Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Βίος τῆς ὁσίας Μακρίνης

Γρηγόριος ὁ Νύσσης

Η τελευταία ημέρα, η προσευχή και η μακαρία τελευτή

Η αγγελική απάθεια της οσίας κατά την τελευταία της ημέρα, η ικετευτική της προσευχή και η ειρηνική της κοίμηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 8

Ταῦτα διεξιούσης ἐγὼ μὲν παρατείνεσθαι πλέον τὸ ἡμερήσιον ἐπόθουν μέτρον, ὡς ἂν μὴ λήξειε καταγλυκαίνουσα ἡμῶν τὴν ἀκοήν· ἀλλ᾽ ἡ φωνὴ τῶν ψαλλόντων πρὸς τὰς ἐπιλυχνίους εὐχαριστίας ἐξεκαλεῖτο, κἀμὲ πρὸς τὴν ἐκκλησίαν ἐκπέμψασα πάλιν ἡ μεγάλη διὰ τῶν προσευχῶν πρὸς τὸν θεὸν ἀνεχώρει. Καὶ ἡ μὲν νὺξ ἐν τούτοις ἦν.

Ὡς δὲ ἡμέρα ἐγένετο, ἐμοὶ μὲν πρόδηλον ἐκ τῶν ὁρωμένων ἦν, ὅτι ἔσχατος αὐτῇ τῆς κατὰ σάρκα ζωῆς ὅρος ἡ ἐνεστῶσα ἡμέρα ἦν, πᾶσαν τὴν ἐγκειμένην τῇ φύσει δύναμιν τοῦ πυρετοῦ δαπανήσαντος. Ἡ δὲ πρὸς τὸ ἀσθενὲς ἡμῶν τῆς διανοίας βλέπουσα παράγειν ἡμᾶς ἐκ τῆς κατηφεστέρας ἐλπίδος ἐμηχανᾶτο, πάλιν τοῖς καλοῖς ἐκείνοις λόγοις διαχέουσα τῆς ψυχῆς τὸ λυπούμενον ἐν λεπτῷ τὸ λοιπὸν καὶ συνεχομένῳ τῷ ἄσθματι. Ἔνθα δὴ καὶ μάλιστα ποικίλως διετίθετό μοι πρὸς τὸ φαινόμενον ἡ ψυχή, τῆς μὲν φύσεως εἰς σκυθρωπότητα κατὰ τὸ εἰκὸς βαρουμένης διὰ τὸ μηκέτι προσδοκᾶν τῆς τοιαύτης φωνῆς καὶ αὖθις ἀκούσεσθαι, ἀλλ᾽ ὅσον οὐδέπω τὸ κοινὸν καύχημα τῆς γενεᾶς ἐλπίζειν ἐκ τοῦ ἀνθρωπίνου βίου μεταστήσεσθαι, τῆς δὲ ψυχῆς οἷον ἐνθουσιώσης ἐκ τῶν φαινομένων καὶ ἐκβεβηκέναι τὴν κοινὴν φύσιν ὑπονοούσης. Τὸ γὰρ μηδὲ ἐν ἐσχάταις ἀναπνοαῖς αὐτὴν οὖσαν παθεῖν τινα ξενισμὸν ἐπὶ τῇ ἐλπίδι τῆς μεταστάσεως μηδὲ δειλιάσαι πρὸς τὸν χωρισμὸν τῆς ζωῆς, ἀλλ᾽ ὑψηλῇ τῇ διανοίᾳ τοῖς ἐξ ἀρχῆς αὐτῇ περὶ τοῦ τῇδε βίου κεκριμένοις μέχρι τῆς ἐσχάτης ἐμφιλοσοφεῖν ἀναπνοῆς οὐκέτι μοι ἐδόκει τῶν ἀνθρωπίνων εἶναι, ἀλλ᾽ οἷον ἀγγέλου τινὸς οἰκονομικῶς ἀνθρωπίνην ὑπελθόντος μορφήν, ᾧ μηδεμιᾶς οὔσης πρὸς τὸν ἐν σαρκὶ βίον συγγενείας ἢ οἰκειώσεως οὐδὲν ἀπεικὸς ἐν ἀπαθείᾳ τὴν διάνοιαν μένειν, μὴ καθελκούσης τῆς σαρκὸς πρὸς τὰ ἴδια πάθη.

Διὰ τοῦτό μοι ἐδόκει τὸν θεῖον ἐκεῖνον καὶ καθαρὸν ἔρωτα τοῦ ἀοράτου νυμφίου, ὃν ἐγκεκρυμμένον εἶχεν ἐν τοῖς τῆς ψυχῆς ἀπορρήτοις τρεφόμενον, ἔκδηλον ποιεῖν τότε τοῖς παροῦσι καὶ δημοσιεύειν τὴν ἐν καρδίᾳ διάθεσιν τῷ ἐπείγεσθαι πρὸς τὸν ποθούμενον, ὡς ἂν διὰ τάχους σὺν αὐτῷ γένοιτο τῶν δεσμῶν ἐκλυθεῖσα τοῦ σώματος. Τῷ ὄντι γὰρ ὡς πρὸς ἐραστὴν ὁ δρόμος ἐγίνετο, οὐδενὸς ἄλλου τῶν κατὰ τὸν βίον ἡδέων πρὸς ἑαυτὸ τὸν ὀφθαλμὸν ἐπιστρέφοντος.

