύσσης

Η δωρεά του λόγου και η παράχρησή του στην πνευματική ζωή

Η λογική φύση του ανθρώπου ως θείο δώρο που τον καθιστά ηγεμόνα της κτίσεως, και ο έλεγχος της πνευματικής ραθυμίας παρά την επίδειξη κοσμικής σοφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΥΣ ΑΧΘΟΜΕΝΟΥΣ ΤΑΙΣ ΕΠΙΤΙΜΗΣΕΣΙ. Θεῖον ἀληθῶς καὶ ἱερὸν χρῆμα ὁ λόγος Θεοῦ, κτῆμα ἐξαίρετον, οὐκ ἄλλοθεν προσγενόμενον, ἀλλὰ συγκεκραμένον τῇ φύσει, ἀνθρώπῳ δῶρον τιμιώτατον παρὰ τοῦ δημιουργήσαντος εἰς αὐτὸν ἐλθόν. Διὸ καὶ καθ᾽ ὁμοίωσιν Θεοῦ γεγενῆσθαι λέγεται. Τούτῳ γοῦν ἔχει καὶ πρὸς τὰ ἄλλα ζῶα τὴν διαφορὰν, καὶ τῷ θεοειδεῖ πλεονεκτήματι ἰδιαζόντως χαρακτηρίζεται, σφόδρα τοῖς ἄλλοις πολλὴν ἔχων τὴν κοινωνίαν πρὸς τὰ βοσκήματα. Ὀφθαλμῶν γὰρ τύπος, καὶ σαρκῶν διάπλασις, τῶν τε ἐπὶ τῆς ἐπιφανείας, καὶ τῶν ἐν γαστρὶ κρυπτομένων, οὐ σεμνύνει τὸν ἄνθρωπον· ἐπειδὴ καὶ ἐν χερσαίοις, καὶ ἐνύδροις, καὶ πτηνοῖς, καὶ πᾶσιν ἁπλῶς ζώοις ἡ ἐκείνων μετουσία βλέπεται.

Τοῦτο δὲ ἡγεμόνα τῶν πάντων ποιεῖ, καὶ μακαριστὸν ἀποδείκνυσιν· ὅπερ Θεὸς ἔχων πλουσίως, ὀλίγον ἡμῖν ἐχαρίσατο, ἵνα πρῶτον ἐκεῖνον βλέπωμεν, καὶ γνωρίζωμεν λόγον τοῦ λόγου δοτῆρα, καὶ λατρεύωμεν τῷ οὕτως ἡμᾶς καλῶς τῇ ἰδίᾳ κατακοσμήσαντι χάριτι.

Διὰ λόγους ἰσχύομεν τῶν ἰσχυρῶν πλέον ἀσθενεῖς ὄντες τὸ σῶμα, καὶ πάντα δουλούμεθα, καὶ ταῖς ἡμετέραις ὑπηρετεῖσθαι χρείαις κελεύομεν. Οὕτω ταύρους δαμάζομεν καὶ ὑπάγομεν τῷ ζυγῷ, καὶ γῆν ἀρότροις ἀνατέμνειν παρασκευάζομεν, καὶ ἵππον ταχὺν τοῖς ψαλίοις κατάγχοντες ἔχομεν εὐπειθῆ, καὶ τὸν βραδὺν ὄνον τοῖς ῥοπάλοις ἐπείγοντες ποιοῦμεν ὀξύτερον, καὶ τὰς σκληρὰς ἡμιόνους ὀχήματα ἕλκειν καὶ ἀχθοφορεῖν ἀναγκάζομεν· ἐλεφάντων δὲ τὴν ἐκκεχυμένην πολυσαρκίαν, καὶ καμήλων τὸ μέγεθος εὐμηχάνως πρὸς τὸ δοκοῦν μεταχειριζόμεθα. Ἐντεῦθεν καὶ βάθος περαιούμεθα, καὶ μικρῷ ξύλῳ διὰ κυβερνητικῆς τὰ ἄφατα τῶν πελαγῶν ἐφοδεύομεν, καὶ τῆς πορείας ἐκείνης οὐκ ἔχοντες σύμβολα, ὅταν γῆν ἀποκρύψωμεν, τοῖς κατ᾽ οὐρανὸν σημείοις ἀσφαλῶς ὁδηγούμεθα, καὶ ὁδηγεῖ τὸν ναύτην ὡς τοὺς Μάγους ἀστήρ.

