Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Βίος τῆς ὁσίας Μακρίνης

Γρηγόριος ὁ Νύσσης

Πένθος, ετοιμασία του σκηνώματος και πάνδημος ενταφιασμός

Ο θρήνος της αδελφότητας, η παρέμβαση του Γρηγορίου, ο ευπρεπισμός του λειψάνου με πενιχρά μέσα, η ολονύκτια ψαλμωδία και η ταφή στον ναό των μαρτύρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 8

Ἐμοὶ δὲ διχόθεν ἐγίνετο πάρετος ἡ ψυχὴ καὶ οἷς τὸ φαινόμενον ἔβλεπον καὶ οἷς τὴν ἀκοὴν διὰ τῆς γοερᾶς τῶν παρθένων οἰμωγῆς περιηχούμην. Τέως μὲν γὰρ ἐν ἡσυχίᾳ διεκαρτέρουν ἐκεῖναι, τῇ ψυχῇ τὴν ὀδύνην ἐγκατακλείουσαι, καὶ τὴν τῆς οἰμωγῆς ὁρμὴν τῷ πρὸς αὐτὴν φόβῳ κατέπνιγον, ὥσπερ δεδοικυῖαι καὶ σιωπῶντος ἤδη τοῦ προσώπου τὴν ἐπιτίμησιν, μή που παρὰ τὸ διατεταγμένον αὐταῖς φωνῆς τινος παρ᾽ αὐτῶν ἐκραγείσης λυπηθείη πρὸς τὸ γινόμενον ἡ διδάσκαλος. Καὶ οἱονεὶ πυρός τινος ἔνδοθεν αὐτῶν τὰς ψυχὰς διασμύχοντος, ἐπεὶ οὐκέτι κατακρατεῖσθαι δι᾽ ἡσυχίας τὸ πάθος ἠδύνατο, ἀθρόως πικρός τις καὶ ἄσχετος ἀναρρήγνυται ἦχος, ὥστε μοι μηκέτι μένειν ἐν τῷ καθεστηκότι τὸν λογισμόν, ἀλλὰ καθάπερ χειμάρρου τινὸς ἐπικλύσαντος ὑποβρύχιον παρενεχθῆναι τῷ πάθει καὶ τῶν ἐν χερσὶν ἀμελήσαντα ὅλον τῶν θρήνων εἶναι.

Καί μοι δικαία πως ἐδόκει καὶ εὔλογος ἡ τοῦ πάθους ἀφορμὴ ταῖς παρθένοις εἶναι. Οὐ γὰρ συνηθείας τινὸς ἢ τῆς κατὰ σάρκα κηδεμονίας τὴν στέρησιν ἀπωδύροντο οὐδ᾽ ἄλλο τι τοιοῦτον οὐδέν, ἐφ᾽ ᾧ πρὸς τὰς συμφορὰς δυσανασχετοῦσιν οἱ ἄνθρωποι, ἀλλ᾽ ὡς τῆς κατὰ θεὸν ἐλπίδος αὐτῆς καὶ τῆς τῶν ψυχῶν σωτηρίας ἀποσχισθεῖσαι ταῦτα ἐβόων καὶ ταῦτα ἐν τοῖς θρήνοις ἀπωλοφύροντο. «Ἐσβέσθη, λέγουσαι, τῶν ὀφθαλμῶν ἡμῶν ὁ λύχνος· ἀπήρθη τὸ φῶς τῆς τῶν ψυχῶν ὁδηγίας· διελύθη τῆς ζωῆς ἡμῶν ἡ ἀσφάλεια· ἤρθη ἡ σφραγὶς τῆς ἀφθαρσίας· διεσπάσθη ὁ σύνδεσμος τῆς ὁμοφροσύνης, συνετρίβη τὸ στήριγμα τῶν ἀτονούντων, ἀφῃρέθη ἡ θεραπεία τῶν ἀσθενούντων. Ἐπὶ σοῦ ἡμῖν καὶ ἡ νὺξ ἀντὶ ἡμέρας ἦν καθαρᾷ ζωῇ φωτιζομένη· νῦν δὲ καὶ ἡ ἡμέρα πρὸς ζόφον μεταστραφήσεται». Χαλεπώτερον δὲ παρὰ τὰς ἄλλας τὸ πάθος ἐξέκαιον αἱ μητέρα αὐτὴν καὶ τροφὸν ἀνακαλοῦσαι. Ἦσαν δὲ αὗται, ἃς ἐν τῷ τῆς σιτοδείας καιρῷ κατὰ τὰς ὁδοὺς ἐρριμμένας ἀνελομένη ἐτιθηνήσατό τε καὶ ἀνεθρέψατο καὶ πρὸς τὸν καθαρόν τε καὶ ἄφθορον βίον ἐχειραγώγησεν.

