Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς βραδύνοντας εἰς τὸ βάπτισμα

Γρηγόριος ὁ Νύσσης

Η ιαματική δωρεά του βαπτίσματος και οι βιβλικές προεικονίσεις

Εισαγωγή στο πνευματικό ιατήριο του βαπτίσματος, ανάδειξη της αβεβαιότητας του επίγειου βίου και τυπολογική ερμηνεία του μυστηρίου μέσω της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΓΡΗΓΟΡΙΟΥ ΠΡΟΣ ΤΟΥΣ ΒΡΑΔΥΝΟΝΤΑΣ ΕΙΣ ΤΟ ΒΑΠΤΙΣΜΑ. Οἱ τῆς οἰκουμένης ταύτης βασιλεῖς, ἡνίκα ἂν νόμους συγγράψωσι τοὺς τῶν ἀνθρώπων βίους καλῶς κανονίζοντας, τοῖς ἄρχουσιν αὐτοὺς ἐγχειρίζοντες, δι᾽ ἐκείνων κελεύουσι τοῖς ὑπηκόοις δημοσιεύεσθαι, ἵν᾽ οὕτως ἀπαράβατα τὰ προστεταγμένα φυλάττοιτο.

Ἔδωκε δὲ ὁ μέγας Θεὸς νόμους τοῖς τῶν Ἐκκλησιῶν ἡγεμόσιν, οὓς καθ᾽ ἕκαστον ἐνιαυτὸν ἐν τοῖς καθήκουσι χρόνοις προφέροντες, ὑπαναγινώσκομεν ὑμῖν, καὶ τηρεῖν εἰς δύναμιν τὰ γεγραμμένα κελεύομεν. Ἰδοὺ τοίνυν ὁ τῶν ὅλων ἀγαθὸς οἰκονόμος, ὁ τοὺς ἐνιαυτοὺς ἀνακυκλῶν καὶ κυβερνῶν τὴν τῶν χρόνων περίοδον, ἤγαγεν ἡμέραν σωτήριον, καθ᾽ ἣν σύνηθες ἡμῖν καλεῖν εἰς υἱοθεσίαν τοὺς ξένους, εἰς χάριτος μετουσίαν τοὺς πενομένους, εἰς κάθαρσιν ἁμαρτιῶν τοὺς ἐῤῥυπωμένους τοῖς πλημμελήμασι. Καὶ τοῦτό ἐστι τὸ ἀρχαῖον ἐκεῖνο κήρυγμα, τὸ προλαβὸν ὀλίγον τοῦ Σωτῆρος τὴν ἐπιφάνειαν· «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Εἰ δὲ μήτε Ἰωάννης, μήτε Δαβὶδ ἐγὼ, ἀλλὰ ἡ ταπεινότης τοῦ ὑπηρέτου μὴ βλαπτέτω τοῦ Δεσποτικοῦ νόμου τὴν δύναμιν.

Οὔτε γὰρ τοὺς γραμματέας τῶν νόμων αἰδούμενοι τοῖς διηγορευμένοις πειθόμεθα· ἀλλὰ δεδοικότες τοῦ Νομοθέτου τὴν ἐξουσίαν, ὑποκύπτομεν τοῖς προστάγμασιν. Ἦλθε χάρις βασιλικὴ δυσὶ τάγμασι θλιβομένοις χαριζομένη τὴν ἄνεσιν· τοῖς δεσμώταις λύσιν, τοῖς ὀφειλέταις συγχώρησιν. Καὶ διὰ τοῦτο κἀγὼ ἀμφοτέροις τοῖς τάγμασιν, τὰ κατάλληλα ἰατρεῖα ἀνοίγω· καὶ μετὰ πολλῆς πεποιθήσεως ὑπισχνοῦμαι τὴν ἐκ τῆς ἐπιμελείας βοήθειαν.

