Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Θεογνωσία

Γρηγόριος ὁ Νύσσης

Το σωτηριώδες έργο του Χριστού: Πάθος, Ανάσταση και ίδρυση της Εκκλησίας

Παράθεση και ερμηνεία προφητειών σχετικά με το σωτήριο Πάθος, την Ανάσταση, την κλήση των εθνών στην Εκκλησία και την επικράτηση της νέας ευαγγελικής διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 7

Περὶ τῶν παθῶν τοῦ Χριστοῦ. Φησὶν ὁ Δαβὶδ ἐκ προσώπου τοῦ Χριστοῦ· Συναγωγὴ πονηρευομένων περιέσχον με. Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου. Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ταῦτα τίνι ἄλλῳ προσαρμόσεις παρὰ τὸν Χριστὸν, περὶ ὧν ἁπάντων συνωδὰ τὸ Εὐαγγέλιον ἱστορεῖ; καὶ διὰ τοῦ Ἡσαΐου δὲ προείρηκε περὶ τῶν τοιούτων ὁ Χριστός· Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.

Καὶ πάλιν Δαβίδ· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Εἰ δὲ περὶ τοῦ ἐν αἰχμαλωσίᾳ λαοῦ ταῦτα νοήσεις, ἐπιστομίσει σε τὸ μηδαμοῦ γεγράφθαι κατ᾽ εἶδος αὐτὰ ταῦτα τούτους παθεῖν, ἕτερα δὲ πολλὰ καὶ χαλεπά. Περὶ δὲ τῆς ἀναιρέσεως αὐτοῦ προείρηκεν Ἡσαΐας· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Ἵνα δὲ γνῷς, ὅτι σωτήριος ἡμῖν αὕτη γεγένηται, φησὶ πάλιν ὁ αὐτὸς, Τῷ μώλωπι αὐτοῦ πάντες ἰάθημεν.

Καὶ ἵνα μάθῃς, ὅτι διὰ τὴν σφαγὴν αὐτοῦ παρεδόθη τὸ γένος τῶν Ἰουδαίων εἰς ἐξολόθρευσιν, προσέθηκε, Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ. Τί γὰρ Ἰουδαίων πονηρότερον ἀνελόντων τὸν τοσαῦτα τούτους εὐεργετήσαντα;

Περὶ τῆς ἀναστάσεως αὐτοῦ. Φησὶν ὁ Δαβὶδ, ὅτι Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθορὰν, τοῦ σώματος δηλονότι. Εἶτα, Ἐγνώρισάς με ὁδοὺς ζωῆς· καὶ Ὠσηὲ δὲ φανερώτερον φησί· Καὶ ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἀναστησόμεθα, καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ, προσώπῳ ταῦτα λέγων τῶν κεκοιμημένων ἁγίων, ὧν τὰ σώματα συνηγέρθησαν τῷ Χριστῷ κατὰ τὴν τριήμερον ἀνάστασιν αὐτοῦ, καὶ ἐνεφανίσθησαν πολλοῖς, ὡς διδάσκει τὸ Εὐαγγέλιον. Φησὶ δὲ καὶ ὁ Ἑβραῖος Ἰώσηπος κατὰ τὸν ὀκτωκαιδέκατον τόμον τῆς Ἀρχαιολογίας αὐτοῦ· Γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς σοφὸς ἄνθρωπος, εἴπερ ἄνδρα αὐτὸν λέγειν χρή. Ἦν γὰρ παραδόξων ἔργων ποιητὴς, διδάσκαλος ἀνθρώπων ἡδονῇ τἀληθῆ δεχομένων καὶ πολλοὺς μὲν τῶν Ἰουδαίων, πολλοὺς δὲ καὶ ἀπὸ τοῦ ἑλληνικοῦ ἐπηγάγετο. Ὁ Χριστὸς οὗτος ἦν, καὶ αὐτὸν ἐνδείξει τῶν παρ᾽ ἡμῖν πρώτων ἀνδρῶν καθήλωσαν Ἰουδαῖοι σταυρῷ, ἐπιτετιμηκότος Πιλάτου. Οὐκ ἐξεπαύσαντο δὲ οἱ τὸ πρῶτον ἀγαπήσαντες τὰ αὐτοῦ καταγγέλλειν. Ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια εἰρηκότων.

Περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας ἐκ τῶν Ἡσαίου. Εὐφράνθητι, ἔρημος διψῶσα. Ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει, καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. Καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου.

Αἰσθητῶς μὲν οὖν οὔτε γέγονεν, οὔτε γενήσεται ταῦτα. Τίς γὰρ ἂν ἕλοιτο τὴν ἔρημον οἰκῆσαι, εἰ μὴ τοὺς Χριστιανοὺς ἐρεῖς μοναχούς; Ἀναγωγικὼς δὲ, καὶ πάνυ. Ἔρημος μὲν γὰρ ἡ ἐξ ἐθνῶν ἐκκλησία τῶν ἀκάρπων πρὶν, καὶ ὄντων οἰκητήριον τῶν νοητῶν θηρίων, ἥτις φλεγομένη τῷ πυρὶ τῶν παθῶν ἐδίψε θεογνωσίας καὶ σωτηρίας. Καὶ τυχοῦσα τοῦ κηρύγματος εὐφραίνεται, καὶ ἀγαλλιᾶται, καὶ ἀνθεῖ τῇ φαιδρότητι, καὶ εὐωδίᾳ τῶν ἀρετῶν. Ἐδόθη δὲ αὐτῇ καὶ ἡ δόξα τοῦ Λιβάνου, τουτέστι τοῦ παλαιοῦ λαοῦ, ὃν καὶ Κάρμηλον ὠνόμασε. Δόξα δὲ τούτου καὶ τιμὴ ἡ εὐσέβεια, καὶ ἡ πρὸς Θεὸν οἰκείωσις, καὶ τὸ ὕψος τῆς δόξης καὶ τοῦ νόμου, καὶ τὸ τῶν θείων ἀντιλήψεων ἀμφιλαφὲς, καὶ τὸ τῶν χαρίτων κατάκομον. Καὶ πάλιν, Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Στεῖρα μὲν γὰρ ἡ δηλωθεῖσα ἐκκλησία, καὶ ἄγονος καρπῶν ἀρετῆς τὸ πρότερον, ὕστερον δὲ τὰ σπέρματα τῆς εὐσεβείας ὑποδεξαμένη πολύπαις ἐγένετο, νικήσασα τῇ πολυπληθείᾳ τὴν Ἰουδαϊκὴν συναγωγὴν, ἧς ἀνὴρ ὁ Θεὸς τὸ πρὶν, ἀγαπῶν καὶ προνοούμενος καὶ φυλάττων αὐτὴν, ἢ καὶ ὁ νόμος. Πάλιν δὲ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἡσαΐας πρὸς τὸν Υἱὸν καὶ Θεόν φησιν· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, καὶ τὰ ἑξῆς.

Καὶ διὰ τοῦ Δαβὶδ γὰρ ἐπηγγείλατο τῷ Υἱῷ λέγων, Καὶ δώσω σοι ἔθνη, τὴν κληρονομίαν σου. Ὁ αὐτὸς δὲ Δαβὶδ παρεκάλει τὸν Πατέρα περὶ τούτων λέγων, Κατάστησον, Κύριε, νομοθέτην ἐπ᾽ αὐτούς. Καὶ ὁ Ἡσαΐας δὲ εἴρηκε προσώπῳ τοῦ τοιούτου νομοθέτου· Νόμος παρ᾽ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσι. Τίς δὲ ὁ νόμος οὗτος παρὰ τὸν εὐαγγελικὸν, ὃς ἐφώτισε τὰ ἐσκοτισμένα τῇ πλάνῃ ἔθνη; Ὁ γὰρ Μωσαϊκὸς πρὸ πολλῶν ἐτῶν ἐξελήλυθεν.

