Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς τοκίζοντας

Γρηγόριος ὁ Νύσσης

Οι συνέπειες του χρέους και η ασυμβατότητα με την ευσέβεια

Καταδίκη της προσφοράς ελεημοσύνης από άδικα κέρδη και περιγραφή της σκληρότητας των δανειστών, η οποία οδηγεί τους οφειλέτες στην απόγνωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 6

Σὺ δὲ χαλκοῦ καὶ χρυσοῦ, τῶν ἀγόνων ὑλῶν, μὴ ζήτει τόκον μηδὲ βιάζου πενίαν τὰ τῶν πλουτούντων ποιεῖν μηδὲ διδόναι πλεονασμοὺς τὸν τὸ κεφάλαιον προσαιτοῦντα. ἢ γὰρ οὐκ οἶδας, ὡς δάνους χρεία εὐπρόσωπός ἐστιν ἐλέου αἴτησις; διὸ καὶ ὁ νόμος, τὸ εἰσαγωγικὸν τῆς εὐσεβείας γράμμα, πανταχοῦ ἀπαγορεύει τὸν τόκον· Ἐὰν δανείσῃς ἀργύριον τῷ ἀδελφῷ σου, οὐκ ἔσῃ αὐτὸν κατεπείγων. καὶ ἡ χάρις τῇ πηγῇ τῆς ἀγαθότητος πλεονάζουσα τῶν ὀφλημάτων νομοθετεῖ τὴν συγχώρησιν, ὅπου μὲν χρηστευομένη καὶ λέγουσα· Καὶ εἰ δανείζετε, παρ᾽ ὧν ἐλπίζετε ἀπολαβεῖν· καὶ ἀλλαχοῦ ἐν παραβολῇ τὸν σκληρὸν οἰκέτην πικρῶς κολάζουσα, ὃς τῷ ὁμοδούλῳ προσκυνοῦντι οὐκ ἐπεκλάσθη οὐδὲ ἀφῆκεν ἑκατὸν δηναρίων εὐτελὲς χρέος αὐτὸς τῶν μυρίων ταλάντων λαβὼν τὴν συγχώρησιν. ὁ δὲ σωτὴρ ἡμῶν καὶ τῆς εὐσεβείας διδάσκαλος εὐχῆς κανόνα καὶ τύπον ἀπέριττον τοῖς μαθηταῖς εἰσηγούμενος, ἓν καὶ τοῦτο τοῖς τῆς ἱκεσίας λόγοις ἐνέθηκεν ὡς μάλιστα δεῖν καὶ πρῶτον ἀρκοῦν δυσωπῆσαι θεόν· Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν. πῶς οὖν προσεύξῃ, ὁ τοκογλύφος; μετὰ ποίου συνειδότος αἴτημα ἀγαθὸν ζητήσεις παρὰ θεοῦ ὁ πάντα λαμβάνων καὶ μὴ μαθὼν τὸ διδόναι; ἢ οὐκ οἶδας, ὅτι ἡ προσευχή σου ὑπόμνησις μισανθρωπίας ἐστίν; τί συνεχώρησας καὶ συγγνώμην αἰτεῖς; τίνα ἠλέησας καὶ καλεῖς τὸν ἐλεήμονα;