Ἵνα δὲ μὴ νομίσῃ τις πολυδάπανον τὴν θεραπείαν, αὐτὰ προλέγω τὰ φάρμακα οἷς ἐξιῶμαι τοὺς κάμνοντας. Τοῖς μὲν γὰρ δι᾽ ὕδατος καὶ λουτροῦ ἐγγυῶμαι τὴν ὑγείαν, τῶν δὲ δι᾽ ὀλίγων δακρύων ἐξαλείφω τὴν νόσον. Ἁπλῆ γὰρ ἡ μεταχείρησις, καὶ θεόπεμπτος ἡ δωρεὰ, καὶ μεγάλη ἀληθῶς ἡ ἐπιτυχία, χωρὶς καύσεως ἢ τομῆς χρονίων ἀπαλλαγῆναι τραυμάτων, ἃ κακῶς ἐπάθομεν ἐκ τῶν δηγμάτων τοῦ ὄφεως. Ἔλθετε οὖν, οἱ κεκακωμένοι, πρὸς τὴν ἑαυτῶν ἐπιμέλειαν, καὶ μὴ ῥᾳθυμίᾳ δότε τὸ πρᾶγμα. Νόσος γὰρ παλαιωθεῖσα καὶ ἐγχρονίσασα, τέχνης θεραπείας γίνεται κρείττων. Οἱ πένητες καὶ ἐνδεεῖς, σπεύσατε πρὸς τὴν διανομὴν τῶν βασιλικῶν χαρισμάτων· τὰ πρόβατα, πρὸς τὴν σφραγῖδα καὶ τὸ σημεῖον τοῦ σταυροῦ τὸ τῶν κακῶν ἀλεξητήριον. Δότε μοι τὰ ὀνόματα, ἵνα ἐγὼ μὲν αὐτὰ ταῖς αἰσθηταῖς ἐγχαράξω βίβλοις, καὶ γράψω τῷ μέλανι· Θεὸς δὲ ταῖς ἀφθάρτοις πλαξὶν ἐνσημήνηται, δακτύλῳ γράψας ἰδίῳ, ὥς ποτε τοῖς Ἑβραίοις τὸν νόμον. «Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Λούσασθε, ἀφέλεσθε τὰς ἁμαρτίας ὑμῶν.» Ταῦτα ἐγράφη πρὸ πολλοῦ· οὐκ ἐπαλαιώθη δὲ τῶν γραμμάτων ἡ δύναμις, ἀλλ᾽ ἀκμάζει καὶ καθ᾽ ἡμέραν ἰσχύει. Ἐξέλθετε τοῦ δεσμωτηρίου, παρακαλῶ. Μισήσατε τὰ τῆς ἁμαρτίας σκοτεινὰ οἰκητήρια. Φεύγετε τὸν διάβολον, ὡς πικρὸν δεσμοφύλακα, ἐκ τῆς συμφορᾶς τῶν ἁμαρτωλῶν τρεφόμενον καὶ κερδαίνοντα.

Ὡς γὰρ Θεὸς εὐφραίνεται ταῖς δικαιοσύναις ἡμῶν, οὕτως ἐφήδεται τοῖς παραπτώμασιν ὁ τῆς ἁμαρτίας αἴτιος. Ἔξω τοῦ παραδείσου τυγχάνεις, ὁ κατηχούμενος, κοινωνῶν τῆς ἐξορίας τῷ Ἀδὰμ τῷ προπάτορι. Νῦν δέ σοι τῆς θύρας ὑπανοιγομένης, εἴσελθε ὅθεν ἐξῆλθες, καὶ μὴ βραδύνῃς, μήπου θάνατος παρεμπεσὼν ἀποφράξῃ τὴν εἴσοδον. Ἡ κεφαλὴ λοιπὸν λευκαίνεται, τοῦ βίου τὸ θέρος ἐγγὺς, τάχα ἀκονᾶται καθ᾽ ἡμῶν ἡ δρεπάνη, καὶ δέδοικα, μὴ καθευδόντων ἡμῶν καὶ ἐνασχολουμένων ταῖς ματαίαις ματαιότησιν, ἀθρόον ἐπιστῇ φοβερὸς ὁ τέμνων. Ἀλλ᾽ ἐρεῖς ὁ νέος· Οὐδέπω γεγήρακα. Μὴ τοίνυν ἀπατηθήσῃ· θάνατος γὰρ προθεσμίαις ἡλικιῶν οὐχ ὁρίζεται, οὐδὲ φοβεῖται τοὺς ἐν ἀκμῇ, κατὰ δὲ γερόντων μόνον ἔχει τὸ κράτος.

Καὶ τούτου μάθε τὴν καθημερινὴν πεῖραν διδάσκαλον. Ὁρᾷς γὰρ τὴν κλίνην τῆς ἐκφορᾶς, ὅπως ἀνωμάλως, καὶ ὡς ἔτυχε, πᾶσαν ἡλικίαν ἐξάγει, σήμερον τὸν πρεσβύτην, αὔριον τὸ ἀνθοῦν καὶ χαρίεν μειράκιον, μετ᾽ ὀλίγον τὸν αὐξανόμενον τοῦ ἰούλου, πάλιν τὸν ῥωμαλέον, καὶ ἀκμάζοντα, αὖθις τὴν γραῦν, ὁμοῦ τὴν κόρην. Ταῦτα ὁρῶντες, τὴν ἀδηλίαν ἀσφαλισώμεθα· Οὐ γάρ ἐστιν ἐργῶδες, ἵνα ἀσκὸς κενωθῇ τοῦ πνεύματος, μικρὸν ὑπανοιγέντος τοῦ στόματος, οὐδὲ δύσκολον ἄνθρωπον ἐν ἀκαρεῖ τὴν ψυχὴν προέσθαι.

