Ἔργον
Γρηγόριος ὁ Νύσσης – Βίος τῆς ὁσίας Μακρίνης
Διήγηση θαύματος και επίλογος
Η αφήγηση ενός στρατιώτη για τη θαυματουργική ίαση της κόρης του και ο επίλογος του βίου με την αποσιώπηση άλλων θαυμάτων προς αποφυγήν της απιστίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Διήγηση θαύματος και επίλογος
Η αφήγηση ενός στρατιώτη για τη θαυματουργική ίαση της κόρης του και ο επίλογος του βίου με την αποσιώπηση άλλων θαυμάτων προς αποφυγήν της απιστίας.
Ἐπεὶ δὲ πάντα ἡμῖν τὰ ἐν τῇ κηδείᾳ νενομισμένα πεπλήρωτο καὶ ἔδει τῆς ἐπανόδου γενέσθαι, ἐπιπεσὼν τῷ τάφῳ καὶ τὴν κόνιν ἀσπασάμενος εἰχόμην πάλιν τῆς ὁδοῦ κατηφής τε καὶ δεδακρυμένος, λογιζόμενος ὅσου ἀγαθοῦ διεζεύχθη ὁ βίος. Κατὰ δὲ τὴν ὁδὸν ἀνήρ τις τῶν ἐν στρατείᾳ λαμπρῶν στρατιωτικὴν ἡγεμονίαν ἔχων ἐν πολίχνῃ τινὶ τῶν κατὰ τὸν Πόντον, ᾗ Σεβαστόπολις ὄνομα, μετὰ τῶν ὑπηκόων ἐνδιαιτώμενος ἀπήντησέ τε φιλοφρόνως κατ᾽ αὐτὴν γενομένῳ καὶ τὴν συμφορὰν ἀκούσας καὶ χαλεπῶς ἐνεγκὼν (ἦν γὰρ δὴ τῶν ἐκ γένους ἡμῖν οἰκείων τε καὶ ἐπιτηδείων), προσέθηκέ μοί τι διήγημα τοῦ κατ᾽ αὐτὴν θαύματος, ὃ δὴ καὶ μόνον ἐγγράψας τῇ ἱστορίᾳ, καταπαύσω τὴν συγγραφήν. Ἐπειδὴ γὰρ ἐπαυσάμεθα τῶν δακρύων καὶ εἰς ὁμιλίαν κατέστημεν· «Ἄκουε, φησὶ πρός με λέγων ἐκεῖνος, οἷον καὶ ὅσον ἀγαθὸν τῆς ἀνθρωπίνης μετέστη ζωῆς.» Καὶ ταῦτα εἰπὼν οὕτως ἄρχεται τοῦ διηγήματος. «Ἐγένετό τις ἡμῖν ἐπιθυμία ποτὲ τῇ τε γαμετῇ καὶ ἐμοὶ καταλαβεῖν κατὰ σπουδὴν τὸ τῆς ἀρετῆς φροντιστήριον· οὕτω γὰρ οἶμαι χρῆναι, φησί, τὸν χῶρον ἐκεῖνον κατονομάζεσθαι, ἐν ᾧ τὴν διαγωγὴν εἶχεν ἡ μακαρία ψυχή.
Συνῆν δὲ ἡμῖν καὶ τὸ θυγάτριον, ᾧ τις ἐκ λοιμώδους ἀρρωστίας συνέβη περὶ τὸν ὀφθαλμὸν συμφορά· καὶ ἦν θέαμα εἰδεχθὲς καὶ ἐλεεινόν, παχυνθέντος τοῦ περὶ τὴν κόρην χιτῶνος καὶ ἐκ τοῦ πάθους ὑπολευκαίνοντος. Ὡς δὲ ἐντὸς ἦμεν τῆς θείας ἐκείνης διαγωγῆς, διελόμενοι κατὰ γένος τὴν ἐπίσκεψιν τῶν ἐν τόπῳ φιλοσοφούντων ἐγώ τε καὶ ἡ ὁμόζυγος, ἐγὼ μὲν ἐν τῷ ἀνδρῶνι ἤμην, ὧν