Καὶ τῆς μὲν ἡμέρας ἤδη παρῳχήκει τὸ πλέον καὶ ὁ ἥλιος πρὸς δυσμὰς ἐπεκλίνετο. Τῇ δὲ οὐκ ἐνεδίδου ἡ προθυμία, ἀλλ᾽ ὅσον τῇ ἐξόδῳ προσήγγιζεν, ὡς πλέον θεωροῦσα τοῦ νυμφίου τὸ κάλλος ἐν σφοδροτέρᾳ τῇ ἐπείξει πρὸς τὸν ποθούμενον ἵετο, τοιαῦτα φθεγγομένη οὐκέτι πρὸς ἡμᾶς τοὺς παρόντας, ἀλλὰ πρὸς αὐτὸν ἐκεῖνον εἰς ὃν ἀτενὲς ἀφεώρα τοῖς ὄμμασι. Πρὸς γὰρ ἀνατολὴν ἐτέτραπτο αὐτῇ τὸ χαμεύνιον, καὶ ἀποστᾶσα τοῦ πρὸς ἡμᾶς διαλέγεσθαι δι᾽ εὐχῆς ὡμίλει τὸ λοιπὸν τῷ θεῷ χερσί τε ἱκετεύουσα καὶ ὑποφθεγγομένη λεπτῇ τῇ φωνῇ, ὥστε ἡμᾶς ἐπαΐειν μετρίως τῶν λεγομένων· τοιαύτη δὲ ἦν ἡ εὐχή, ὡς μηδὲ ἀμφιβάλλειν, ὅτι καὶ πρὸς τὸν θεὸν ἐγίνετο καὶ παρ᾽ ἐκείνου ἠκούετο.

Σύ, φησίν, ἔλυσας ἡμῖν, κύριε, «τοῦ θανάτου τὸν φόβον». Σὺ ζωῆς ἀληθινῆς ἀρχὴν ἡμῖν ἐποίησας τὸ τέλος τῆς ἐνταῦθα ζωῆς. Σὺ πρὸς καιρὸν ἡμῶν ὕπνῳ διαναπαύεις τὰ σώματα καὶ πάλιν ἀφυπνίζεις «ἐν τῇ ἐσχάτῃ σάλπιγγι».

Σὺ δίδως παρακαταθήκην τῇ γῇ τὴν ἡμετέραν γῆν, ἣν ταῖς σαῖς χερσὶ διεμόρφωσας, καὶ πάλιν ἀνακωμίζῃ ὃ ἔδωκας, ἀφθαρσίᾳ καὶ χάριτι μεταμορφώσας τὸ θνητὸν ἡμῶν καὶ ἄσχημον. Σὺ ἐρρύσω ἡμᾶς ἐκ τῆς κατάρας καὶ τῆς ἁμαρτίας, ἀμφότερα ὑπὲρ ἡμῶν γενόμενος.

Σὺ «συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος» τοῦ διὰ τοῦ χάσματος τῆς παρακοῆς τῷ λαιμῷ διαλαβόντος τὸν ἄνθρωπον. Σὺ ὡδοποίησας ἡμῖν τὴν ἀνάστασιν, συντρίψας τὰς πύλας τοῦ ᾅδου καὶ «καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου».

Σὺ «ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν» τὸν τύπον τοῦ ἁγίου σταυροῦ εἰς καθαίρεσιν τοῦ ἀντικειμένου καὶ ἀσφάλειαν τῆς ἡμετέρας ζωῆς. Ὁ θεὸς ὁ αἰώνιος, ᾧ «ἐπερρίφην ἐκ κοιλίας μητρός», «ὃν ἠγάπησεν ἡ ψυχή μου» ἐξ ὅλης δυνάμεως, ᾧ ἀνέθηκα καὶ τὴν σάρκα καὶ τὴν ψυχὴν ἀπὸ νεότητός μου καὶ μέχρι τοῦ νῦν, σύ μοι παρακατάστησον φωτεινὸν ἄγγελον τὸν χειραγωγοῦντά με πρὸς τὸν τόπον τῆς ἀναψύξεως, ὅπου «τὸ ὕδωρ τῆς ἀναπαύσεως», παρὰ τοὺς κόλπους τῶν ἁγίων πατέρων.

Ὁ διακόψας τὴν φλόγα τῆς πυρίνης ῥομφαίας, καὶ ἀποδοὺς τῷ παραδείσῳ τὸν ἄνθρωπον τὸν συσταυρωθέντα σοι καὶ ὑποπεσόντα τοῖς οἰκτιρμοῖς σου, κἀμοῦ «μνήσθητι ἐν τῇ βασιλείᾳ σου», ὅτι κἀγὼ σοὶ συνεσταυρώθην, «καθηλώσασα ἐκ τοῦ φόβου σου τὰς σάρκας μου καὶ ἀπὸ τῶν κριμάτων σου φοβηθεῖσα».