Ὁρῶ ὅταν ποτὲ σεισμὸς ἐπιγένηται τῷ βίῳ, ἢ λιμὸς, ἢ πολεμίων καταδρομὴ, πάντας ἐπειγμένως ἐπὶ τὸ βαπτιστήριον σπεύδοντας, ἵνα μὴ κενοὶ τῆς χάριτος ἐξ ἀνθρώπων ἀπέλθωσιν. Τί οὖν; τὰ ἄλλα τὰ ποικίλα πάθη καὶ ἀπροσδόκητα οὐκ ἰσοδυναμεῖ τοῖς κακοῖς ἐκείνοις; Ἀποπληξίαι, παρακοπαὶ, πνίξεις ἀδόκητοι, πνευμάτων ἐνστάσεις, καὶ τὰ τούτων ἀκόλουθα; Οὐ βλέπομεν τοὺς ἐν τῷ τρέχειν πίπτοντας, ἐσθίοντας καὶ τελείως τῆς τροφῆς παυομένους, καθεύδοντας καὶ λανθανόντως τῷ ἀδελφῷ τοῦ ὕπνου τῷ θανάτῳ προσαγομένους; Ἀσφάλισαι τὸ ἀστάθμητον καὶ ἄδηλον τοῦ βίου. Μὴ ἐμπορεύου τὴν χάριν, ἵνα μὴ ἐκπέσῃς τῆς δωρεᾶς. Τοσαῦτα χρεώστησον, ὅσα δυνατὸν καὶ συγχωρηθῆναι, ὅσα καὶ τὴν φιλανθρωπίαν τοῦ βασιλέως οὐκ ἀποκλείσει. Καὶ γὰρ οἱ τῆς γῆς ἄρχοντες ὅταν τινὰ λάβωσιν ὑπεράγαν σπαθήσαντα τὰ δημόσια, καὶ τῶν βασιλικῶν χρημάτων ὑπὲρ κόρον κατατρυφήσαντα, τῆς μὲν ἀποδόσεως ἀπογινώσκουσι· κολάζουσι δὲ πικρῶς, ἀντὶ τῶν χρημάτων ταῖς τιμωρίαις ἀρκούμενοι. Πολλοὺς χρόνους ἐχαρίσω τῇ ἡδονῇ δὸς καὶ τῇ φιλοσοφίᾳ σχολήν. Ἀπόδυσαι τὸν παλαιὸν ἄνθρωπον, ὡς ἱμάτιον ῥυπαρὸν, τὸ αἰσχρὸν, τὸ γέμον αἰσχύνης τὸ ἐκ τοῦ πλήθους τῶν ἁμαρτιῶν πολυκόλλητον, τοῖς οἰκτροῖς ῥακίοις περικεκεντημένον τῆς ἀνομίας.

Δέξαι δὲ τὸ τῆς ἀφθαρσίας ἔνδυμα, ὅπερ ὁ Χριστός σοι διαπλώσας προτείνεται, καὶ μὴ ἀπώσῃ τὴν δωρεὰν, ἵνα μὴ ὑβρίσῃς τὸν δωρησάμενον.

Ἐπὶ μακρὸν ἐνεκυλίσω τῷ βορβόρῳ· σπεῦσον, ἄνθρωπε, ἐπὶ τὸν ἐμὸν Ἰορδάνην, οὐκ Ἰωάννου καλοῦντος, ἀλλὰ Χριστοῦ προτρέποντος. Ὁ γὰρ τῆς χάριτος ποταμὸς ῥεῖ πανταχοῦ, οὐκ ἐν τῇ Παλαιστίνῃ τὰς πηγὰς ἔχων, καὶ εἰς τὴν γείτονα καλυπτόμενος θάλασσαν, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην κυκλῶν, καὶ εἰσβάλλων εἰς τὸν παράδεισον· ἀντιπρόσωπος ῥέων τῶν τεσσάρων τῶν ἐκεῖθεν ἀποῤῥεόντων, καὶ πολὺ τιμιώτερα εἰσάγων εἰς τὸν παράδεισον τῶν ἐκεῖθεν ἐκφερομένων. Οἱ μὲν γὰρ φέρουσιν ἀρώματα, γεωργίαν, καὶ βλάστημα γῆς. Ὁ δὲ ἀνθρώπους εἰσφέρει γεννήματα πνεύματος. Ὅπου δ᾽ ἂν ἑλκύσῃς, ἐκεῖ μεταῤῥεῖ, πρὸς πᾶσαν τὴν οἰκουμένην ἐξοχετεύεται, καὶ οὐ δαπανᾷ ἐν τοῖς μεριζομένοις τὸ ῥεῖθρον.