ἂν δὲ καὶ δῷς ἐλεημοσύνην ποτέ, πόθεν δίδως; οὐκ ἀπὸ τῆς πικρᾶς σου καὶ μισανθρώπου φορολογίας; οὐκ ἀπὸ συμφορῶν ἀλλοτρίων δακρύων γέμοντα καὶ στεναγμῶν; εἰ ἐγνώριζεν ὁ πένης, πόθεν ὀρέγεις τὴν ἐλεημοσύνην, οὐκ ἂν ἐδέξατο ὡς ἀδελφικῶν σαρκῶν γεύεσθαι μέλλων καὶ αἵματος τῶν οἰκείων, εἶπε δ᾽ ἂν πρός σε λόγον γέμοντα σώφρονος παρρησίας· μή με θρέψῃς, ἄνθρωπε, ἀπὸ δακρύων ἀδελφικῶν, μὴ δῷς ἄρτον πένητι γενόμενον ἀπὸ στεναγμοῦ τῶν συμπτώχων. ἀνάλυσον πρὸς τὸν ὁμόφυλον, ὃ κακῶς ἀπῄτησας, κἀγὼ ὁμολογήσω τὴν χάριν. τί ὠφελεῖς πολλοὺς πτωχοὺς ποιῶν καὶ ἕνα παραμυθούμενος; εἰ μὴ πλῆθος ἦν τοκιστῶν, οὐκ ἂν ἦν τὸ πλῆθος τῶν πενομένων. λῦσόν σου τὴν φατρίαν, καὶ πάντες ἕξομεν τὴν αὐτάρκειαν. πάντες τῶν τοκιστῶν κατηγοροῦσι, καὶ οὔκ ἐστι τοῦ κακοῦ θεραπεία νόμος προφῆται εὐαγγελισταί. οἷα γοῦν ὁ θεσπέσιος Ἀμὼς λέγει· Ἀκούσατε, οἱ ἐκτρίβοντες εἰς τὸ πρωὶ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἐπὶ τῆς γῆς, οἱ λέγοντες· πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν; οὐδὲ γὰρ πατέρες οὕτω χαίρουσιν ἐπὶ τῇ γεννήσει τῶν παίδων ὡς οἱ τοκίζοντες εὐφφαίνονται τῶν μηνῶν πληρουμένων.

Καλοῦσι δὲ τὴν ἁμαρτίαν σεμνοῖς ὀνόμασι φιλάνθρωπον τὸ λῆμμα προσαγρεύοντες κατὰ μίμησιν Ἑλλήνων, οἳ δαίμονάς τινας μισανθρώπους καὶ φονώσας ἀντὶ τῆς ἀληθοῦς κλήσεως Εὐμενίδας προσαγορεύουσι. φιλάνθρωπός γε· οὐ γὰρ ἡ τοῦ τόκου εἰσφορὰ οἴκους ἐκτρίβουσα, πλούτους δαπανῶσα, τοὺς εὖ γεγονότας χεῖρον ζῆν τῶν δούλων παρασκευάζουσα, πρὸς ὀλίγον τέρπουσα ἐν ἀρχαῖς καὶ πικρὸν τὸν εἰς ὕστερον βίον παρασκευάζουσα. ὡς γὰρ τὰ πτηνὰ τὰ παρὰ τῶν ὀρνιθευτῶν ἐπιβουλευόμενα ἥδεται ῥαινομένων τῶν σπερμάτων αὐτοῖς καὶ φίλην ποιεῖται καὶ συνήθη διαγωγὴν τὴν ἐν ἐκείνοις τοῖς τόποις, ἐν οἷς δαψιλὴς αὐτοῖς ἡ τροφὴ γίνεται, μικρὸν δὲ ὕστερον ἐνσχεθέντα τοῖς θηράτροις διόλλυται, οὕτως οἱ τὰ ἔντοκα τῶν δανεισμάτων λαμβάνοντες ὀλίγον εὐπορήσαντες χρόνον ὕστερον αὐτῆς τῆς πατρικῆς ἑστίας ἐκπίπτουσιν.