Ἐπεὶ δέ πως καθάπερ ἐκ βυθοῦ τινος τὴν ἐμαυτοῦ ψυχὴν ἀνελεξάμην πρὸς τὴν ἁγίαν ἐκείνην κεφαλὴν ἀτενίσας, ὥσπερ ἐπιτιμηθεὶς ἐπὶ τῇ ἀταξίᾳ τῶν ἐπιθορυβούντων διὰ τοῦ θρήνου· «Πρὸς ταύτην βλέψατε, εἶπον μεγάλῃ τῇ φωνῇ πρὸς τὰς παρθένους βοήσας, καὶ τῶν παραγγελμάτων αὐτῆς ἀναμνήσθητε, δι᾽ ὧν τὸ ἐν παντὶ τεταγμένον καὶ εὔσχημον παρ᾽ αὐτῆς ἐπαιδεύθητε. Ἕνα καιρὸν δακρύων ὑμῖν ἡ θεία ψυχὴ αὕτη ἐνομοθέτησεν ἐν τῷ τῆς προσευχῆς καιρῷ τοῦτο πράττειν παρεγγυήσασα· ὃ καὶ νῦν ποιεῖν ἔξεστι, τῆς τῶν θρήνων οἰμωγῆς εἰς συμπαθῆ ψαλμῳδίαν μετατεθείσης.» Ταῦτ᾽ ἔλεγον μείζονι τῇ φωνῇ, ὡς ἂν τὸν ἦχον τῶν θρήνων ὑπερηχήσαιμι. Εἶτα μεταστῆναι παρεκάλεσα μικρὸν ἐπὶ τὸν σύνεγγυς οἶκον, καταλειφθῆναι δέ τινας ἐξ αὐτῶν, ὧν ἡδέως ἐν τῇ ζωῇ τὴν θεραπείαν προσίετο.

Ἐν ταύταις ἦν γυνή τις τῶν εὐσχημόνων πλούτῳ καὶ γένει καὶ τῇ τοῦ σώματος ὥρᾳ καὶ τῇ λοιπῇ περιφανείᾳ περίβλεπτος ἐν νεότητι γενομένη· καὶ συνοικισθεῖσά τινι τῶν ἐπὶ μείζονος ἀξίας καὶ βραχὺν συνοικήσασα χρόνον καὶ ἐν νέῳ τῷ σώματι τῆς συζυγίας διαζευχθεῖσα, φύλακά τε καὶ παιδαγωγὸν τῆς χηρείας τὴν μεγάλην Μακρίναν ποιησαμένη, συνῆν τὰ πολλὰ ταῖς παρθένοις τὸν πρὸς ἀρετὴν βίον παρ᾽ αὐτῶν ἐκδιδασκομένη. Οὐετιανὴ δὲ ὄνομα τῇ γυναικί, ἧς ὁ πατὴρ Ἀράξιος ἦν τῶν εἰς τὴν ὕπατον συντελούντων βουλήν· πρὸς ταύτην εἶπον ἀνεπίφθονον εἶναι νῦν γοῦν τὸν φαιδρότερον ἐπιβαλεῖν κόσμον τῷ σώματι καὶ λαμπραῖς ὀθόναις κατακοσμῆσαι τὴν καθαρὰν ἐκείνην καὶ ἀκηλίδωτον σάρκα. Ἡ δὲ μαθεῖν ἔφη χρῆναι, τί τῇ ἁγίᾳ περὶ τούτων καλῶς ἔχειν ἐδοκιμάσθη· μὴ γὰρ εὐαγὲς εἶναι παρὰ τὸ κεχαρισμένον αὐτῇ τι παρ᾽ ἡμῶν γενέσθαι. Πάντως δὲ ὃ τῷ θεῷ φίλον τε καὶ εὐάρεστον, κἀκείνῃ καταθύμιον εἶναι.

