Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς βραδύνοντας εἰς τὸ βάπτισμα

Γρηγόριος ὁ Νύσσης

Η εσχατολογική προοπτική, ο αγώνας των αρετών και η τελική κρίση

Περιγραφή της μέλλουσας κατάστασης των ψυχών και της αναγκαιότητας των έργων αγάπης μετά τη φώτιση. Το κείμενο ολοκληρώνεται με την προβολή του παραδείγματος των αγίων και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 4

Ἀλλὰ καὶ πλεονάσας ὁ Θεὸς τὴν οἰκείαν μακροθυμίαν καὶ ἀγαθότητα, καταξιώσας τῶν μυστηρίων τὸν φιλαμάρτητον ἐπὶ τῆς ἐσχάτης ἡμέρας, οὐκ ἔστιν αὐτοῖς τοσοῦτον τῆς πραγματείας τὸ κέρδος, ὅσον νομίζουσιν. Οἴονται γὰρ εὐθὺς μὲν ὑπανοιχθήσεσθαι τὴν βασιλείαν αὐτοῖς· λήψεσθαι δέ τινα χῶρον ἀγαθῶν γέμοντα θαυμαστῶν, καὶ τῶν ἴσων ἀξιωθήσεσθαι τοῖς δικαίοις τιμῶν. Τὸ δὲ κενή τίς ἐστιν ἐλπὶς, δόξῃ ψευδεῖ τὴν ψυχὴν γοητεύουσα. Ὡς γὰρ ἐμοὶ φαίνεται, τριχῆ τὰ τῶν ἀνθρώπων διαιρεθήσεται ἐπὶ τῆς προσδοκωμένης ζωῆς, ὡς γενικώτερον τέως χωρὶς ὑπομερισμῶν διελθεῖν. Καὶ τὸ μὲν πρῶτόν ἐστι τάγμα τῶν ἐπαινετῶν καὶ δικαίων· δεύτερον, τῶν οὔτε τιμωμένων, οὔτε κολαζομένων· τρίτον τῶν διδόντων δίκας ὑπὲρ ὧν ἐπλημμέλησαν.

Ποῦ τοίνυν τάξομεν τοὺς ἐντάφιον λαβόντας τοῦ λουτροῦ τὴν εὐεργεσίαν; Ἢ πρόδηλον, ὡς ἐν τοῖς δευτέροις, καὶ τοῦτο μετὰ συγγνώμης, ἵνα κατὰ τὴν οἰκείαν τοῦ Θεοῦ φιλανθρωπίαν κληροδοτήσωμεν. Ὁ γὰρ ὄκνῳ προδοὺς τὰ τῆς ἀρετῆς κατορθώματα, οὐκ ἐλεύθερος ζημίας καὶ καταγνώσεως, εἴ γε τὸ ἐθελοκακεῖν ὑπὸ κατηγορίαν ἄγεται, καὶ τὸ μισεῖν τὰ καλὰ πρόδηλον ἔχει τῆς πονηρίας τὸν ἔλεγχον. Τί τοίνυν μέγα κερδανεῖς ἔξω πίπτων τῆς βασιλείας, καὶ τῶν ἐπαγγελιῶν ἐκείνων, ἃς ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν; Οὐ κολάζομαι, φησὶν, οὐδὲ φοβοῦμαι τὰς ἀπειλάς· ἀρκοῦμαι δὲ τῷ μὴ παθεῖν τι δεινὸν, μήτε ὡς κατορθώσας τι γενναῖον ἀποδειχθῆναι. Ἀνδραπόδου πονηροῦ ἡ προαίρεσις· μύλωνος ἀξίου καὶ δεσμοῦ καὶ μαστίγων, ἐκδῦναι μόνον τὰς τιμωρίας σπουδάζοντος· ἐλευθερίου δὲ δόξης καὶ τῶν ἐκ λαμπρότητος τιμῶν, οὐδὲ κατὰ μικρὸν ἀντιποιουμένου.

