Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Βίος τῆς ὁσίας Μακρίνης

Γρηγόριος ὁ Νύσσης

Γέννηση, ανατροφή και αφιέρωση στον παρθενικό βίο

Η γέννηση και η πνευματική εκπαίδευση της Μακρίνης, η ατελέσφορη μνηστεία της και η αμετάκλητη απόφασή της για αγαμία και συμπόρευση με τη μητέρα της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 8

Μακρίνα ἦν ὄνομα τῇ παρθένῳ, εὐδόκιμος δέ τις πάλαι κατὰ τὸ γένος ἦν ἡ Μακρίνα, μήτηρ τοῦ πατρὸς ἡμῶν γεγενημένη, ταῖς ὑπὲρ Χριστοῦ ὁμολογίαις τῷ καιρῷ τῶν διωγμῶν ἐναθλήσασα, ᾗ ἐπωνομάσθη παρὰ τῶν γονέων ἡ παῖς. Ἀλλὰ τοῦτο μὲν ἦν ἐν φανερῷ τὸ ὄνομα τὸ παρὰ τῶν γινωσκόντων ὀνομαζόμενον, ἕτερον δὲ κατὰ τὸ λεληθὸς αὐτῇ ἐπεκέκλητο, ὃ πρὶν παρελθεῖν διὰ τῶν ὠδίνων εἰς φῶς ἔκ τινος ἐπιφανείας ἐπωνομάσθη. Ἦν γὰρ δὴ τοιαύτη κατ᾽ ἀρετὴν καὶ ἡ μήτηρ ὡς πανταχοῦ τῷ θείῳ βουλήματι χειραγωγεῖσθαι, διαφερόντως δὲ τὴν καθαράν τε καὶ ἀκηλίδωτον τοῦ βίου διαγωγὴν ἀσπασαμένη, ὡς μηδὲ τὸν γάμον ἑκουσίως ἑλέσθαι. Ἀλλ᾽ ἐπειδὴ ὀρφανὴ μὲν ἐξ ἀμφοτέρων ἦν, ὑπερήνθει δὲ τῇ ὥρᾳ τοῦ σώματος καὶ πολλοὺς ἡ φήμη τῆς εὐμορφίας πρὸς τὴν μνηστείαν συνήγειρε, κίνδυνος δὲ ἦν, εἰ μὴ κατὰ τὸ ἑκούσιόν τινι συναρμοσθείη, παθεῖν τι τῶν ἀβουλήτων ἐξ ἐπηρείας, πρὸς ἁρπαγὰς παρεσκευασμένων τῶν ἐπιμεμηνότων τῷ κάλλει· διὰ τοῦτο ἑλομένη τὸν ἐπὶ σεμνότητι βίου γνωριζόμενόν τε καὶ μαρτυρούμενον, ὥστε φύλακα κτήσασθαι τῆς ἰδίας ζωῆς, εὐθὺς ἐν ταῖς πρώταις ὠδῖσι ταύτης γίνεται μήτηρ.

Καὶ ἐπειδὴ παρῆν ὁ καιρός, καθ᾽ ὃν ἔδει λυθῆναι τὴν ὠδῖνα τῷ τόκῳ, εἰς ὕπνον καταπεσοῦσα φέρειν ἐδόκει διὰ χειρὸς τὸ ἔτι ὑπὸ τῶν σπλάγχνων περιεχόμενον καί τινα ἐν εἴδει καὶ σχήματι μεγαλοπρεπεστέρῳ ἢ κατὰ ἄνθρωπον ἐπιφανέντα προσειπεῖν τὴν βασταζομένην ἐκ τοῦ ὀνόματος Θέκλης, ἐκείνης Θέκλης, ἧς πολὺς ἐν ταῖς παρθένοις ὁ λόγος. Ποιήσαντα δὲ τοῦτο εἰς τρὶς μεταστῆναι τῶν ὄψεων καὶ δοῦναι τῇ ὠδῖνι τὴν εὐκολίαν, ὡς ὁμοῦ τε τοῦ ὕπνου αὐτὴν διαναστῆναι καὶ τὸ ἐνύπνιον ὕπαρ ἰδεῖν. Τὸ μὲν οὖν ὄνομα τὸ κεκρυμμένον ἐκεῖνο ἦν.

