Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Βίος τῆς ὁσίας Μακρίνης

Γρηγόριος ὁ Νύσσης

Προοίμιο και αφορμή της συγγραφής

Εισαγωγική επιστολή του Γρηγορίου Νύσσης σχετικά με την απόφαση καταγραφής του βίου της αδελφής του, Μακρίνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 8

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΣΤΟΛΗ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΗΣ ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ Τὸ μὲν εἶδος τοῦ βιβλίου ὅσον ἐν τῷ τῆς προγραφῆς τύπῳ ἐπιστολὴ εἶναι δοκεῖ, τὸ δὲ πλῆθος ὑπὲρ τὸν ἐπιστολιμαῖον ὅρον ἐστὶν εἰς συγγραφικὴν μακρηγορίαν παρατεινόμενον· ἀλλ᾽ ἀπολογεῖται ὑπὲρ ἡμῶν ἡ ὑπόθεσις, ἧς ἕνεκεν γράψαι διεκελεύσω, πλείων οὖσα ἢ κατ᾽ ἐπιστολῆς συμμετρίαν. Πάντως δὲ οὐκ ἀμνημονεῖς τῆς συντυχίας, ὅτε κατ᾽ εὐχὴν Ἱεροσολύμοις ἐπιφοιτᾶν μέλλων, ἐφ᾽ ᾧ τε τὰ σημεῖα τῆς τοῦ κυρίου διὰ σαρκὸς ἐπιδημίας ἐν τοῖς τόποις ἰδεῖν, συνέδραμόν σοι κατὰ τὴν Ἀντιόχου πόλιν καὶ παντοίων ἀνακινουμένων ἡμῖν λόγων (οὐδὲ γὰρ εἰκὸς ἦν ἐν σιωπῇ τὴν συντυχίαν εἶναι, πολλὰς τῷ λόγῳ τὰς ἀφορμὰς τῆς σῆς συνέσεως ὑποβαλλούσης), οἷα δὴ φιλεῖ πολλάκις ἐν τούτοις γίνεσθαι, εἰς μνήμην βίου τινὸς εὐδοκίμου προῆλθε ῥέων ὁ λόγος. Γυνὴ δὲ ἦν ἡ τοῦ διηγήματος ἀφορμή, εἴπερ γυνή· οὐκ οἶδα γὰρ εἰ πρέπον ἐστὶν ἐκ τῆς φύσεως αὐτὴν ὀνομάζειν τὴν ἄνω γενομένην τῆς φύσεως.

Τὸ δὲ διήγημα ἡμῖν οὐκ ἐξ ἀκοῆς ἑτέρων διηγημάτων τὸ πιστὸν εἶχεν, ἀλλ᾽ ὧν ἡ πεῖρα διδάσκαλος ἦν, ταῦτα δι᾽ ἀκριβείας ἐπεξῄει ὁ λόγος, εἰς οὐδὲν ἀκοὴν ἀλλοτρίαν ἐπιμαρτυρόμενος· οὐδὲ γὰρ ξένη τοῦ γένους ἡμῶν ἡ μνημονευθεῖσα παρθένος, ὡς ἀνάγκην εἶναι δι᾽ ἑτέρων γινώσκειν τὰ κατ᾽ ἐκείνην θαύματα, ἀλλ᾽ ἐκ τῶν αὐτῶν ἡμῖν γονέων, ὥσπερ τις ἀπαρχὴ καρπῶν πρώτη τῆς μητρῴας νηδύος ἀναβλαστήσασα. Ἐπεὶ οὖν ἐδοκίμασας φέρειν τι κέρδος τὴν τῶν ἀγαθῶν ἱστορίαν, ὡς ἂν μὴ λάθοι τὸν μετὰ ταῦτα χρόνον ὁ τοιοῦτος βίος μηδὲ ἀνωφελὴς παραδράμοι διὰ σιωπῆς συγκαλυφθεῖσα ἡ πρὸς τὸν ἀκρότατον τῆς ἀνθρωπίνης ἀρετῆς ὅρον ἑαυτὴν διὰ φιλοσοφίας ἐπάρασα, καλῶς ἔχειν ᾠήθην σοί τε πεισθῆναι καὶ δι᾽ ὀλίγων, ὡς ἂν οἷός τε ὦ, τὰ κατ᾽ αὐτὴν ἱστορῆσαι ἐν ἀκατασκεύῳ τε καὶ ἁπλῷ διηγήματι.