Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Βίος τῆς ὁσίας Μακρίνης

Γρηγόριος ὁ Νύσσης

Πνευματική καθοδήγηση της οικογένειας και εγκαθίδρυση της αγγελικής πολιτείας

Η επιρροή της Μακρίνης στους αδελφούς της, ο αναχωρητικός βίος και ο θάνατος του Ναυκρατίου, και η πλήρης αφιέρωση της μητέρας στον ισότιμο και άυλο βίο της συνοδείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 8

Καὶ ἐπειδὴ τὸ κατὰ τὰς ἀδελφὰς πρὸς τὸ δοκοῦν ἑκάστῃ μετ᾽ εὐσχημοσύνης ἡ μήτηρ ᾠκονομήσατο, ἐπάνεισιν ἐν τούτῳ τῶν παιδευτηρίων πολλῷ χρόνῳ προασκηθεὶς τοῖς λόγοις ὁ πολὺς Βασίλειος ὁ ἀδελφὸς τῆς προειρημένης.

Λαβοῦσα τοίνυν αὐτὸν ὑπερφυῶς ἐπηρμένον τῷ περὶ τοὺς λόγους φρονήματι καὶ πάντα περιφρονοῦντα τὰ ἀξιώματα καὶ ὑπὲρ τοὺς ἐν τῇ δυναστείᾳ λαμπροὺς ἐπηρμένον τῷ ὄγκῳ, τοσούτῳ τάχει κἀκεῖνον πρὸς τὸν τῆς φιλοσοφίας σκοπὸν ἐπεσπάσατο, ὥστε ἀποστάντα τῆς κοσμικῆς περιφανείας καὶ ὑπεριδόντα τοῦ διὰ τῶν λόγων θαυμάζεσθαι πρὸς τὸν ἐργατικὸν τοῦτον καὶ αὐτόχειρα βίον αὐτομολῆσαι, διὰ τῆς τελείας ἀκτημοσύνης ἀνεμπόδιστον ἑαυτῷ τὸν εἰς ἀρετὴν βίον παρασκευάζοντα.

Ἀλλ᾽ ὁ μὲν ἐκείνου βίος καὶ τὰ ἐφεξῆς ἐπιτηδεύματα, δι᾽ ὧν ὀνομαστὸς ἐν πάσῃ τῇ ὑφ᾽ ἡλίῳ γενόμενος ἀπέκρυψε τῇ δόξῃ πάντας τοὺς ἐν ἀρετῇ διαλάμψαντας, μακρᾶς ἂν εἴη συγγραφῆς καὶ χρόνου πολλοῦ· ἐμοὶ δὲ πρὸς τὸ προκείμενον πάλιν ὁ λόγος τετράφθω.

Ἐπειδὴ γὰρ πάσης ὑλωδεστέρας ζωῆς ὑπόθεσις ἤδη αὐτοῖς περικέκοπτο, πείθει τὴν μητέρα καταλιποῦσαν τὸν ἐν ἔθει βίον καὶ τὴν κομπωδεστέραν διαγωγὴν καὶ τὰς ἐκ τῶν ὑποχειρίων θεραπείας, αἷς προσείθιστο κατὰ τὸν ἔμπροσθεν χρόνον, ὁμότιμον γενέσθαι τοῖς πολλοῖς τῷ φρονήματι καὶ καταμῖξαι τὴν ἰδίαν ζωὴν τῇ μετὰ τῶν παρθένων διαγωγῇ, ὅσας εἶχε μεθ᾽ ἑαυτῆς ἐκ δουλίδων καὶ ὑποχειρίων ἀδελφὰς καὶ ὁμοτίμους ποιησαμένη· μᾶλλον δὲ μικρόν τι βούλομαι παρενθεῖναι τῷ διηγήματι καὶ μὴ παραδραμεῖν ἀνιστόρητον πρᾶγμα τοιοῦτον, δι᾽ οὗ μᾶλλον τὸ ὑψηλὸν τῆς παρθένου καταμηνύεται.