Δοκεῖ δέ μοι μὴ τοσοῦτον πρὸς τὴν ὀνοματικὴν κλῆσιν ὁδηγῶν τὴν γειναμένην ὁ ἐπιφανεὶς τοῦτο προσφθέγξασθαι, ἀλλὰ τὸν βίον προειπεῖν τῆς νέας καὶ τὴν τῆς προαιρέσεως ὁμοιότητα διὰ τῆς ὁμωνυμίας ἐνδείξασθαι.

Τρέφεται τοίνυν τὸ παιδίον, οὔσης μὲν αὐτῷ καὶ τιθηνοῦ ἰδίας, τὰ δὲ πολλὰ τῆς μητρὸς ἐν ταῖς χερσὶ ταῖς ἰδίαις τιθηνουμένης. Ὑπερβᾶσα δὲ τὴν τῶν νηπίων ἡλικίαν εὐμαθὴς ἦν τῶν παιδικῶν μαθημάτων, καὶ πρὸς ὅπερ ἂν ἡ τῶν γονέων κρίσις ἦγε μάθημα, κατ᾽ ἐκεῖνο ἡ φύσις τῆς νέας διέλαμπεν. Ἦν δὲ τῇ μητρὶ σπουδὴ παιδεῦσαι μὲν τὴν παῖδα, μὴ μέντοι τὴν ἔξωθεν ταύτην καὶ ἐγκύκλιον παίδευσιν, ἣν ὡς τὰ πολλὰ διὰ τῶν ποιημάτων αἱ πρῶται τῶν παιδευομένων ἡλικίαι διδάσκονται. Αἰσχρὸν γὰρ ᾤετο καὶ παντάπασιν ἀπρεπὲς ἢ τὰ τραγικὰ πάθη, ὅσα ἐκ γυναικῶν τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις τοῖς ποιηταῖς ἔδωκεν, ἢ τὰς κωμικὰς ἀσχημοσύνας ἢ τῶν κατὰ τὸ Ἴλιον κακῶν τὰς αἰτίας ἁπαλὴν καὶ εὔπλαστον φύσιν διδάσκεσθαι, καταμολυνομένην τρόπον τινὰ τοῖς ἀσεμνοτέροις περὶ τῶν γυναικῶν διηγήμασιν. Ἀλλ᾽ ὅσα τῆς θεοπνεύστου γραφῆς εὐληπτότερα ταῖς πρώταις ἡλικίαις δοκεῖ, ταῦτα ἦν τῇ παιδὶ τὰ μαθήματα καὶ μάλιστα ἡ τοῦ Σολομῶντος Σοφία καὶ ταύτης πλέον ὅσα πρὸς τὸν ἠθικὸν ἔφερε βίον.

Ἀλλὰ καὶ τῆς ψαλμῳδουμένης γραφῆς οὐδ᾽ ὁτιοῦν ἠγνόει καιροῖς ἰδίοις ἕκαστον μέρος τῆς ψαλμῳδίας διεξιοῦσα τῆς τε κοίτης διανισταμένη καὶ τῶν σπουδαίων ἁπτομένη τε καὶ ἀναπαυομένη καὶ προσιεμένη τροφὴν καὶ ἀναχωροῦσα τραπέζης καὶ ἐπὶ κοίτην ἰοῦσα καὶ εἰς προσευχὰς διανισταμένη, πανταχοῦ τὴν ψαλμῳδίαν εἶχεν οἷόν τινα σύνοδον ἀγαθὴν μηδενὸς ἀπολιμπανομένην χρόνου.