Τοῦ αὐτοῦ. Περὶ τῆς καινῆς διαθήκης τοῦ εὐαγγελίου πάλιν προεφήτευσεν Ἡσαΐας εἰπὼν, Ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς νῦν μὲν ἐν τῷ ὄρει Σιὼν καθήμενος, καὶ διδάσκων, νῦν δὲ ἐν τῇ πόλει τῇ Ἱερουσαλὴμ διατρίβων, ἐνομοθέτησε τὸν εὐαγγελικὸν νόμον τε καὶ λόγον. Οὐ γὰρ περὶ τοῦ Μωσαϊκοῦ νῦν φησιν ὁ προφήτης. Πῶς γὰρ, ὃς ἐν τῷ Σινᾷ ἐνομοθετήθη, ἀλλ᾽ οὐκ ἐν Σιὼν, οὐδὲ ἐν Ἱερουσαλὴμ, καὶ πάλαι πολλῷ πρὸ τοῦ Ἡσαΐου, ὥσπερ, εὐαγγελικὸς πολλῷ μετὰ τὸν Ἡσαΐαν; Διὸ καὶ προσφυῶς εἶπεν, ὅτι ἐξελεύσεται. Ὁ παλαιὸς γὰρ ἐξῆλθε. Περὶ τούτου δὲ τοῦ καινοῦ καὶ Ἱερεμίας προείρηκε λέγων, Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἢν διεθέμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν τῇ διαθήκῃ μου κἀγὼ ἠμέλησα αὐτῶν. Συνεσκιασμένα δὲ ταῦτα καὶ τὰ τοιαῦτα, ἵνα μὴ ἀφανισθῶσι τὰ βιβλία.

Ὅπου γὰρ παρόντα, καὶ θαυματουργοῦντα βλέποντες, καὶ τελείαν ἀπόδειξιν τῆς ἑαυτοῦ θεότητος παρεχόμενον οὐκ ᾐδέσθησαν, ἀλλ᾽ ἐσταύρωσαν, σχολῇ γ᾽ ἂν τῶν περὶ αὐτοῦ προφητειῶν ἐφείσαντο, εἰ ταύτας ἀσυσκιάστους ἔλαβον καὶ γυμνάς; Ἔτι δὲ καὶ τὸ τοῦ Χριστοῦ ὄνομα κλῆσις ἡμῖν ἔσται, προείρηκε μὲν Ἡσαΐας, Ὑμᾶς, λέγων, ἀνελεῖ Κύριος, τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, καὶ εὐλογηθήσεται ἐπὶ πάσης τῆς γῆς. Καὶ αὖθις, Ὄψονται ἔθνη τὴν δόξαν σου, καὶ πάντες οἱ βασιλεῖς τὴν δικαιοσύνην σου, καὶ κληθήσεται τὸ ὄνομα τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό. Προεῖπε δὲ καὶ Ὠσηὲ, Καὶ ἔσται, φήσας, ἐπ᾽ ἐσχάτων τὸ ὄνομα αὐτοῦ ἐμφανὲς ἐν πάσῃ τῇ γῇ, καὶ τῷ ὀνόματι αὐτοῦ ἐπικληθήσονται λαοὶ πολλοὶ, καὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ πορεύσονται καὶ ζήσονται ἐν αὐταῖς.

Τοῦ αὐτοῦ. Καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλήν σου. σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν. Τὸ μὲν οὖν, Καὶ ἐν σοὶ προσεύξονται, προφητεία περὶ τῶν πιστευσάντων εἰς τὸν Χριστόν.

Τὸ δὲ ὅτι Ἐν σοὶ ὁ Θεός ἐστι, τὴν ἐν τῷ προσλήμματι θεότητα καταγγέλλει. Τὸ δὲ, Καὶ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ἀπολογία τις τῶν Ἰουδαίων ἐν τῇ μελλούσῃ κρίσει, εἰ καὶ ματαία καὶ ἀπαράδεκτος. Εἰ πλάνος ἦν ὁ Χριστὸς, πῶς ὅσα προείρηκεν εἰς τέλος ἐξέβησαν; Οἷον τὰ περὶ τῆς ἐρημώσεως τοῦ ναοῦ τῶν Ἱεροσολύμων, καὶ τῆς ἁλώσεως, καὶ τῆς καταστροφῆς τῆς πόλεως, καὶ τῆς πανωλεθρίας τῶν Ἰουδαίων, καὶ ὅσα περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ τῶν ἐν ὀνόματι αὐτοῦ θαυμάτων, καὶ ἁπλῶς ἅπαντα.