Αἰσθητῶς μὲν οὖν οὔτε γέγονεν, οὔτε γενήσεται ταῦτα. Τίς γὰρ ἂν ἕλοιτο τὴν ἔρημον οἰκῆσαι, εἰ μὴ τοὺς Χριστιανοὺς ἐρεῖς μοναχούς; Ἀναγωγικὼς δὲ, καὶ πάνυ. Ἔρημος μὲν γὰρ ἡ ἐξ ἐθνῶν ἐκκλησία τῶν ἀκάρπων πρὶν, καὶ ὄντων οἰκητήριον τῶν νοητῶν θηρίων, ἥτις φλεγομένη τῷ πυρὶ τῶν παθῶν ἐδίψε θεογνωσίας καὶ σωτηρίας. Καὶ τυχοῦσα τοῦ κηρύγματος εὐφραίνεται, καὶ ἀγαλλιᾶται, καὶ ἀνθεῖ τῇ φαιδρότητι, καὶ εὐωδίᾳ τῶν ἀρετῶν. Ἐδόθη δὲ αὐτῇ καὶ ἡ δόξα τοῦ Λιβάνου, τουτέστι τοῦ παλαιοῦ λαοῦ, ὃν καὶ Κάρμηλον ὠνόμασε. Δόξα δὲ τούτου καὶ τιμὴ ἡ εὐσέβεια, καὶ ἡ πρὸς Θεὸν οἰκείωσις, καὶ τὸ ὕψος τῆς δόξης καὶ τοῦ νόμου, καὶ τὸ τῶν θείων ἀντιλήψεων ἀμφιλαφὲς, καὶ τὸ τῶν χαρίτων κατάκομον. Καὶ πάλιν, Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Στεῖρα μὲν γὰρ ἡ δηλωθεῖσα ἐκκλησία, καὶ ἄγονος καρπῶν ἀρετῆς τὸ πρότερον, ὕστερον δὲ τὰ σπέρματα τῆς εὐσεβείας ὑποδεξαμένη πολύπαις ἐγένετο, νικήσασα τῇ πολυπληθείᾳ τὴν Ἰουδαϊκὴν συναγωγὴν, ἧς ἀνὴρ ὁ Θεὸς τὸ πρὶν, ἀγαπῶν καὶ προνοούμενος καὶ φυλάττων αὐτὴν, ἢ καὶ ὁ νόμος. Πάλιν δὲ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἡσαΐας πρὸς τὸν Υἱὸν καὶ Θεόν φησιν· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, καὶ τὰ ἑξῆς.