Ἦν τῶν τεσσάρων ἀδελφῶν ὁ δεύτερος μετὰ τὸν μέγαν Βασίλειον, Ναυκράτιος ὄνομα αὐτῷ, φύσεως εὐκληρίᾳ καὶ σώματος κάλλει καὶ ῥώμῃ καὶ τάχει καὶ τῇ πρὸς πᾶν ἐπιτηδειότητι διαφέρων τῶν ἄλλων. Προελθὼν οὗτος εἰς δεύτερον ἔτος καὶ εἰκοστὸν καὶ δοὺς τῶν οἰκείων πόνων ἐπὶ δημοσίας ἀκοῆς τὰς ἀποδείξεις, ὥστε ἅπαν ἐπ᾽ αὐτῷ σεισθῆναι τῶν ἀκουόντων τὸ θέατρον, θείᾳ τινὶ προμηθείᾳ τῶν ἐν χερσὶν ἁπάντων ὑπεριδὼν πρὸς τὸν μονήρη καὶ ἀκτήμονα βίον ἀπῆλθεν ἐν μεγάλῃ τινὶ τῆς διανοίας ὁρμῇ, οὐδὲν ἐπαγόμενος μεθ᾽ ἑαυτοῦ πλὴν ἑαυτόν· εἵπετο δέ τις αὐτῷ καὶ τῶν οἰκετῶν Χρυσάφιος τοὔνομα, τῷ τε πρὸς αὐτὸν ἔχειν ἐκεῖνον ἐπιτηδείως καὶ τῷ τὴν αὐτὴν προαίρεσιν περὶ τὸν βίον ἐνστήσασθαι. Διῆγε τοίνυν καθ᾽ ἑαυτὸν ἐσχατιάν τινα καταλαβὼν πρὸς τῷ Ἴριδι. Ποταμὸς δὲ ὁ Ἶρίς ἐστι μέσον διαρρέων τὸν Πόντον, ὃς ἀπ᾽ αὐτῆς τῆς Ἀρμενίας τὰς ἀρχὰς ἔχων διὰ τῶν ἡμετέρων τόπων ἐπὶ τὸν Εὔξεινον Πόντον τὸ ῥεῖθρον ἐκδίδωσι. Περὶ τοῦτον εὑρών τινα τόπον ὁ νεανίας ὕλῃ βαθείᾳ κομῶντα καὶ λαγόνι τινὶ τῆς ὑπερτεταμένης τοῦ ὄρους ῥαχίας ἐγκεκρυμμένον ἐν αὐτῷ διῆγε, τῶν ἀστικῶν θορύβων καὶ τῶν ἀπὸ στρατείας τε καὶ τῆς ἐν δικαστηρίοις ῥητορικῆς ἀσχολημάτων πόρρω γενόμενος.

Καὶ πάντων τῶν κατὰ τὸν βίον περιηχούντων τὴν ἀνθρωπίνην ζωὴν ἑαυτὸν ἐλευθερώσας πρεσβύτας τινὰς πενίᾳ καὶ ἀρρωστίᾳ συζῶντας ταῖς ἰδίαις χερσὶν ἐθεράπευε, πρέπειν δοκιμάσας τῷ ἰδίῳ βίῳ τὴν τοιαύτην ἀσχολίαν διὰ φροντίδος ἔχειν.

Θηρεύων τοίνυν διὰ τὸ πρὸς πᾶν εἶδος θηρευτικῆς ἐπινοίας ἐπιτηδείως ἔχειν ἐπόριζε τοῖς γέρουσι τὴν τροφὴν καὶ τὴν νεότητα τοῖς τοιούτοις ἅμα κατεδάμαζε πόνοις· ἀλλὰ καὶ τοῖς μητρῴοις θελήμασιν, εἴ ποτέ τι παρ᾽ αὐτῆς προσταχθείη, προθύμως ὑπηρετῶν δι᾽ ἀμφοτέρων κατώρθου τὸν βίον, τοῖς τε πόνοις κατακρατῶν τῆς νεότητος τῇ τε περὶ τὴν μητέρα σπουδῇ διὰ τῶν θείων ἐντολῶν πρὸς τὸν θεὸν εὐοδούμενος.