Οὐρανοῦ δὲ πλάτη καὶ σχήματα ἐξευρέθη καὶ πλῆθος ἀστέρων, καὶ ὅπως ἕκαστος μεγέθους ἔχει, καὶ διαστήματος, καὶ τῆς σελήνης σημείωσις, καὶ τί πάσχων ὁ ἥλιος κατά τινας χρόνους τὴν ἀκτῖνα καλύπτεται· ἤδη δὲ καὶ κατὰ γῆς κινουμένης φιλοσοφοῦμεν, ὅπως λυομένη τῶν φυσικῶν ἐρεισμάτων αὐτή τε ἀναβράσσεται, καὶ τοὺς ἐποίκους μετὰ τῶν ἐπικειμένων κλονεῖ Συμβόλοις δὲ τοῖς παρατετηρημένοις καὶ αὐχμοὺς παραθεωροῦμεν, καὶ ἐπομβρίας προμαντευόμεθα, καὶ τοῖς ἐκ γῆς φυομένοις τὸν λόγον προσάγοντες, τὰς φύσεις τῶν βοτανῶν ἐξετάζομεν, καὶ τὴν μὲν τῷ τραυματίᾳ σωτήριον ἀποφαίνομεν, ἄλλην ἐπιτήδειον πρὸς ὕπνον τῷ μὴ καθεύδοντι, ἑτέραν ἥπατος ἰατικὴν, καὶ ἄλλην τὰς ἐπαναστάσεις τοῦ σπληνὸς καταστέλλουσαν.

Ἐῶ τὰς ἐπιστήμας, ἀφίημι τὰς τέχνας τὰς ἀναγκαίας, τὰς πρὸς τροφὴν πᾶσαν, τὴν ποικίλην τῶν ἐπιτηδευμάτων περίοδον. Τὸ δὲ τοιοῦτον ζῶον, τὸ σοφὸν, τὸ πρακτικὸν, τὸ δραστήριον, τὸ μνημονικὸν, τὸ ἐνταῦθα ὂν καὶ τὰ ἀλλαχοῦ βλέπον, διὰ τὸ ποικίλαις ἡδοναῖς καὶ διαφόροις πάθεσι περιέλκεσθαι, ἑνὸς ὀλιγώρως ἔχει, τῆς ἀληθοῦς ζωῆς καὶ τῆς οἰκείας σωτηρίας. Καὶ ὁ προβλέπων τροπὰς ἀέρων, τὴν ἀνάστασιν οὐχ ὁρᾷς· ὁ τὰς μεταβολὰς τῶν ἐνιαυτῶν εἰδὼς, τὴν μεταβολὴν οὐ βλέπεις τοῦ βίου· ὁ τὸν ἴδιον δοῦλον ἀπαιτῶν τὰς εὐθύνας ὧν διαπράττεται, τοῦ σοῦ κριτοῦ καὶ Κυρίου τῆς ἐξουσίας καταφρονεῖς.

Ταῦτα οὐκ ἔστι τοῦ λογικοῦ, ἀλλ᾽ εἰς μωρίαν τὸ λογικὸν παρατρέποντος. Δικαιοσύνην οὐκ ἀσκεῖς, τὴν ἀρετὴν οὐ μανθάνεις, εὐχῆς ἀμελεῖς. Καὶ τοῦτο ἐδήλωσεν ἡ χθιζὴ ἡμέρα. Ποίοις γὰρ ὀφθαλμοῖς τὴν Κυριακὴν ὁρᾷς, ὁ ἀτιμάσας τὸ Σάββατον; Ἦ οὐκ οἶδας ὡς ἀδελφαὶ αὗται αἱ ἡμέραι; κἂν εἰς τὴν ἑτέραν ἐξυβρίσῃς, τῇ ἑτέρᾳ προσκρούεις; Ἔχων νοῦν καὶ λόγον, οὐ προορᾷς τὸ πρέπον καὶ συμφέρον, οὐδὲ ἐμμελῶς ποιῇ τῆς σαυτοῦ ἀθανασίας τὴν ἐπιμέλειαν, οὐδὲ δια[σ]κέπτῃ τὴν σαυτοῦ φύσιν ὅστις εἶ, καὶ τί γενέσθαι δύνασαι· γαστρὶ δὲ καὶ λαγνείαις, καὶ ἀργίᾳ, καὶ ὕπνῳ τοῦ Θεοῦ καὶ εὐεργέτου προδίδως τὸ δῶρον, ἵνα σοι ἀχρεῖον καὶ ἀνωφελὲς καὶ μάταιον γένηται.