καθηγεῖτο Πέτρος ὁ σὸς ἀδελφός, ἡ δὲ τοῦ παρθενῶνος ἐντὸς γενομένη τῇ ἁγίᾳ συνῆν. Συμμέτρου δὲ διαγενομένου ἐν τῷ μεταξὺ διαστήματος, καιρὸν εἶναι τοῦ ἀποχωρεῖν τῆς ἐσχατιᾶς πάλιν ἐκρίναμεν, καὶ ἤδη πρὸς τοῦτο ἦν ἡμῖν ἡ ὁρμή, σύμφωνος δὲ παρ᾽ ἑκατέρων ἡ περὶ ἡμᾶς φιλοφροσύνη ἐγίνετο. Ἐμοί τε γὰρ ὁ σὸς ἀδελφὸς μένειν ἐνεκελεύετο καὶ μετασχεῖν τῆς φιλοσόφου τραπέζης· ἥ τε μακαρία τὴν ἐμὴν γαμετὴν οὐ μεθίει, ἀλλ᾽ ἐν κόλποις ἔχουσα τὸ θυγάτριον οὐ πρότερον ἔλεγεν ἀποδώσειν, πρὶν τράπεζαν αὐτοῖς παραστήσασθαι, καὶ τῷ τῆς φιλοσοφίας δεξιώσασθαι πλούτῳ· φιλοῦσα δὲ οἷα εἰκὸς τὸ παιδίον καὶ προσάγουσα τὸ στόμα τοῖς ὀφθαλμοῖς, ἐπειδὴ εἶδε τὸ περὶ τὴν κόρην πάθος, »Ἐάν μοι, φησί, δῶτε τὴν χάριν καὶ τῆς τραπέζης ἡμῖν κοινωνήσητε, ἀντιδώσω μισθὸν ὑμῖν τῆς τοιαύτης ὑμῶν τιμῆς οὐκ ἀνάξιον«—»Τίνα τοῦτον;» εἰπούσης τῆς τοῦ παιδίου μητρός, «Ἔστι μοι φάρμακον, ἡ μεγάλη φησίν, ὃ δυνατῶς ἔχει τὸ κατὰ τὸν ὀφθαλμὸν πάθος ἰάσασθαι».
Ἐπὶ τούτοις δηλώματός μοι παρὰ τῆς γυναικωνίτιδος ἥκοντος τοῦ τὴν ὑπόσχεσιν ἐκείνην καταμηνύσαντος ἄσμενοι παρεμείναμεν, μικρὰ φροντίσαντες τῆς ἐπειγούσης ἡμᾶς πρὸς τὴν ὁδοιπορίαν ἀνάγκης.
Ὡς δὲ τέλος εἶχεν ἡ εὐωχία καὶ πλήρης ἦν ἡμῖν ἡ ψυχή, τοῦ μὲν μεγάλου Πέτρου ταῖς οἰκείαις χερσὶν εὐωχοῦντος ἡμᾶς καὶ φαιδρύνοντος, τῆς δὲ ἁγίας Μακρίνης διὰ πάσης εὐπρεποῦς θυμηδίας τὴν ὁμόζυγον ἡμῶν ἀνιείσης, οὕτω φαιδροί τε καὶ γεγηθότες τὴν αὐτὴν ὁδὸν ἐπανῄειμεν, διήγημα τῷ ἑτέρῳ τὰ καθ᾽ ἑαυτὸν ἑκάτερος ἐν τῇ ὁδοιπορίᾳ ποιούμενοι. Κἀγὼ μὲν διεξῄειν ἐκ τοῦ ἀνδρῶνος ὅσα τε εἶδον καὶ ὅσα ἤκουσα, ἐκείνη δὲ τὰ καθ᾽ ἕκαστον ἐκδιηγουμένη καθάπερ ἐφ᾽ ἱστορίας οὐδὲν ᾤετο δεῖν οὐδὲ τῶν μικρῶν παραλανθάνειν· ἀκολούθως δὲ πάντα καθάπερ ἐπὶ συγγραφῆς διεξιοῦσα ὡς κατὰ τὸ μέρος ἐγεγόνει ἐκεῖνο, ἐν ᾧ ἡ ὑπόσχεσις ἦν τῆς τοῦ ὀφθαλμοῦ θεραπείας, ἐγκόψασα τὴν διήγησιν «Τί τοῦτο, φησί, πεπόνθαμεν; πῶς τῆς ὑποσχέσεως ἠμελήσαμεν, τὸ ἐπαγγελθὲν ἡμῖν ἐκεῖνο ἐν κολλυρίῳ φάρμακον;».