Πηγὴν γὰρ ἔχει πλουσίαν τὸν Χριστὸν, καὶ ἀπ᾽ ἐκείνου ῥέων, σύμπαντα πελαγίζει τὸν κόσμον, Γλυκὺς οὗτος καὶ πότιμος, οὐδὲν τῆς ἀηδοῦς ἅλμης ἐπισυρόμενος. Ἡδύνεται γὰρ τῇ ἐπιφοιτήσει τοῦ πνεύματος ὡς ἡ Μεῤῥὰ πηγὴ τῇ θήξει τοῦ ξύλου, διαβατὸς τοῖς εὐσεβέσι, τοῖς δὲ βεβήλοις ἀγχιβαθὴς καὶ ἀπρόσιτος. Μίμησαι τὸν Ἰησοῦν τὸν Ναυή. Βάστασον τὸ Εὐαγγέλιον, ὡς ἐκεῖνος τὴν κιβωτόν· ἄφες τὴν ἔρημον, τὴν ἁμαρτίαν· περαιώθητι τὸν Ἰορδάνην· σπεῦσον εἰς τὴν κατὰ Χριστὸν πολιτείαν, εἰς τὴν γῆν τὴν γόνιμον τῶν εὐφραινόντων καρπῶν, τὴν ῥέουσαν, κατὰ τὴν ἐπαγγελίαν, μέλι καὶ γάλα· κατάλυσον τὴν Ἱεριχὼ, τὴν παλαιὰν συνήθειαν, μὴ ἀφῇς αὐτῆς ὀχύρωμα· ἐκ θεμελίων λῦσον τῶν ἁμαρτωλῶν λογισμῶν τὴν μητέρα· ποίησον τοὺς δολεροὺς Γαβαωνίτας οἰκέτας τοῦ Ἰσραὴλ, τουτέστι, δούλους τοὺς πονηροὺς λογισμοὺς τοῦ κατὰ τὸ Εὐαγγέλιον βίου· λιθοβολείσθω ὁ σοφιστὴς καὶ πλεονέκτης Ἄχαρ· ὁ τὴν γλῶσσαν τὴν χρυσῆν ὑφελόμενος.

Οὗτος δέ ἐστιν ἐκεῖνος ὁ τῆς τιμίας ἐντολῆς ἀφανίσας τὴν τήρησιν. Πάντα ἐκεῖνα τύπος ἡμέτερος, πάντα προμηνύματα τῶν νῦν φαινομένων πραγμάτων. Ἀπόλυσον λοιπὸν τοῦ βίου σου τὸν γαστρίμαργον κόρακα· δὸς τῇ περιστερᾷ καιρὸν ἐπιπτῆναί σοι· ἣν πρῶτος Ἰησοῦς τυπικῶς ἐξ οὐρανοῦ κατήγαγε, τὴν ἄδολον, τὴν πραϋτάτην, τὴν πολύγονον· ἥτις ἐπειδὰν εὕρῃ ἄνδρα κεκαθαρμένον ὡς πύριον καλῶς ἠσκημένον, εἰσοικίζεται καὶ ἐπωάζουσα πυροῖ τὴν ψυχὴν, καὶ πολλὰ τίκτει καὶ εὐχαρῆ τὰ ἑαυτῆς τέκνα. Ταῦτα δέ εἰσιν ἀγαθαὶ πράξεις καὶ λόγοι σεμνοὶ, πίστις, εὐσέβεια, δικαιοσύνη, σωφροσύνη, ἁγνεία, καθαρότης. Ταῦτα τέκνα τοῦ πνεύματος, κτήματα δὲ ἡμέτερα. Μέχρι πότε μαθητὴς τῶν πρώτων στοιχείων; Ἄνοιξόν σου τὴν ψυχὴν ὡς δέλτον, καὶ συγχώρησον ἡμῖν ἐγχαράξαι μάθημα τέλειον· μὴ ἀεὶ μετὰ τῶν παίδων ψελλίζου· μὴ νηπιώδης τὴν φρένα.