Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Θεογνωσία

Γρηγόριος ὁ Νύσσης

Ανασκευή της δυαρχίας και η οντολογία του κακού ως στέρησης

Αντίκρουση της θεωρίας περί δύο αντίρροπων αρχών, απόδειξη της μίας και αγαθής αρχής, και ερμηνεία της φύσης του σκότους και του κακού ως στέρησης του αγαθού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 7

Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, φησὶ Μωϋσῆς. Ὅθεν οὗτοι κακούργως ὁρμώμενοί φασιν ὅτι ἦν τὸ σκότος, οὗ ποιητικὸν αἴτιον ἡ πονηρὰ ἀρχή. Εἶτα καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. Εἰ οὖν τὸ φῶς ὃν, καὶ τὸ σκότος ὃν, ἄρα τὸ διασταλὲν ἀπὸ τοῦ φωτός.

Ταῦτα μὲν οἱ σκοτεινοὶ περὶ τὸ φῶς οὗτοι. Τί δὲ ἡμεῖς; Οὐ τὸ σκότος οὐσία τις, ἀλλὰ συμβεβηκὸς, καὶ οὐδὲν ἕτερον ἢ φωτὸς ἀπουσία. Γυρωθέντος γὰρ ἐν ἀρχῇ τοῦ οὐρανοῦ, παρυπέστη σκότος ἐξ ἐμφράξεως τῶν πέριξ συμβὰν, ὃ καὶ νῦν εἴωθεν ἐπὶ τῶν ἐμπεφραγμένων γίνεσθαι. Τούτων δὲ διαχωρισμὸς τὸ μετρητὸν διάστημα τῆς τοῦ φωτὸς ἀπουσίας. Καὶ γίνεται τρόπον τινὰ τοῦ φωτὸς ἡ ἀπουσία καὶ στέρησις ἕξις καὶ παρύπαρξις τῷ σκότει. Πονηρὰ δὲ ἀρχὴ, τουτέστι πονηρὸς Θεὸς, οὐκ ἔστιν. Εἰ μὲν γὰρ Θεὸς, οὐ πονηρὸς, ἀλλὰ πηγὴ ἀγαθότητος· εἰ δὲ πονηρὸς, οὐ Θεός. Πῶς γὰρ Θεὸς ἡ κακία καὶ ἁμαρτία;

Εἰ δὲ ταῦτα Θεὸς, οἴχεται πάντα, καὶ ἀνατέτραπται.

Ἐκ τῆς αὐτῆς. Πῶς ἔσονται δύο ἀρχαὶ, ἀγαθὴ καὶ πονηρά; Ἐναντία γὰρ ἀλλήλοις τὸ ἀγαθὸν, καὶ πονηρὸν ἤτοι κακὸν, καὶ ἀλλήλων φθαρτικὰ, καὶ ἀσύμβατα. Καὶ λοιπὸν ἐν μέρει τοῦ παντὸς ἑκάτερον ἔσται, καὶ ὑπὸ τοῦ μέρους τούτου περιγραφήσεται· καὶ ἢ ἀλλήλων ἅψονται, καὶ ὑπ᾽ ἀλλήλων διαφθαρήσονται, ἢ μέσον ἔσται τι διατειχίζον, καὶ ἰδοὺ τρεῖς ἀρχαί.

Καὶ αὖθις ἢ εἰρηνεύουσιν, ὅπερ τὸ πονηρὸν οὐ δύναται, ἢ μαχέσονται, ὅπερ τὸ ἀγαθὸν οὐ βούλεται, οὐδὲ δύναται. Τὸ μὲν γὰρ πονηρὸν εἰρηνεῦον οὐ πονηρόν· τὸ δὲ ἀγαθὸν μαχόμενον, οὐκ ἀγαθόν. Οὐκ ἄρα δύο ἀρχαὶ, καὶ ταῦτα ἐναντίαι, καὶ πολεμιώταται.

Μία δὲ πάντως ἀγαθή. Τὸ δὲ πονηρὸν οὐκ ἀρχὴ, ἀλλὰ τοῦ ἀγαθοῦ στέρησις καὶ ἀποτυχία.

Ἐκ τῆς αὐτῆς. Εἴπερ ἄμφω θεοὶ πεφύκασιν ὁ ἀγαθὸς καὶ πονηρὸς, ἑτέραν ἕξουσιν ἀρχήν. Καὶ δυὰς οὐκ ἀρχὴ, ἀλλὰ τοὐναντίον ἡ μονὰς ἀρχὴ τῆς δυάδος. Ἀρχὴ δὲ μὴ ὄντες, οὐδὲ Θεοὶ πάντως ἔσονται. Ἐπεὶ οὖν ἡ μονὰς ἀρχὴ πάντων, εἷς ἄρα καὶ Θεὸς, ὁ πάντων αἴτιος καὶ δημιουργός.

Ἐκ τῆς αὐτῆς. Εἰ μὲν τὸ ἀγαθὸν ὂν, τὸ πονηρὸν οὐκ ὄν. Εἰ δὲ τὸ πονηρὸν ὂν, τὸ ἀγαθὸν οὐκ ὂν, κατὰ τὸν λόγον τῶν ἀμέσων ἐναντίων, ὑγείας καὶ νόσου, ζωῆς καὶ θανάτου. Οὐκ ἄρα Θεὸς πονηρός.

Ἐκ τῆς αὐτῆς. Ὁ μὲν ἀγαθὸς Θεὸς οὐσιώδη καὶ φυσικὴν ἔχει τὴν ἀγαθότητα, ὁ δὲ πονηρὸς τὴν στέρησιν τῆς ἀγαθότητος ἕξιν ἕξει πάντως. Καὶ πῶς Θεὸς ἐξ ἀποπτώσεως καὶ ἐλλείψεως;