Τούτοις συναυξανομένη καὶ τοῖς τοιούτοις ἐπιτηδεύμασι καὶ τὴν χεῖρα πρὸς τὴν ἐριουργίαν διαφερόντως ἀσκήσασα πρόεισιν εἰς δωδέκατον ἔτος, ἐν ᾧ μάλιστα τὸ τῆς νεότητος ἄνθος ἐκλάμπειν ἄρχεται. Ἔνθα δὴ καὶ θαυμάζειν ἄξιον, ὅπως οὐδὲ κεκρυμμένον τῆς νέας τὸ κάλλος ἐλάνθανεν οὐδέ τι κατὰ τὴν πατρίδα πᾶσαν ἐκείνην τοιοῦτον θαῦμα ἐδόκει οἷον ἐν συγκρίσει τοῦ κάλλους ἐκείνου καὶ τῆς εὐμορφίας εἶναι, ὡς μηδὲ ζωγράφων χεῖρας ἐφικέσθαι δυνηθῆναι τῆς ὥρας· ἀλλὰ τὴν πάντα μηχανωμένην τέχνην καὶ τοῖς μεγίστοις ἐπιτολμῶσαν, ὡς καὶ αὐτῶν τῶν στοιχείων τὰς εἰκόνας διὰ τῆς μιμήσεως ἀνατυποῦσθαι, τὴν τῆς μορφῆς ἐκείνης εὐκληρίαν μὴ ἰσχῦσαι δι᾽ ἀκριβείας μιμήσασθαι. Τούτου χάριν πολὺς ἑσμὸς τῶν μνηστευόντων τὸν γάμον αὐτῆς τοῖς γονεῦσι περιεχεῖτο. Ὁ δὲ πατὴρ (ἦν γὰρ δὴ σώφρων καὶ κρίνειν τὸ καλὸν ἐπεσκεμμένος) εὐδόκιμόν τινα τῶν ἐκ τοῦ γένους, γνώριμον ἐπὶ σωφροσύνῃ, ἄρτι τῶν παιδευτηρίων ἐπανήκοντα τῶν λοιπῶν ἀποκρίνας ἐκείνῳ κατεγγυᾶν ἐγνώκει τὴν παῖδα, εἴπερ εἰς ἡλικίαν ἔλθοι. Ἐν τούτῳ δὲ ὁ μὲν ἐν ἐλπίσιν ἦν ταῖς χρηστοτέραις καὶ καθάπερ τι τῶν κεχαρισμένων ἕδνων τὴν διὰ τῶν λόγων εὐδοκίμησιν προσῆγε τῷ πατρὶ τῆς νέας, ἐν τοῖς ὑπὲρ τῶν ἀδικουμένων ἀγῶσι τὴν τῶν λόγων ἐπιδεικνύμενος δύναμιν. Ὁ δὲ φθόνος ἐπικόπτει τὰς χρηστοτέρας ἐλπίδας ἀναρπάσας αὐτὸν ἐκ τῆς ζωῆς ἐν ἐλεεινῇ τῇ νεότητι.

Οὐκ ἠγνόει δὲ τὰ τῷ πατρὶ δεδογμένα ἡ κόρη· ἀλλ᾽ ἐπειδὴ τῷ θανάτῳ τοῦ νεανίου τὸ κεκριμένον ἐπ᾽ αὐτῇ διεκόπη, γάμον ὀνομάσασα τὴν τοῦ πατρὸς κρίσιν, ὡς γεγενημένου τοῦ κεκριμένου, μένειν ἐφ᾽ ἑαυτῆς τὸ λοιπὸν ἠξίου, καὶ ἦν τῆς ἡλικίας ἡ κρίσις παγιωτέρα. Πολλάκις γὰρ αὐτῇ τοὺς περὶ τοῦ γάμου προσαγόντων λόγους τῶν γεννησαμένων διὰ τὸ πολλοὺς εἶναι τοὺς κατὰ φήμην τοῦ κάλλους μνηστεύειν ἐθέλοντας, ἄτοπον ἔλεγε καὶ παράνομον εἶναι μὴ στέργειν τὸν ἅπαξ ἐκ τοῦ πατρὸς αὐτῇ κυρωθέντα γάμον, ἀλλὰ καὶ πρὸς ἕτερον ἀναγκάζεσθαι βλέπειν, ἑνὸς ὄντος ἐν τῇ φύσει τοῦ γάμου ὡς μία γένεσις καὶ θάνατος εἷς· τὸν δὲ συναρμοσθέντα κατὰ τὴν τῶν γονέων κρίσιν μὴ τεθνάναι διισχυρίζετο, ἀλλὰ τὸν «τῷ θεῷ ζῶντα» διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως ἀπόδημον κρίνειν καὶ οὐ νεκρόν· ἄτοπον δὲ εἶναι τῷ ἐκδημοῦντι νυμφίῳ μὴ φυλάσσειν τὴν πίστιν. Τοῖς τοιούτοις λόγοις ἀπωθουμένη τοὺς παραπείθειν ἐπιχειροῦντας ἓν ἐδοκίμασεν ἑαυτῇ τῆς ἀγαθῆς κρίσεως φυλακτήριον, τὸ μηδέποτε τῆς ἰδίας μητρὸς μηδὲ ἐν ἀκαρεῖ τοῦ χρόνου διαζευχθῆναι, ὡς πολλάκις τὴν μητέρα πρὸς αὐτὴν εἰπεῖν, ὅτι τὰ λοιπὰ τῶν τέκνων τεταγμένῳ τινὶ χρόνῳ ἐκυοφόρησεν, ἐκείνην δὲ διὰ παντὸς ἐν ἑαυτῇ φέρειν πάντοτε τρόπον τινὰ τοῖς σπλάγχνοις ἑαυτῆς περιέχουσα.