Πέμπτον διήγαγεν ἔτος τοῦτον τὸν τρόπον φιλοσοφῶν καὶ μακαριστὴν ποιῶν τὴν μητέρα τῇ ἰδίᾳ ζωῇ, οἷς τε κατεκόσμει διὰ σωφροσύνης τὴν οἰκείαν ζωὴν οἷς τε παρεῖχε πᾶσαν τὴν δύναμιν ἑαυτοῦ τῷ θελήματι τῆς γεννησαμένης. Εἶτα βαρύ τι καὶ τραγικὸν πάθος ἐξ ἐπιβουλῆς, οἶμαι, τοῦ ἀντικειμένου τῇ μητρὶ συνηνέχθη, ὃ παντὶ τῷ γένει πρὸς συμφοράν τε καὶ πένθος ἐπήρκεσεν.

Αἰφνίδιον γὰρ ἐκ τῆς ζωῆς ἀναρπάζεται, οὐ νοσήματος προελπισθῆναι τὸ πάθος παρασκευάσαντος, οὐκ ἄλλου τοιούτου τινὸς τῶν συνήθων καὶ γνωρίμων ἐπαγαγόντος τῷ νέῳ τὸν θάνατον· ἀλλ᾽ ἐπὶ θήραν ὁρμήσας, δι᾽ ἧς παρεῖχε τοῖς γηρωκομουμένοις τὰ ἐπιτήδεια, νεκρὸς τῷ οἴκῳ αὐτοῦ ἐπανάγεται αὐτός τε ἐκεῖνος καὶ ὁ κοινωνὸς αὐτῷ τοῦ βίου Χρυσάφιος. Πόρρω δὲ ἦν τῶν γινομένων ἡ μήτηρ, τριῶν ἡμερῶν ὁδὸν ἀφεστῶσα τῆς συμφορᾶς, καί τις ἀφίκετο παρ᾽ αὐτὴν μηνύων τὸ πάθος. Ἡ δὲ τελεία μὲν τοῖς κατ᾽ ἀρετὴν ἅπασιν ἦν, πλὴν ἐκράτει κἀκείνης κατὰ τὸ ἴσον ἡ φύσις· ὀκλάσασα γὰρ τὴν ψυχὴν ἄπνους τε καὶ ἄφθογγος παραχρῆμα ἐγένετο, τοῦ λογισμοῦ τῷ πάθει παραχωρήσαντος, καὶ ἔκειτο ὁμοῦ τῇ προσβολῇ τῆς πονηρᾶς ἀκοῆς καθάπερ τις ἀθλητὴς γενναῖος ἀπροσδοκήτῳ κατασεισθεῖσα πληγῇ.