Κἀμοῦ συνδυσχεραίνοντος ἐπὶ τῇ ἀμελείᾳ καί τινα διὰ τάχους ἐκδραμεῖν ἐπὶ τὸ φάρμακον ἐγκελευσαμένου βλέπει κατὰ τὸ συμβὰν πρὸς τὴν μητέρα ἐν ταῖς χερσὶν ὂν τῆς τιθηνουμένης τὸ νήπιον, καὶ ἡ μήτηρ τοῖς ὀφθαλμοῖς τοῦ παιδίου ἐνατενίσασα «Παύου, φησί, δυσχεραίνων ἐπὶ τῇ ἀμελείᾳ», μεγάλῃ τοῦτο τῇ φωνῇ ὑπὸ χαρᾶς ἅμα καὶ ἐκπλήξεως λέγουσα· «Ἰδοὺ γὰρ οὐδὲν ἐλλέλειπται ἡμῖν τῶν ἐπηγγελμένων, ἀλλὰ τὸ ἀληθινὸν ἐκείνης φάρμακον τὸ τῶν παθημάτων ἰατικόν, ὅπερ ἐστὶν ἡ ἐκ τῶν εὐχῶν θεραπεία, καὶ ἔδωκε καὶ ἐνεργὸν ἤδη γέγονε, καὶ ὑπολέλειπται τῆς κατὰ τὸν ὀφθαλμὸν ἀρρωστίας οὐδ᾽ ὁτιοῦν, τῷ θείῳ ἐκείνῳ φαρμάκῳ κεκαθαρμένον».
Καὶ ἅμα ταῦτα διεξιοῦσα αὐτή τε τὸ παιδίον ἐνηγκαλίζετο καὶ ταῖς ἐμαῖς ἐνετίθει χερσί. Κἀγὼ τότε τὰ ἀπιστούμενα κατὰ τὸ εὐαγγέλιον θαύματα τῇ διανοίᾳ λάβων «Τί μέγα, εἶπον, διὰ χειρὸς θεοῦ τυφλοῖς τὰς ὄψεις ἀποκαθίστασθαι, ὁπότε νῦν ἡ δούλη αὐτοῦ τὰς ἰάσεις ἐκείνας κατορθοῦσα τῇ εἰς αὐτὸν πίστει πρᾶγμα κατείργασται οὐ πολὺ τῶν θαυμάτων ἐκείνων ἀπολειπόμενον;»» Ταῦτα λέγων μεταξὺ λυγμῷ τὴν φωνὴν ἐνεκόπτετο, τῶν δακρύων ἐπιρρυέντων τῷ διηγήματι. Τὰ μὲν οὖν παρὰ τοῦ στρατιώτου ταῦτα.
Ὅσα δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῶν συνεζηκότων αὐτῇ καὶ δι᾽ ἀκριβείας τὰ κατ᾽ αὐτὴν ἐπισταμένων ἠκούσαμεν, οὐκ ἀσφαλὲς οἶμαι προσθεῖναι τῷ διηγήματι. Οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων πρὸς τὰ ἑαυτῶν μέτρα τὸ πιστὸν ἐν τοῖς λεγομένοις κρίνουσι, τὸ δὲ ὑπερβαῖνον τὴν τοῦ ἀκούοντος δύναμιν ὡς ἔξω τῆς ἀληθείας ταῖς τοῦ ψεύδους ὑπονοίαις ὑβρίζουσι. Διὸ παρίημι τὴν ἄπιστον ἐκείνην ἐν τῷ λιμῷ γεωργίαν, πῶς ἐκβαλλόμενος ὁ πρὸς τὴν χρείαν σῖτος οὐδεμίαν αἴσθησιν ἐποίει τῆς ὑφαιρέσεως, ἐν τῷ ὁμοίῳ διαμένων ὄγκῳ καὶ πρὶν διαδοθῆναι ταῖς τῶν αἰτούντων χρείαις καὶ μετὰ τοῦτο, καὶ ἄλλα τούτων παραδοξότερα, παθῶν ἰάσεις καὶ δαιμόνων καθάρσεις καὶ ἀψευδεῖς προρρήσεις τῶν ἐκβησομένων· ἃ πάντα τοῖς μὲν δι᾽ ἀκριβείας ἐγνωκόσιν ἀληθῆ εἶναι πιστεύεται, κἂν ὑπὲρ πίστιν ᾖ, ἐπὶ δὲ τῶν σαρκωδεστέρων ἔξω τοῦ ἐνδεχομένου νομίζεται, οἳ οὐκ ἴσασιν ὅτι «κατὰ τὴν ἀναλογίαν τῆς πίστεως» καὶ ἡ τῶν χαρισμάτων διανομὴ παραγίνεται, μικρὰ μὲν τοῖς ὀλιγοπιστοῦσι, μεγάλη δὲ τοῖς πολλὴν ἔχουσιν ἐν ἑαυτοῖς τὴν εὐρυχωρίαν τῆς πίστεως. Ὡς ἂν οὖν μὴ βλαβεῖεν οἱ ἀπιστότεροι ταῖς τοῦ θεοῦ δωρεαῖς ἀπιστοῦντες, τούτου ἕνεκεν καθεξῆς ἱστορεῖν περὶ τῶν ὑψηλοτέρων θαυμάτων παρῃτησάμην, ἀρκεῖν ἡγούμενος τοῖς εἰρημένοις περιγράψαι τὴν περὶ αὐτῆς ἱστορίαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.