Ἀλλ᾽ οὐκ ἦν ἐπίπονος οὐδὲ ἀκερδὴς τῇ μητρὶ τῆς θυγατρὸς ἡ συνδιαγωγή· ἀντὶ γὰρ πολλῶν αὐτῇ θεραπαινίδων ἦν ἡ παρὰ τῆς θυγατρὸς γινομένη θεραπεία καὶ ἦν ἀντίδοσίς τις ἀγαθὴ παρ᾽ ἀμφοτέρων ἀλλήλαις ἀντιπληρουμένη. Ἡ μὲν γὰρ τὴν ψυχὴν τῆς νέας, ἡ δὲ τὸ σῶμα τῆς μητρὸς ἐθεράπευεν, ἔν τε τοῖς ἄλλοις πᾶσι τὴν ἐπιζητουμένην ὑπηρεσίαν ἀποπληροῦσα καὶ ἐν τῷ ταῖς ἰδίαις χερσὶ πολλάκις τῇ μητρὶ παρασκευάζειν τὸν ἄρτον· ὅπερ οὐ κατὰ τὸ προηγούμενον αὐτῇ διεσπουδάσθη, ἀλλ᾽ ἐπειδὴ ταῖς μυστικαῖς ὑπηρεσίαις τὰς χεῖρας ἑαυτῆς ἔχρησε, πρέπειν ἡγησαμένη τῷ ἐπιτηδεύματι τοῦ βίου τὴν περὶ τοῦτο σπουδὴν ἐκ τοῦ περιόντος τῇ μητρὶ παρεχορήγει τὴν ἐκ τῶν οἰκείων πόνων τροφήν. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ πᾶσαν αὐτῇ συνδιῳκονόμει τὴν ἐπικειμένην φροντίδα· τεσσάρων γὰρ ἦν υἱῶν μήτηρ καὶ πέντε θυγατέρων καὶ τρισὶν ἄρχουσιν ὑπετέλει διὰ τὸ ἐν τοσούτοις ἔθνεσιν αὐτῆς κατεσπάρθαι τὴν κτῆσιν. Ποικίλως τοίνυν τῆς μητρὸς ταῖς φροντίσι διὰ τοῦτο μεριζομένης· ἤδη γὰρ ὁ πατὴρ ἐξεληλύθει τὸν βίον· ἐν πᾶσι τούτοις κοινωνὸς ἦν τῇ μητρὶ τῶν πόνων συνδιαιρουμένη τὰς φροντίδας καὶ τὸ βαρὺ τῶν ἀλγηδόνων ἐπικουφίζουσα.

Καὶ ὁμοῦ μὲν τῇ παιδαγωγίᾳ τῆς μητρὸς ἄμωμον διεφύλασσεν ἑαυτῇ τὸν βίον ἐν μητρῴοις ὀφθαλμοῖς διὰ παντὸς εὐθυνόμενόν τε καὶ μαρτυρούμενον, ὁμοῦ τε παρέσχε πρὸς τὸν ἴσον σκοπόν, τὸν κατὰ φιλοσοφίαν λέγω, μεγάλην τῇ μητρὶ διὰ τοῦ βίου ἑαυτῆς τὴν ὑφήγησιν, κατ᾽ ὀλίγον αὐτὴν πρὸς τὴν ἄϋλόν τε καὶ λιτοτέραν ζωὴν ἐφελκομένη.