Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Θεογνωσία

Γρηγόριος ὁ Νύσσης

Η θεία δικαιοσύνη και η ενότητα των δύο Διαθηκών

Ερμηνεία των παιδαγωγικών ερωτήσεων του Θεού στην Παλαιά Διαθήκη, ταύτιση της θείας δικαιοσύνης με την αγαθότητα, και ανάδειξη του ενός Νομοθέτη και της συνέχειας του νόμου με το Ευαγγέλιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 7

Ἐκ τῆς αὐτῆς. Ὁ τῆς Παλαιᾶς, φασὶ, Διαθήκης Θεὸς οὐκ ἔχει τὴν περιληπτικὴν πάντων καὶ θείαν πρόγνωσιν. Ἐρωτᾷ γὰρ τὸν Ἀδὰμ, Ποῦ εἶ; καὶ τὸν Κάϊν, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; καὶ τὸν Ἀβραὰμ, Ποῦ Σάῤῥα ἡ γυνή σου; καὶ πολλὰ τοιαῦτα. Πρὸς οὕς φαμεν. Οὐκ ἀγνοίας αἱ δηλωθεῖσαι ἐρωτήσεις, ἀλλὰ μᾶλλον γνώσεως. Εἰ μὴ γὰρ ἔγνω καὶ τὸν Ἀδὰμ, καὶ τὸν Κάϊν ἁμαρτήσαντα, οὐκ ἂν εὐθὺς ἠρώτησε· καὶ δῆλον ἀπὸ τῶν ἑξῆς. Εἴρηκε γὰρ πρὸς μὲν τὸν Ἀδὰμ, καίτοι μήπω μηδὲν περὶ τῆς βρώσεως ὁμολογήσαντα· Τίς ἀνήγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες;

Πρὸς δὲ τὸν Κάϊν, καίτοι καὶ αὐτὸν πειρώμενον λαθεῖν· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Ταῦτα καὶ λίαν μὲν εἰδότος εἰσὶ, βουλομένου δὲ διὰ τῆς προσποιήτου ἐρωτήσεως εἰς μετάνοιαν ἀγαγεῖν τοὺς ἡμαρτηκότας, ἐπιγνόντας ὅτι πεφώρανται.

Πάλιν δὲ καὶ τό· Ποῦ Σάῤῥα ἡ γυνή σου; προγινώσκοντος ἦν ὅτι καὶ γυναῖκα ἔχει, καὶ Σάῤῥα κέκληται. Ὁ δὲ ταῦτα εἰδὼς καὶ ὅπου ἦν ἐγίνωσκε πάντως. Οὐ γὰρ ἂν ὄπισθεν τῆς θύρας ἑστώσης, καὶ μετὰ τὴν τῆς τεκνογονίας ἐπαγγελίαν γελασάσης κρύβδην, ἔλεγε· Τί ὅτι ἐγέλασε Σάῤῥα; Εἶτα προστίθησι καὶ τὴν αἰτίαν τοῦ γέλωτος. Λέγουσα γὰρ, φησὶν, ἐν ἑαυτῇ, Ἆρά γε ἀληθῶς τέξομαι; Ταῦτα γὰρ καὶ καρδιογνώστου. Ἠρώτησε δὲ Ποῦ Σάῤῥα ἡ γυνή σου; κατ᾽ οἰκονομίαν, ἵνα μαθὼν ἐντεῦθεν Ἀβραὰμ ὅτι προγνώστης ἐστὶ, καὶ πάντα εἰδὼς, ὡς κρείττονι προσέχῃ, καὶ τοῦ λοιποῦ πιστεύῃ πᾶσιν, οἷς ἂν ἐρεῖ. Καὶ τὸ περὶ τῶν Σοδόμων δὲ καὶ Γομόῤῥων εἰρημένον, ὅτι Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ, κατ᾽ οἰκονομίαν εἴρηται, παιδεύων ἡμᾶς μὴ κολάζειν ἀπὸ προγνώσεως, ἀλλ᾽ ἀναμένειν τὴν πραγματικὴν διάγνωσιν. Εἰ γὰρ μὴ ἐγίνωσκε, πῶς ἔλεγε· Κραυγὴ Σοδόμων καὶ Γομόῤῥων ἔρχεται πρός με; Ἡ γῆ, φησὶ, βοᾷ καὶ πρὸ τῶν πραγμάτων, ἢ αὐτὰ τὰ πράγματα κράζει. Πολλαὶ δὲ τοιαῦται οὐ μόνον παρὰ τῇ Παλαιᾷ, ἀλλὰ καὶ παρὰ τῇ Νέᾳ ἐρωτήσεις τοῦ Χριστοῦ. Πᾶσαι δὲ οἰκονομικαὶ, καί τι ἕτερον κατασκευάζουσαι. Ἴδιον γὰρ τοῦ Θεοῦ τὸ πάντα γινώσκειν· καὶ ὁ μὴ πάντα εἰδὼς οὐ πάντων Θεός.

Ἐκ τῆς αὐτῆς. Πῶς φατε τὸν μὲν τῆς παλαιᾶς Διαθήκης νομοθέτην δίκαιον, τὸν δὲ τῆς νέας ἀγαθὸν, καὶ διὰ ταῦτα ἄλλον καὶ ἄλλον εἶναι διισχυρίζεσθε; Εἰ μὲν γὰρ τὸ δίκαιον ἀγαθὸν, ὁ δίκαιος πάντως ἀγαθός.

Οὐ γὰρ ἀλλήλοις ἀντιδιαιροῦνται τὸ ἀγαθὸν καὶ τὸ δίκαιον· καὶ ὁ ἀγαθὸς πάντως δίκαιος. Μυρίων δὲ χρήσεων ἀγαθὸν εἶναι τὸν τῆς παλαιᾶς νομοθέτην κηρυττουσῶν, μίαν παραθήσομαι· Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός· εἰπάτω δὴ οἶκος Ἰσραὴλ ὅτι ἀγαθός· καὶ οἱ καθεξῆς δύο στίχοι. Καὶ ὁ τῆς νέας δὲ νομοθέτης· Καὶ ἡ κρίσις δὲ ἡ ἐμὴ δικαία ἐστί· καὶ πρὸς τὸν Ἰωάννην· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.

Ὅτι δὲ εἷς ὁ καὶ τῆς παλαιᾶς καὶ τῆς νέας νομοθέτης, προείρηκεν Ἱερεμίας λέγων· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι ὑμῖν Διαθήκην καινὴν, οὐ κατὰ τὴν Διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν τῇ Διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν. Καὶ πάλιν αὐτὸς, ὁ καὶ ταύτης κἀκείνης νομοθέτης Χριστὸς, εἶπεν· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι· τουτέστιν ἀτελῆ ὄντα διὰ τὸ τῶν Ἑβραίων ἀτελὲς τελειῶσαι τῇ μείζονι φιλοσοφίᾳ, καὶ ἀνδράσι πρεπούσῃ. Ὁ μὲν γὰρ ἦν παιδαγωγὸς γυμνάζων ἐπὶ τὸ Εὐαγγέλιον, τοῦτο δέ ἐστι μυσταγωγὸς διδάσκων τὰ τελεώτερα. Καὶ ὁ μὲν ἐῤῥύθμιζε τὰ σώματα, τὸ δὲ καταρτίζει τὰς ψυχάς.

Συνεργὸς οὖν ἡ παλαιὰ τῆς νέας, καὶ προπαρασκευὴ, καὶ ὁδοποίησις.