Ἐν τούτῳ διεφάνη τῆς μεγάλης Μακρίνης ἡ ἀρετή, ὅπως τῷ πάθει τὸν λογισμὸν ἀντιστήσασα ἑαυτήν τε ἄπτωτον διεφύλαξε καὶ τῆς μητρικῆς ἀσθενείας ἔρεισμα γενομένη πάλιν ἐκ τοῦ βυθοῦ τῆς λύπης αὐτὴν ἀνιμήσατο, τῷ καθ᾽ ἑαυτὴν στερρῷ τε καὶ ἀνενδότῳ καὶ τὴν τῆς μητρὸς ψυχὴν πρὸς ἀνδρείαν παιδοτριβήσασα. Οὐκοῦν οὐ παρεσύρη πρὸς τὸ πάθος ἡ μήτηρ οὐδὲ ἔπαθε δυσγενές τι καὶ γυναικεῖον, ὥστε βοῆσαι πρὸς τὸ κακὸν ἢ περιρρήξασθαι τὸ ἱμάτιον ἢ ἐπικωκῦσαι τῷ πάθει ἢ ταῖς γοεραῖς μελῳδίαις ἀνακινῆσαι τοὺς θρήνους. Ἀλλὰ ἡσυχῆ διεκαρτέρει τὰς τῆς φύσεως προσβολὰς ἀπωθουμένη λογισμοῖς τοῖς τε ἰδίοις καὶ τοῖς παρὰ τῆς θυγατρὸς αὐτῇ πρὸς τὴν τοῦ κακοῦ θεραπείαν προσαγομένοις. Τότε γὰρ δὴ μάλιστα ἡ ὑψηλή τε καὶ ἐπηρμένη τῆς παρθένου ψυχὴ διεφάνη, ὅτι καὶ ἐν ἐκείνῃ ἡ μὲν φύσις τὸ ἴδιον ἔπασχεν· ἀδελφὸς γὰρ ἦν καὶ ἀδελφῶν ὁ κεχαρισμένος ὁ τῷ τοιούτῳ τρόπῳ τοῦ θανάτου ἀναρπασθείς· ὅμως ὑψηλοτέρα γενομένη τῆς φύσεως συνεπῆρε τοῖς ἰδίοις λογισμοῖς τὴν μητέρα καὶ ὑπεράνω τοῦ πάθους ἔστησε, τῷ καθ᾽ ἑαυτὴν ὑποδείγματι πρὸς ὑπομονήν τε καὶ ἀνδρείαν παιδαγωγήσασα. Ἄλλως δὲ καὶ ὁ βίος αὐτῆς ἀεὶ δι᾽ ἀρετῆς ὑψούμενος οὐ παρεῖχε τῇ μητρὶ καιρὸν ἐπὶ τῷ λείποντι δυσχεραίνειν μᾶλλον ἢ τῷ ὁρωμένῳ ἀγαθῷ ἐπαγάλλεσθαι.

Ἐπεὶ οὖν ἐπαύσατο τῇ μητρὶ ἥ τε τῆς παιδοτροφίας φροντὶς καὶ ἡ τῆς παιδεύσεώς τε καὶ καταστάσεως τῶν τέκνων μέριμνα καὶ αἱ πλείους τῆς ὑλωδεστέρας ζωῆς ἀφορμαὶ εἰς τὰ τέκνα κατεμερίσθησαν, τότε, καθὼς προείρηται, γίνεται σύμβουλος τῆς μητρὸς ἡ τῆς παρθένου ζωὴ πρὸς τὴν ἐμφιλόσοφον ταύτην καὶ ἄϋλον τοῦ βίου διαγωγὴν καὶ ἀποστήσασα τῶν ἐν συνηθείᾳ πάντων πρὸς τὸ ἴδιον τῆς ταπεινοφροσύνης μέτρον κατήγαγεν, ὁμότιμον αὐτὴν γενέσθαι τῷ πληρώματι τῶν παρθένων παρασκευάσασα, ὡς καὶ τραπέζης μιᾶς καὶ κοίτης καὶ πάντων τῶν πρὸς τὴν ζωὴν κατὰ τὸ ἴσον συμμετέχειν αὐταῖς, πάσης τῆς κατὰ τὴν ἀξίαν διαφορᾶς ὑφαιρεθείσης αὐτῶν τῆς ζωῆς. Καὶ τοιαύτη τις ἦν ἡ τοῦ βίου τάξις καὶ τοσοῦτον τὸ ὕψος τῆς φιλοσοφίας καὶ ἡ σεμνὴ τῆς ζωῆς πολιτεία ἐν τῇ καθ᾽ ἡμέραν τε καὶ νύκτα διαγωγῇ, ὡς ὑπερβαίνειν τὴν ἐκ τῶν λόγων ὑπογραφήν. Καθάπερ γὰρ αἱ διὰ θανάτου τῶν σωμάτων ἐκλυθεῖσαι ψυχαὶ καὶ τῶν κατὰ τὸν βίον τοῦτον μεριμνῶν συνεκλύονται, οὕτως κεχώριστο αὐτῶν ἡ ζωὴ καὶ ἀπῴκιστο πάσης βιωτικῆς ματαιότητος καὶ πρὸς μίμησιν τῆς τῶν ἀγγέλων διαγωγῆς ἐρρυθμίζετο.

