Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς βραδύνοντας εἰς τὸ βάπτισμα

Γρηγόριος ὁ Νύσσης

Αναίρεση της πρόφασης για τον φόβο μεταβαπτισματικών αμαρτιών

Αντιμετώπιση του επιχειρήματος εκείνων που καθυστερούν το βάπτισμα από φόβο μεταγενέστερης πτώσης, ελέγχοντας την υποκρισία και την προσκόλλησή τους στα πάθη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

Ἀλλὰ δέδοικα, φησὶ, τὸ τῆς φύσεως ἡμῶν εἰς ἁμαρτίαν εὔκολον, καὶ διὰ τοῦτο πρὸς τὴν χάριν τῆς παλιγγενεσίας βραδύνω. Εὐπρόσωπον μέν σου τῆς δειλίας τὸ πρόσχημα, καὶ καλῶς σαυτὸν κατασχηματίζεις τῷ τῆς εὐλαβείας πλάσματι· ἀλλά σοι σύντομος ἐρώτησις προσαχθεῖσα ἀρκέσει προγυμνῶσαι τὴν σκηνὴν εὐκόλως. Ἐπεὶ γὰρ, ὁ δεδοικέναι λέγων τὴν ἁμαρτίαν, κατηχούμενος ὑπάρχεις, τίνα ἄρα ζῇς βίον ἀκατηγόρητον, ἢ τὸν ἀναμάρτητον, ἢ τὸν ἐν ἁμαρτίαις;

Εἰ μὲν γὰρ τὸν ἀναμάρτητον, τί δειλιᾷς τὸ βάπτισμα, καὶ πρὸ ἐκείνου τηρῶν τὴν νομοθετημένην ἀκρίβειαν; Εἰ δέ σοι ἀκάθαρτος καὶ ἀφύλακτος ἡ ζωὴ βραδύνων ἐν ἀνομίαις, καὶ τῇ μακρᾷ συνηθείᾳ ἕξιν κτώμενος τοῦ κακοῦ, πρόδηλον ὅτι τὴν ἐσχάτην ἀναμένεις ἀναπνοήν· ἵνα τῷ βαπτίσματι παραληφθέντι κατὰ τὴν τελευταίαν ὥραν συντελεσθῇ ἡ ζωή. Τοῦτο δέ ἐστι καινὴ καὶ παράδοξος ἐμπορία, οὐ χρυσοῦ καὶ ἐσθῆτος, ἀλλὰ πλήθους ἀνομιῶν καπηλεία περίεργος τῆς κατὰ ψυχὴν καθάρσεως. Καὶ καθάπερ οἱ χοῖροι πηλὸν ἐκ πηλοῦ μετέρχονται, καὶ τὸν βόρβορον ἔχουσιν αὑτοῖς ἐνδιαίτημα· οὕτως οἱ ταῖς ἀκαθαρσίαις συζῶντες συνάπτουσιν ἐπαλλήλους τὰς ἀνομίας. Ἢ γὰρ τῇ πορνείᾳ μολύνονται, ἢ τὴν δυσώνυμον μοιχείαν τεχνάζουσιν, ἢ τὴν μέθην ἀσκοῦσι τὸ τῶν πονηρῶν ἐπιθυμιῶν ὑπέκκαυμα, ἢ τὰς ἀδελφὰς τούτων καὶ συγγενεῖς ἁμαρτίας ἐπιτηδεύουσι. Φοβοῦνται δὲ τὸ βάπτισμα, ὡς τῶν ἡδονῶν κώλυμα, καὶ τῶν μιαρῶν ἀπολαύσεων ἀποχήν. Ὅταν οὖν λέγει ὁ προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, ὅτι Φοβοῦμαι, πρόδηλός ἐστιν οὐ τὴν ἁμαρτίαν εὐλαβούμενος, ἀλλὰ μακρὰν αὐτῷ γενέσθαι βουλόμενος, τὴν ἐν ταῖς ἁμαρτίαις ἀναστροφήν.

Οἱ δὲ ταύτην ἔχοντες ἐν τῷ βάθει τὴν πονηρὰν γνώμην, πρῶτον μὲν οὐδὲ ἀξιοῦνται τῆς χάριτος· ἀλλὰ ταῖς κεναῖς ἐλπίσιν ἑαυτοὺς ἀποβουκολοῦντες ἀδοκήτως ἀπάγονται, ἀψοφητὶ καὶ ἀθρόον ὡς ἐπιβούλου κλέπτου τοῦ θανάτου καταλαμβάνοντος.