Μὴ διαχωρισάτω με τὸ χάσμα τὸ φοβερὸν ἀπὸ τῶν ἐκλεκτῶν σου, μηδὲ ἀντιστήτω ὁ βάσκανος τῇ ὁδῷ μου μηδὲ εὑρεθείη κατενώπιον τῶν ὀφθαλμῶν σου ἡ ἁμαρτία μου, εἴ τι σφαλεῖσα διὰ τὴν ἀσθένειαν τῆς φύσεως ἡμῶν ἐν λόγῳ ἢ ἐν ἔργῳ ἢ κατὰ διάνοιαν ἥμαρτον.

Ὁ ἔχων ἐπὶ γῆς ἐξουσίαν ἀφιέναι ἁμαρτίας, «ἄνες μοι, ἵνα ἀναψύξω» καὶ εὑρεθῶ ἐνώπιόν σου «ἐν τῇ ἀπεκδύσει τοῦ σώματός» μου «μὴ ἔχουσα σπίλον ἢ ῥυτίδα» ἐν τῇ μορφῇ τῆς ψυχῆς μου, ἀλλ᾽ ἄμωμος καὶ ἀκηλίδωτος προσδεχθείη ἡ ψυχή μου ἐν ταῖς χερσί σου «ὡς θυμίαμα ἐνώπιόν σου».

Καὶ ταῦτα ἅμα λέγουσα ἐπετίθει τὴν σφραγῖδα τοῖς ὀφθαλμοῖς καὶ τῷ στόματι καὶ τῇ καρδίᾳ. Καὶ κατ᾽ ὀλίγον ἥ τε γλῶσσα τῷ πυρετῷ καταφρυγεῖσα οὐκέτι διήρθρου τὸν λόγον καὶ ἡ φωνὴ ὑπενεδίδου, καὶ ἐν μονῇ τῇ τῶν χειλέων διαστολῇ καὶ τῇ τῶν χειρῶν κινήσει τὸ ἐν προσευχῇ εἶναι αὐτὴν ἐγινώσκομεν.

Καὶ ἐν τούτοις τῆς ἑσπέρας ἐπιλαβούσης καὶ φωτὸς εἰσκομισθέντος ἀθρόον τὸν τῶν ὀμμάτων διαστείλασα κύκλον καὶ πρὸς τὴν αὐγὴν ἀπιδοῦσα ἔκδηλος μὲν ἦν καὶ φθέγξασθαι τὴν ἐπιλύχνιον εὐχαριστίαν προθυμουμένη· τῆς δὲ φωνῆς ἐπιλειπούσης διὰ τῆς καρδίας καὶ διὰ τῆς τῶν χειρῶν κινήσεως ἐπλήρου τὴν πρόθεσιν καὶ τὰ χείλη πρὸς τὴν ἔνδοθεν ὁρμὴν συνεκινεῖτο· ὡς δὲ ἐπλήρωσε τὴν εὐχαριστίαν καὶ ἡ χεὶρ ἐπαχθεῖσα διὰ τῆς σφραγῖδος τῷ προσώπῳ τὸ πέρας τῆς εὐχῆς διεσήμανε, μέγα τι καὶ βύθιον ἀναπνεύσασα τῇ προσευχῇ τὴν ζωὴν συγκατέληξεν.

Ὡς δὲ ἦν τὸ λοιπὸν ἄπνους τε καὶ ἀκίνητος, μνησθεὶς τῶν ἐντολῶν, ἃς εὐθὺς παρὰ τὴν πρώτην συντυχίαν πεποίητο εἰποῦσα βούλεσθαι τὰς ἐμὰς τοῖς ὀφθαλμοῖς αὐτῆς ἐπιβληθῆναι χεῖρας καὶ δι᾽ ἐμοῦ τὴν νενομισμένην θεραπείαν ἐπαχθῆναι τῷ σώματι, ἐπήγαγον τῷ ἁγίῳ προσώπῳ νεναρκηκυῖαν ἐκ τοῦ πάθους τὴν χεῖρα, ὅσον μὴ δόξαι τῆς ἐντολῆς ἀμελεῖν· οὐδὲν γὰρ τῶν ἐπορθούντων οἱ ὀφθαλμοὶ προσεδέοντο, καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν γίνεται ὕπνου, τοῖς βλεφάροις εὐκόσμως διειλημμένοι· τά τε χείλη προσφυῶς μεμυκότα καὶ αἱ χεῖρες εὐπρεπῶς ἐπανακλιθεῖσαι τῷ στήθει πᾶσά τε ἡ τοῦ σώματος θέσις αὐτομάτως κατὰ τὸ εὔσχημον ἁρμοσθεῖσα οὐδὲν τῆς τῶν κοσμούντων χειρὸς ἐπεδέετο.