Καὶ ἦν τις προτεταγμένη τοῦ χοροῦ τῆς παρθενίας ἐν τῷ τῆς διακονίας βαθμῷ, Λαμπάδιον ὄνομα αὐτῇ· ἣ ἀκριβῶς ἔφη γινώσκειν περὶ τῶν κατὰ τὴν ταφὴν δεδογμένων ἐκείνῃ. Ἐπεὶ δὲ ἠρόμην αὐτὴν περὶ τούτων (παροῦσα γὰρ ἔτυχε τῇ βουλεύσει), ἔφη μετὰ δακρύων ταῦτα λέγουσα· «Τῇ ἁγίᾳ κόσμος ὁ καθαρὸς βίος διεσπουδάσθη· τοῦτο καὶ τῆς ζωῆς ἐγκαλλώπισμα καὶ τοῦ θανάτου ἐντάφιον ἐκείνῃ ἐστί· τὰ δ᾽ ὅσα πρὸς καλλωπισμὸν σώματος βλέπει, οὔτε ἐν τῷ τῆς ζωῆς χρόνῳ προσήκατο οὔτε εἰς τὴν παροῦσαν χρῆσιν ἐταμιεύσατο, ὥστε οὐδὲ βουλομένοις ἡμῖν ἔσται τι πλέον τῆς εἰς αὐτὸ τοῦτο παρασκευῆς παρούσης»—«Καὶ οὐκ ἔστιν ἐν τοῖς ἀποκειμένοις εὑρεῖν, ἔφην ἐγώ, τῶν ἐπικοσμῆσαί τι δυναμένων τὴν ἐκφοράν;» — «Ποίοις, εἶπεν, ἀποκειμένοις; ἐν χερσὶν ἔχεις πᾶν τὸ ἀπόθετον· ἰδοὺ τὸ ἱμάτιον, ἰδοὺ τῆς κεφαλῆς ἡ καλύπτρα, τὰ τετριμμένα τῶν ποδῶν ὑποδήματα· οὗτος ὁ πλοῦτος, αὕτη ἡ περιουσία. Οὐδὲν παρὰ τὸ φαινόμενον ἐν ἀποκρύφοις ἀπόκειται κιβωτοῖς τισιν ἢ θαλάμοις ἠσφαλισμένον.

Μίαν ἀποθήκην ᾔδει τοῦ ἰδίου πλούτου, τὸν θησαυρὸν τὸν οὐράνιον· ἐκεῖ πάντα ἀποθεμένη οὐδὲν ἐπὶ τῆς γῆς ὑπελείπετο». —«Τί οὖν, ἔφην πρὸς αὐτὴν ἐγώ, εἰ τῶν ἐμοί τι πρὸς τὴν ταφὴν ἡτοιμασμένων προσαγάγοιμι μή τι τῶν ἀβουλήτων αὐτῇ διὰ τούτου γενήσεται;» Οὐκ οἴεσθαι ἔφη τοῦτο παρὰ γνώμην εἶναι αὐτῇ· προσέσθαι γὰρ ἂν αὐτὴν καὶ ζῶσαν τὴν τοιαύτην παρὰ σοῦ τιμὴν κατ᾽ ἀμφότερα, διά τε τὴν ἱερωσύνην τὴν ἀεὶ τιμίαν αὐτῇ καὶ διὰ τὴν κοινωνίαν τῆς φύσεως· μηδὲ γὰρ ἂν ἀλλότριον ἑαυτῆς τὸ τοῦ ἀδελφοῦ νομίσαι. Διὰ τοῦτο καὶ ταῖς σαῖς χερσὶ περικοσμηθῆναι τὸ σῶμα διεκελεύσατο.

Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο καὶ ἔδει περισταλῆναι ταῖς ὀθόναις τὸ ἱερὸν σῶμα ἐκεῖνο, διελομένοι τὴν σπουδὴν ἄλλος ἄλλο τι περὶ αὐτὴν ἐπονοῦμεν. Καὶ ἐγὼ μὲν τὴν ἐσθῆτα τῶν ἐμῶν τινι προσαγαγεῖν ἐνεκελευσάμην, ἡ δὲ μνημονευθεῖσα Οὐετιανὴ τὴν ἁγίαν ἐκείνην κεφαλὴν ταῖς ἰδίαις χερσὶ κατακοσμοῦσα, ἐπειδὴ κατὰ τὸν αὐχένα τὴν χεῖρα ἤνεγκεν· «Ἰδού, φησί, πρὸς ἐμὲ βλέψασα, οἷος περιδέραιος κόσμος τῆς ἁγίας ἐξήρτηται.» Καὶ ἅμα τοῦτο λέγουσα ἐκλύσασα τὸν δεσμὸν ἐκ τοῦ κατόπιν προέτεινε τὴν χεῖρα καὶ δείκνυσί μοι σιδήρεον τοῦ σταυροῦ τύπον καὶ δακτύλιόν τινα τῆς αὐτῆς ὕλης, ἅπερ ἀμφότερα λεπτῆς ὁρμιᾶς ἐξημμένα ἐπὶ τῆς καρδίας διὰ παντὸς ἦν.

Καὶ ἐγὼ εἶπον· «Κοινὸν γενέσθω τὸ κτῆμα. Καὶ σὺ μὲν ἔχε τὸ τοῦ σταυροῦ φυλακτήριον· ἐμοὶ δὲ ἀρκέσει ἡ τοῦ δακτυλίου κληρονομία.» Καὶ γὰρ καὶ ἐπὶ τῆς τούτου σφραγῖδος ὁ σταυρὸς ἐγκεχάρακτο· ᾧ ἐνατενίσασά φησι πάλιν πρὸς ἐμὲ ἡ γυνή· «Οὐκ ἀπὸ σκοποῦ σοι γέγονεν ἡ ἐκλογὴ τοῦδε τοῦ κτήματος. Κοῖλος γὰρ κατὰ τὴν σφενδόνην ἐστὶν ὁ δακτύλιος καὶ ἐν αὐτῷ ἐν τοῦ ξύλου τῆς ζωῆς κατακέκρυπται· καὶ οὕτως ἄνωθεν ἡ σφραγὶς τῷ ἰδίῳ τύπῳ μηνύει τὸ ὑποκείμενον.» Ὡς δὲ καὶ περικαλυφθῆναι τῇ ἐσθῆτι τὸ καθαρὸν σῶμα καιρὸς ἦν κἀμοὶ τὴν διακονίαν ταύτην ἡ ἐντολὴ τῆς μεγάλης ἀναγκαίαν ἐποίει, παροῦσα τῷ ἔργῳ καὶ συνεφαπτομένη ἡ τῆς μεγάλης ἐκείνης κληρονομίας ἡμῖν κοινωνήσασα· «Μὴ παραδράμῃς, φησίν, ἀνιστόρητον τὸ μέγιστον τῶν ὑπὸ τῆς ἁγίας ταύτης κατορθωθέντων θαυμάτων.» —«Τί τοῦτο;» ἔφην ἐγώ. Ἡ δὲ μέρος τι τοῦ στήθους παραγυμνώσασα· «Ὁρᾷς, ἔφη, τὸ λεπτὸν τοῦτο καὶ ἀφανὲς ὑπὸ τὴν δέρριν σημεῖον; στίγματι προσέοικε διὰ λεπτῆς ῥαφίδος ἐγγενομένῳ.» Καὶ ἅμα τὸν λύχνον ἐγγύτερον ἐποίει τοῦ δεικνυμένου μοι τόπου. «Τί οὖν, εἶπον, θαυμαστόν, εἰ ἀφανεῖ τινι σημείῳ τὸ σῶμα κατὰ τοῦτο τὸ μέρος ἔστικται;» —«Τοῦτο, φησί, τῆς μεγάλης τοῦ θεοῦ βοηθείας μνημόσυνον τῷ σώματι λείπεται.