Ἐχθρὰ πάντων αὐτὴ τῶν ἁγίων φωνὴ, ἐναντία τῶν ἀπ᾽ αἰῶνος ὁσίων. Ἐκεῖνοι γὰρ ἅπαντες τοὺς ὑπὲρ παῤῥησίας κινδύνους ἠγάπησαν, καὶ παρεῖχον τοῖς βουλομένοις τέμνειν καὶ φονεύειν ποικίλως τὸ σῶμα, καὶ πρὸς οὐδένα ὠδινόντων ἐμαλακίσθησαν ἆθλον, τοῦ αἵματος καὶ τῶν ἀνδραγαθημάτων, τὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν προσδοκῶντες τιμήν. Δι᾽ ἐκείνων Ἀβραὰμ τὸν υἱὸν προσταχθεὶς ἔθυσε· καὶ Μωϋσῆς ἐνεμόχθει τοῖς δεινοῖς τῆς ἐρήμου· καὶ Ἠλίας τὸν ἔρημον ἔζη βίον καὶ ἀθεράπευτον· καὶ πάντες προφῆται διῆγον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, θλιβόμενοι, κακουχούμενοι. Ὑπὲρ ἐκείνης εὐαγγελισταὶ τὰ ὑπὲρ τοῦ Εὐαγγελίου ἔπασχον στίγματα, καὶ μάρτυρες ταῖς κολάσεσι ταῖς παρὰ τῶν τυράννων ἐνηγωνίσαντο, καὶ πᾶς, εἴ τις ἀληθῶς λογικὸς καὶ εἰκὼν τοῦ Θεοῦ, καὶ συγγένειαν ἔχων πρὸς τὰ ὑψηλὰ καὶ οὐράνια, οὐδὲ εἶναι βούλεται οὐδὲ συνεγερθῆναι τοῖς ἀναβιωσομένοις ἀνθρώποις· εἰ μὴ μέλλοι ἐπαινεῖσθαι παρὰ τοῦ Θεοῦ ὡς ἀγαθὸς δοῦλος, καί τινων ἀξιοῦσθαι γερῶν. Ἐπὶ ταύτῃ τῇ προαιρέσει καὶ ὁ Δαβὶδ τῆς ἐλάφου τὴν δίψαν οἰκεῖον ὑπόδειγμα ποιεῖται τῆς ἑαυτοῦ πρὸς Θεὸν ἐπιθυμίας· καὶ ἰδεῖν εὔχεται τὸ πρόσωπον τοῦ Θεοῦ, ἵνα ταῖς νοηταῖς ἐνευφρανθῇ δεξιώσεσι.

Καὶ Παῦλος εὔχεται ἐκδυσάμενος τὴν σάρκα ὡς καὶ βαρὺ καὶ φορτικὸν ἱμάτιον, ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πάντως ἀμφότεροι φανταζόμενοι τὴν μακαρίαν εὐφροσύνην καὶ ἀμετάβλητον. Εἰ δὲ ἐκείνης ἔρως οὐδεὶς, πάντα ἀληθῶς τὰ ἄλλα, κατὰ τὸν Ἐκκλησιαστὴν, ματαιότης ματαιοτήτων.

Φεύγετε τοίνυν, ἄνδρες Χριστιανοὶ, κλήσεως ἐπουρανίου μέτοχοι, πᾶσαν ἔννοιαν τοιαύτην λῃστῶν καὶ κακούργων ἀξίαν, μηδὲ τοῦτο μακαριστὸν ἡγήσησθε τὸ φεύγειν τιμωρίαν, ἀλλ᾽ ἐράσθητε δωρεῶν καὶ στεφάνων· οὓς ὁ Θεὸς τοῖς ἀθληταῖς τῆς δικαιοσύνης ηὐτρέπισεν· ἐπιθυμήσατε βαπτίσματος ἀδόλως· λάβετε τὸ τάλαντον, καὶ πρόσθετε τὴν ἐργασίαν· οὕτως γὰρ κατὰ τὴν παραβολὴν ἡγεμόνες δέκα γενήσεσθε πόλεων. Ὁ δὲ συνταφεὶς τῷ βαπτίσματι, ἔκρυψεν εἰς γῆν τὸ τάλαντον, καὶ πάντως ἐκείνων ἀκούσει τῶν πρὸς τὸν δοῦλον ἀργὸν λεχθέντων καὶ ῥᾴθυμον. Καλῶς ὁ νεοφώτιστος ἂν τῇ πίστει συνάψῃ τὴν ἐντολὴν, ἐπὶ πλεῖον οὐδὲν ἔχει τοῦ ἀνεγκλήτου. Δεσμώτης ἐτύγχανεν μυρίοις ἐγκλήμασιν ὑπεύθυνος, δεδοικὼς τὸ κριτήριον, τρέμων τῶν εὐθυνῶν τὸν καιρόν.