ἔλεος δὲ † ἐξοικεῖ τὰς τῶν μιαρῶν καὶ φιλαργύρων ψυχάς, καὶ βλέποντες αὐτὴν τὴν οἰκίαν τοῦ ὀφείλοντος ὤνιον προκειμένην οὐκ ἐπικλῶνται, ἀλλὰ καὶ μᾶλλον τὴν πρᾶσιν κατεπείγουσι, ἵνα θᾶττον τὸ χρυσίον ὑποδεξάμενοι ἄλλον ἄθλιον δανείσματι καταδήσωσι κατὰ τοὺς σπουδαίους καὶ ἀπλήστους τῶν θηρευτῶν, οἳ μίαν κοιλάδα τοῖς δικτύοις κυκλώσαντες καὶ πάντα τὰ ἐν αὐτῇ σαγηνεύσαντες θηρία πάλιν ἐπὶ τὴν γείτονα φάραγγα μεθιστῶσι τὰς στάλικας καὶ ἀπ᾽ ἐκείνης ἐπὶ τὴν ἄλλην καὶ μέχρι τοσούτου, μέχρις ἂν τὰ ὄρη τῶν θηρευμάτων κενώσωσι. ποίοις οὖν ὀφθαλμοῖς ὁ τοιοῦτος ἀναβλέπεις εἰς οὐρανόν; πῶς δὲ αἰτεῖς ἄφεσιν ἁμαρτήματος; ἢ τάχα ὑπ᾽ ἀναισθησίας καὶ τοῦτο λέγεις εὐχόμενος, ὅπερ ἐδίδαξεν ὁ σωτήρ· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν; ὢ πόσοι διὰ τόκον ἀγχόνης ἥψαντο καὶ ῥεύμασι ποταμῶν ἑαυτοὺς ἐξέδωκαν καὶ κουφότερον ἔκριναν τοῦ δανειστοῦ τὸν θάνατον, ἀφῆκαν δὲ παῖδας ὀρφανοὺς κακὴν μητρυιὰν ἔχοντας τὴν πενίαν.

οἱ δὲ χρηστοὶ τοκογλύφοι οὐδὲ τότε τῆς ἐρήμου φείδονται οἰκίας, ἀλλ᾽ ἕλκουσι τοὺς κληρονόμους τάχα τὴν σχοῖνον μόνην τοῦ βρόχου κληρονομήσαντας καὶ χρυσίον ἀπαιτοῦσι τοὺς τὸν ἄρτον ἐξ ἐράνου ποριζομένους· ὀνειδιζόμενοι δέ, ὡς εἰκός, ἐπὶ τῷ θανάτῳ τοῦ χρεωστοῦ καί τινων πρὸς δυσωπίαν μεμνημένων τοῦ βρόχου οὐδὲ ἐγκαλύπτονται πρὸς τὸ δρᾶμα οὔτε πλήττονται τὴν ψυχήν, ἀπὸ πικρᾶς δὲ γνώμης λόγους λέγουσιν ἀναιδεῖς· καὶ ἠθῶν ἀδίκημα τοῦτο ἡμέτερον, εἰ ὁ κακοδαίμων καὶ ἀγνώμων ἐκεῖνος μοχθηρᾶς γενέσεως λαχὼν τῇ ἀνάγκῃ τῆς εἱμαρμένης πρὸς τὸν βίαιον ἤχθη θάνατον; καὶ γὰρ καὶ φιλοσοφοῦσιν οἱ τοκογλύφοι καὶ τῶν μαθηματικῶν Αἰγυπτίων γίνονται μαθηταί, ὅταν δεήσῃ ὑπὲρ τῶν ἐναγῶν αὐτῶν πράξεων καὶ τῶν φόνων ἀπολογήσασθαι. λεκτέον οὖν πρὸς ἕνα τῶν τοιούτων· σὺ ἡ μοχθηρὰ γένεσις, σὺ ἡ κακὴ τῶν ἀστέρων ἀνάγκη· εἰ γὰρ ἐπεκούφισας τὴν φροντίδα καὶ μέρος μὲν ἀφῆκας τοῦ χρέους, μέρος δὲ ἐκομίσω μετὰ ἀνέσεως, οὐκ ἂν τὴν ἐπίμοχθον ζωὴν ἐμίσησεν οὐδ᾽ ἂν αὐτὸς ἑαυτοῦ ἐγένετο δήμιος. ἆρα ποίοις ὀφθαλμοῖς κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως ὄψει τὸν φονευθέντα; ἥξετε γὰρ ἀμφότεροι πρὸς τὸ τοῦ Χριστοῦ βῆμα, ἔνθα οὐ τόκοι ψηφίζονται, ἀλλὰ βίοι κρίνονται.