Ἐπειδὴ γὰρ ἔφυ ποτέ τι κατὰ τὸ μέρος τοῦτο πάθος ἀνιαρὸν καὶ κίνδυνος ἦν ἢ ἀνατμηθῆναι τὸν ὄγκον ἢ πάντῃ καὶ πάντως εἰς ἀνήκεστον προελθεῖν τὸ κακόν, εἰ τοῖς κατὰ τὴν καρδίαν τόποις πελάσειεν, ἐδέετο μὲν ἡ μήτηρ, φησί, πολλὰ καὶ ἱκέτευε παραδέξασθαι τοῦ ἰατροῦ τὴν ἐπιμέλειαν, ὡς καὶ ταύτης ἐκ θεοῦ τῆς τέχνης ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων καταδειχθείσης. Ἡ δὲ τὸ γυμνῶσαί τι τοῦ σώματος ὀφθαλμοῖς ἀλλοτρίοις τοῦ πάθους χαλεπώτερον κρίνασα, ἑσπέρας καταλαβούσης, ἐπειδὴ τῇ μητρὶ τὴν συνήθη διὰ τῶν χειρῶν ὑπηρεσίαν ἐπλήρωσεν, ἐντὸς γενομένη τοῦ παναγιαστηρίου παννύχιον προσπίπτει τῷ θεῷ τῶν ἰάσεων καὶ τὸ ἀπορρυὲν τῶν ὀφθαλμῶν ὕδωρ πρὸς τὴν γῆν ἀναχέασα τῷ ἐκ τῶν δακρύων πηλῷ φαρμάκῳ πρὸς τὸ πάθος ἐχρήσατο· τῆς δὲ μητρὸς ἀθύμως διακειμένης καὶ πάλιν ἐνδοῦναι τῷ ἰατρῷ παρακαλούσης ἀρκεῖν ἔλεγε πρὸς θεραπείαν ἑαυτῇ τοῦ κακοῦ, εἰ τῇ ἰδίᾳ χειρὶ ἡ μήτηρ ἐπιβάλοι τῷ τόπῳ τὴν ἁγίαν σφραγῖδα. Ὡς δὲ ἐντὸς ἐποιήσατο τοῦ κόλπου τὴν χεῖρα ἡ μήτηρ, ἐφ᾽ ᾧ τε περισφραγίσαι τὸ μέρος, ἡ μὲν σφραγὶς ἐνήργει, τὸ δὲ πάθος οὐκ ἦν. Ἀλλὰ τοῦτο, φησί, τὸ βραχὺ σημεῖον καὶ τότε ἀντὶ τοῦ φρικτοῦ ἑωράθη ὄγκου καὶ μέχρι τέλους παρέμεινεν, ὡς ἄν, οἶμαι, τῆς θείας ἐπισκέψεως μνημόσυνον εἴη πρὸς ἀφορμὴν καὶ ὑπόθεσιν τῆς διηνεκοῦς πρὸς τὸν θεὸν εὐχαριστίας.»

