Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Θεογνωσία

Γρηγόριος ὁ Νύσσης

Η αγαθότητα του Δημιουργού και η αρμονία της δημιουργίας

Προβολή της ενιαίας τάξης και της συντήρησης του σύμπαντος ως απόδειξης του ενός αγαθού Ποιητού, και αναίρεση των απόψεων περί πονηρού κόσμου ή Δημιουργού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 7

Ἐκ τῆς αὐτῆς. Εἰ δύο ἦσαν Θεοὶ, ἢ τρεῖς, ἢ ἁπλῶς πολλοὶ, πάλαι ἂν ὁ κόσμος ἀπωλώλει ἄλλοτε ἄλλως, καὶ διαφόρως ἐνεργούμενος, καὶ κινούμενος. Τὸ δὲ κατὰ ταυτὰ, καὶ ὡσαύτως ἀεὶ κινεῖσθαι, καὶ διεξάγεσθαι, καὶ ἡ διὰ πάντων εὐαρμοστία, καὶ συμφωνία, καὶ τάξις, καὶ διαμονὴ, καὶ συντήρησις ἕνα καὶ τὸν αὐτὸν κηρύττει τὸν αἴτιον, καὶ δημιουργὸν, καὶ προνοητὴν, καὶ συνοχέα.

Ἐκ τῆς αὐτῆς. Εἰ μὲν πονηρὸς ὁ κάτω κόσμος οὗτος, καὶ ἡμεῖς ἄρα πονηροὶ, μέρος ὄντες αὐτοῦ. Πονηροῖς δὲ ἡμῖν κατὰ φύσιν οὖσιν οὐ πρόσεστιν ἀλήθεια. Ἡ γὰρ ἀλήθεια σαφῶς ἀγαθόν· τὸ δὲ ἀγαθὸν ἀλλότριον πονηροῦ. Μὴ κεκτημένοις δὲ ἀλήθειαν τὰ δεδογμένα ψευδῆ τε καὶ ἀνυπόστατα. Εἰ δὲ ἀγαθὸς ὁ δηλωθεὶς κόσμος, ἀγαθοῦ πάντως καὶ δημιούργημα.

Ἀγαθοῦ γὰρ αἰτιατοῦ ἀγαθὸν τὸ αἴτιον, ὥσπερ καὶ πονηροῦ πονηρόν.

Ἐκ τῆς αὐτῆς. Εἴπερ μὲν τὸν κόσμον ἀγαθὸν ὁμολογεῖτε τὸν δὲ Θεὸν καὶ Πατέρα πονηρὸν, καὶ οὐ τοῦ κόσμου τούτου δημιουργὸν, ἔσται πάντως καὶ πονηρὸς ἄλλος κόσμος τοῦ πονηροῦ Θεοῦ δημιούργημα. Ἀλλὰ μὲν οὐκ ἔστιν. Οὐδὲ Θεός ἐστιν ἄρα πονηρός. Ὁ μὲν γὰρ Θεὸς ἀρχὴ καὶ ποιητικὸν αἴτιον· ἀρχομένων δὲ καὶ πεποιημένων οὐκ ὄντων, οὐδὲ ἀρχὴ πάντως ἔσται.

Οὐκ ἄρα οὖν πονηρός ἐστι Θεός.