Ἐν οἷς γὰρ οὐ θυμός, οὐ φθόνος, οὐ μῖσος, οὐχ ὑπεροψία, οὐκ ἄλλο τι τῶν τοιούτων ἐνεωρᾶτο, ἥ τε τῶν ματαίων ἐπιθυμία, τιμῆς τε καὶ δόξης καὶ τύφου καὶ ὑπερηφανίας καὶ πάντων τῶν τοιούτων, ἐκβέβλητο· τρυφὴ δὲ ἦν ἡ ἐγκράτεια καὶ δόξα τὸ μὴ γινώσκεσθαι, πλοῦτος δὲ ἡ ἀκτημοσύνη καὶ τὸ πᾶσαν τὴν ὑλικὴν περιουσίαν οἷόν τινα κόνιν τῶν σωμάτων ἀποτινάξασθαι, ἔργον δὲ τῶν μὲν κατὰ τὴν ζωὴν ταύτην σπουδαζομένων οὐδέν, ὅτι μὴ πάρεργον, μόνη δὲ ἡ τῶν θείων μελέτη καὶ τὸ τῆς προσευχῆς ἀδιάλειπτον καὶ ἡ ἄπαυστος ὑμνῳδία, κατὰ τὸ ἴσον παντὶ συμπαρατεινομένη τῷ χρόνῳ διὰ νυκτὸς καὶ ἡμέρας πάσης, ὥστε αὐταῖς καὶ ἔργον εἶναι τοῦτο καὶ ἔργου ἀνάπαυσιν. Τὴν τοίνυν τοιαύτην διαγωγὴν τίς ἂν ὑπ᾽ ὄψιν ἀγάγοι λόγος ἀνθρώπινος, παρ᾽ οἷς μεθόριος ἦν ἡ ζωὴ τῆς τε ἀνθρωπίνης καὶ τῆς ἀσωμάτου φύσεως;

Τὸ μὲν γὰρ ἐλευθερωθῆναι τῶν ἀνθρωπίνων παθημάτων τὴν φύσιν κρεῖττον ἢ κατὰ ἄνθρωπον ἦν, τὸ δὲ ἐν σώματι φαίνεσθαι καὶ σχήματι περιειλῆφθαι καὶ τοῖς αἰσθητικοῖς ὀργάνοις συζῆν ἐν τούτῳ τῆς ἀγγελικῆς τε καὶ ἀσωμάτου φύσεως τὸ ἔλαττον εἶχον. Τάχα δ᾽ ἄν τις τολμήσας εἴποι μηδὲ πρὸς τὸ καταδεέστερον τὴν παραλλαγὴν εἶναι, ὅτι σαρκὶ συζῶσαι καθ᾽ ὁμοιότητα τῶν ἀσωμάτων δυνάμεων οὐκ ἐβαροῦντο τῷ ἐφολκίῳ τοῦ σώματος, ἀλλ᾽ ἀνωφερής τε καὶ μετέωρος ἦν αὐτῶν ἡ ζωὴ ταῖς οὐρανίαις συμμετεωροποροῦσα δυνάμεσι. Χρόνος ἦν τῆς τοιαύτης διαγωγῆς οὐκ ὀλίγος καὶ συνηύξετο τῷ χρόνῳ τὰ κατορθώματα, ἀεὶ πρὸς τὸ καθαρώτερον ταῖς τῶν ἐφευρισκομένων ἀγαθῶν προσθήκαις τῆς φιλοσοφίας ἐπιδιδούσης.