Ἐπεὶ δὲ πέρας εἶχεν ἡμῖν ἡ σπουδὴ καὶ ἐκ τῶν ἐνόντων περιεκοσμήθη τὸ σῶμα, πάλιν φησὶν ἡ διάκονος μὴ πρέπειν νυμφικῶς ἐσταλμένην αὐτὴν ἐν ὀφθαλμοῖς τῶν παρθένων ὁρᾶσθαι. «Ἀλλ᾽ ἔστι μοι, φησί, τῆς μητρὸς τῆς ὑμετέρας τῶν φαιῶν πεφυλαγμένον ἱμάτιον, ὃ ἄνωθεν ἐπιβληθῆναι καλῶς ἔχειν φημί, ὡς ἂν μὴ τῷ ἐπεισάκτῳ διὰ τῆς ἐσθῆτος κόσμῳ τὸ ἱερὸν τοῦτο κάλλος λαμπρύνοιτο.» Ἐκράτει τὰ δεδογμένα καὶ τὸ ἱμάτιον ἐπεβλήθη· ἡ δὲ ἔλαμπε καὶ ἐν τῷ φαιῷ, τῆς θεῖας, οἶμαι, δυνάμεως καὶ ταύτην προσθείσης τὴν χάριν τῷ σώματι, ὥστε κατὰ τὴν τοῦ ἐνυπνίου ὄψιν ἀκριβῶς αὐγάς τινας ἐκ τοῦ κάλλους ἐκλάμπειν δοκεῖν.

Ὡς δὲ ἡμεῖς ἐν τούτοις ἦμεν καὶ αἱ ψαλμῳδίαι τῶν παρθένων τοῖς θρήνοις καταμιχθεῖσαι περιήχουν τὸν τόπον, οὐκ οἶδ᾽ ὅπως ἐν κύκλῳ πανταχόθεν ἀθρόως τῆς φήμης διαχεθείσης πάντες οἱ περιοικοῦντες ἐπὶ τὸ πάθος συνέρρεον, ὡς μηκέτι τὸ προαύλιον ἱκανὸν εἶναι χωρεῖν τοὺς συντρέχοντας. Τῆς οὖν παννυχίδος περὶ αὐτὴν ἐν ὑμνῳδίαις καθάπερ ἐπὶ μαρτύρων πανηγύρεως τελεσθείσης, ἐπειδὴ ὄρθρος ἐγένετο, τὸ μὲν πλῆθος τῶν ἐκ πάσης τῆς περιοικίδος συρρυέντων ἀνδρῶν ἅμα καὶ γυναικῶν ἐπεθορύβει ταῖς οἰμωγαῖς τὴν ψαλμῳδίαν· ἐγὼ δὲ καίτοι γε κακῶς τὴν ψυχὴν ὑπὸ τῆς συμφορᾶς διακείμενος ὅμως ἐκ τῶν ἐνόντων ἐπενόουν, ὡς ἦν δυνατόν, μηδὲν τῶν ἐπὶ τῇ τοιαύτῃ κηδείᾳ πρεπόντων παραλειφθῆναι, ἀλλὰ διαστήσας κατὰ γένος τὸν συρρυέντα λαὸν καὶ τὸ ἐν γυναιξὶ πλῆθος τῷ τῶν παρθένων συγκαταμίξας χορῷ, τὸν δὲ τῶν ἀνδρῶν δῆμον τῷ τῶν μοναζόντων τάγματι, μίαν ἐξ ἑκατέρων εὔρυθμόν τε καὶ ἐναρμόνιον καθάπερ ἐν χοροστασίᾳ τὴν ψαλμῳδίαν γίνεσθαι παρεσκεύασα διὰ τῆς κοινῆς πάντων συνῳδίας εὐκόσμως συγκεκραμένην.