Ἦλθεν ἀθρόον βασιλέως φιλανθρωπία, ἤνοιξε τὸ δεσμωτήριον, ἀφῆκε τοὺς πονηρούς. Ὁ μὲν δοὺς τὴν χάριν, ὑμνείσθω καὶ προσκυνείσθω, ὡς ἀγαθότητος περιουσίᾳ σώσας τοὺς τὴν ζωὴν οὐκ ἐλπίζοντας· ὁ δὲ γνωριζέτω ἑαυτὸν, ἐν ταπεινότητι διαγέτω· μὴ ὡς κατορθώσας τι διακείσθω, ἐπειδὴ τῶν δεσμῶν ἐλύθη. Ἄφεσις γὰρ ἐγκλημάτων τὸν ἔλεον προσμαρτυρεῖ τῷ συγχωρήσαντι, οὐ μὴν εὐδοκιμήσειν τῷ ἀφεθέντι. Ὁ λαβὼν τὸ τῆς παλιγγενεσίας λουτρὸν, ὅμοιος στρατιώτῃ νέῳ ὑπόγυιον ἐναριθμηθέντι τοῖς ὁπλιτικοῖς καταλόγοις, μηδέπω δὲ μηδὲν ἐπιδεδειγμένῳ στρατιωτικὸν ἢ γενναῖον. Ὥσπερ οὖν ἐκεῖνος ἀνελόμενος τὴν ζώνην, καὶ τὴν χλανίδα ἐμπορπησάμενος, οὐκ εὐθὺς ἑαυτὸν ἀριστέα νομίζει, οὐδὲ προσιὼν μετὰ παῤῥησίας τῷ βασιλεῖ ὡς γνώριμος διαλέγεται, οὐδὲ χάριτας αἰτεῖ τὰς τῶν καμόντων καὶ πονεσάντων· οὕτως μηδὲ σὺ τυχὼν τῆς χάριτος, οἴου τοῖς δικαίοις συζήσεσθαι, καὶ πρὸς τὸν ἐκείνων ἀχθήσεσθαι κλῆρον, ἂν μὴ πολλοὺς ὑπομείνῃς ὑπὲρ εὐσεβείας κινδύνους, καὶ πολεμήσῃς τῇ σαρκὶ, καὶ μετ᾽ ἐκείνης τῷ διαβόλῳ, καὶ γενναίως ἀντισχῇς πρὸς πάντα τὰ τῶν πονηρῶν πνευμάτων τοξεύματα.

Μᾶλλον δὲ εἰ δοκεῖ αὐτὴν τὴν τοῦ Κυρίου φωνὴν τὴν μέλλουσαν ἐπὶ τῆς κοινῆς ἐκφέρεσθαι κρίσεως, λάβωμεν τοῦ προκειμένου διδάσκαλον. Τί γάρ φησι; «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.» Διὰ τί;

Οὐχ ὅτι τὸ ἱμάτιον ἐνεδύσασθε τῆς ἀφθαρσίας, οὐδὲ ὅτι τὰς ἁμαρτίας ὑμῶν ἀπελούσασθε, ἀλλ᾽ ἐπειδὴ κατωρθώσατε τὴν ἀγάπην. Καὶ εὐθὺς ὁ κατάλογος ὑποτέτακται τῶν τραφέντων, τῶν ποτισθέντων, τῶν ἐνδυθέντων. Καὶ εἰκότως ὁ ἀπαραλόγιστος κριτὴς οὕτως δικάζει. Ἡ χάρις μὲν γὰρ τοῦ Δεσπότου δῶρον· ἡ δὲ πολιτεία, τοῦ τιμηθέντος κατόρθωμα. Χάριτος δὲ ἧς ἔλαβεν οὐδεὶς μισθὸν ἀπαιτεῖ, ἀλλὰ τὸ ἐναντίον ὀφείλει. Καὶ διὰ τοῦτο, ὅταν τῷ βαπτίσματι φωτισθῶμεν, χρεωστοῦμεν τῷ εὐεργέτῃ τὴν εὔνοιαν. Εὔνοια δὲ ἡμετέρα πρὸς Θεὸν ἡ περὶ τοὺς ὁμοδούλους εὐγνωμοσύνη, ἡ σωτηρία ἡμῶν αὐτῶν, καὶ ἡ τῆς ἀρετῆς ἐπιμέλεια. Ἀπόθεσθε τοίνυν τὴν ματαίαν γνώμην, οἱ ἐντάφιον τηροῦντες τὸ βάπτισμα, εἰδότες, ὡς ἡ πίστις τὴν ἀδελφὴν ἑαυτῆς, τὴν ἀγαθὴν πολιτείαν ἐπιζητεῖ· ἧς ἀξιωθείημεν ἀγαθῇ προαιρέσει καὶ βοηθείᾳ Θεοῦ, ᾧ πρέπει προσκύνησις νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.