Ὡς δὲ προῄει κατ᾽ ὀλίγον ἡ ἡμέρα καὶ ἐστενοχωρεῖτο πᾶς ὁ περὶ τὴν ἐσχατιὰν τόπος τῷ πλήθει τῶν συρρυέντων, παραστὰς ὁ τῶν τόπων ἐκείνων διὰ τῆς ἐπισκοπῆς προεστώς, Ἀράξιος ὄνομα αὐτῷ (παρῆν γὰρ σὺν παντὶ τῷ τῆς ἱερωσύνης πληρώματι), προάγειν ἠρέμα παρεκάλει τὸ σκήνωμα ὡς πολλοῦ τε ὄντος τοῦ μεταξὺ διαστήματος καὶ τοῦ πλήθους πρὸς τὴν ὀξυτέραν κίνησιν ἐμποδὼν γενησομένου, καὶ ἅμα ταῦτα λέγων προσεκαλεῖτο πάντας τοὺς τῆς ἱερωσύνης αὐτῷ συμμετέχοντας, ὡς ἂν δι᾽ ἐκείνων κομισθείη τὸ σκήνωμα.

Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο καὶ ἐν χερσὶν ἦν ἡ σπουδή, ὑποβὰς τὴν κλίνην ἐγὼ κἀκεῖνον ἐπὶ τὸ ἕτερον μέρος προσκαλεσάμενος, ἄλλων τε δύο τῶν ἐν τῷ κλήρῳ τετιμημένων τὸ ὀπίσθιον τῆς κλίνης μέρος ὑπολαβόντων, ᾔειν τοῦ πρόσω ἐχόμενος βάδην, ὡς εἰκός, καὶ κατ᾽ ὀλίγον ἡμῖν γινομένης τῆς κινήσεως. Τοῦ γὰρ λαοῦ περὶ τὴν κλίνην πεπυκνωμένου καὶ πάντων ἀπλήστως ἐχόντων τοῦ ἱεροῦ ἐκείνου θεάματος οὐκ ἦν εὔπορον ἐν εὐκολίᾳ τὴν πορείαν ἡμῖν διανύεσθαι· προηγεῖτο δὲ καθ᾽ ἑκάτερον μέρος διακόνων τε καὶ ὑπηρετῶν πλῆθος οὐκ ὀλίγον στοιχηδὸν τοῦ σκηνώματος προπομπεύοντες, ἐκ κηροῦ λαμπάδας διὰ χειρὸς ἔχοντες πάντες, καὶ ἦν τις μυστικὴ πομπὴ τὸ γινόμενον, ὁμοφώνως τῆς ψαλμῳδίας ἀπ᾽ ἄκρων ἐπὶ ἐσχάτους καθάπερ ἐν τῇ τῶν τριῶν παίδων ὑμνῳδίᾳ μελῳδουμένης.

Ἑπτὰ δὲ ὄντων ἢ ὀκτὼ τῶν διὰ μέσου σταδίων ἀπὸ τῆς ἐσχατιᾶς ἐπὶ τὸν τῶν ἁγίων μαρτύρων οἶκον, ἐν ᾧ καὶ τὰ τῶν γονέων ἀπέκειτο σώματα, διὰ πάσης σχεδὸν τῆς ἡμέρας μόλις τὴν ὁδὸν διηνύσαμεν. Οὐ γὰρ εἴα τὸ πλῆθος τό τε συνερχόμενον καὶ τὸ ἀεὶ προσγινόμενον κατὰ γνώμην τὴν πρόοδον γίνεσθαι. Ἐπειδὴ οὖν ἐντὸς τῶν θυρῶν τοῦ οἴκου κατέστημεν, ἀποθέμενοι τὴν κλίνην τὰ πρῶτα εἰς προσευχὴν ἐτρεπόμεθα· ἡ δὲ εὐχὴ θρήνων γίνεται ἀφορμὴ τῷ λαῷ. Τῆς γὰρ ψαλμῳδίας κατασιγασθείσης ἐπειδὴ τὸ ἱερὸν ἐκεῖνο πρόσωπον αἱ παρθένοι προσέβλεψαν καὶ ἡ σορὸς ἤδη τῶν γονέων ἀπεκαλύπτετο, ἐν ᾗ καταθέσθαι δεδογμένον ἦν, μιᾶς τινος ἀτάκτως ἐκβοησάσης, ὅτι οὐκέτι μετὰ τὴν ὥραν ταύτην τὸ θεοειδὲς τοῦτο προσβλέψομεν πρόσωπον, ὡς καὶ αἱ λοιπαὶ παρθένοι τὸ ἴσον μετ᾽ αὐτῆς ἐξεβόησαν, σύγχυσις ἄτακτος τὴν εὔτακτον ἐκείνην καὶ ἱεροπρεπῆ ψαλμῳδίαν διέχεε, πάντων πρὸς τὴν τῶν παρθένων οἰμωγὴν ἐπικλασθέντων. Μόλις δέ ποτε καὶ ἡμῶν τὴν σιωπὴν διανευόντων καὶ τοῦ κήρυκος εἰς εὐχὴν ὑφηγουμένου καὶ τὰς συνήθεις ἐμβοῶντος τῇ ἐκκλησίᾳ φωνάς, κατέστη πρὸς τὸ σχῆμα τῆς εὐχῆς ὁ λαός.

Καὶ ἐπειδὴ τὸ πρέπον ἡ προσευχὴ πέρας ἔλαβε, φόβος μέ τις τῆς θείας ἐντολῆς εἰσέρχεται τῆς κωλυούσης πατρὸς ἢ μητρὸς ἀνακαλύπτειν ἀσχημοσύνην. Καὶ πῶς, ἔφην, ἔξω τοῦ τοιούτου γενήσομαι κατακρίματος, ἐν τοῖς τῶν γονέων σώμασι βλέπων τὴν κοινὴν τῆς ἀνθρωπίνης φύσεως ἀσχημοσύνην, διαπεπτωκότων ὡς εἰκὸς καὶ λελυμένων καὶ εἰς εἰδεχθῆ καὶ δυσάντητον ἀμορφίαν μεταβληθέντων;

Ταῦτα δέ μοι λογιζομένῳ καὶ τῆς τοῦ Νῶε κατὰ τοῦ παιδὸς ἀγανακτήσεως ἐπιτεινούσης τὸν φόβον συμβουλεύει τὸ πρακτέον ἡ ἱστορία τοῦ Νῶε. Ἐπεκαλύφθη γὰρ σινδόνι καθαρᾷ πρὶν ἐν ὀφθαλμοῖς ἡμῶν γενέσθαι τὰ σώματα τῇ τοῦ πώματος ἐπάρσει καθ᾽ ἑκάτερον ἄκρον τῆς σινδόνος ἀντεισιούσης· καὶ οὕτως ὑποκρυφθέντων τῇ σινδόνι τῶν σωμάτων ἀράμενοι τῆς κλίνης τὸ ἱερὸν ἐκεῖνο σῶμα ἐγώ τε καὶ ὁ μνημονευθεὶς τῶν τόπων ἐπίσκοπος τῇ μητρὶ παρακατεκλίναμεν κοινὴν ἀμφοτέραις πληροῦντες εὐχήν· τοῦτο γὰρ παρὰ πᾶσαν τὴν ζωὴν συμφώνως ἀμφότεραι τὸν θεὸν ᾐτοῦντο, ἀνακραθῆναι μετὰ τὸν θάνατον ἀλλήλοις τὰ σώματα καὶ τὴν κατὰ τὸν βίον ἐν τῇ ζωῇ κοινωνίαν μηδὲ ἐπὶ τῷ θανάτῳ διαζευχθῆναι.