Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀπολογητικοί λόγοι

Γρηγόριος Παλαμᾶς

Ανασκευή της επιστολής του Πατριάρχη Αντιοχείας και ιστορικό των ησυχαστικών ερίδων

Αναίρεση των συκοφαντιών του Πατριάρχη Αντιοχείας, εξιστόρηση του μοναχικού βίου του συγγραφέα, αναδρομή στις συνοδικές συγκρούσεις και αναφορά στη δικαίωσή του από την Εκκλησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 6 από 9

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΟΤΙ ΚΑΙ ΤΟ ΤΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΚΑΤΑ ΤΟΥ ΠΑΛΑΜΑ ΓΡΑΜΜΑ ΨΕΥΔΟΣ ΕΣΤΙΝ ΑΥΤΟΧΡΗΜΑ ΚΑΙ Τῼ ΣΥΝΟΔΙΚῼ ΤΕ ΚΑΙ ΑΓΙΟΡΕΙΤΙΚῼ ΤΟΜῼ ΔΙΑ ΠΑΝΤΩΝ ΑΝΤΙΘΕΤΟΝ, ΔΙΟ ΚΑΙ ΚΑΤΑ ΤΩΝ ΕΥΣΕΒΩΝ ΕΣΤΙ ΠΑΝΤΩΝ ΚΑΙ ΤΟΥ ΤΩΝ ΕΥΣΕΒΩΝ ΒΑΣΙΛΕΩΣ ΚΑΙ ΤΗΣ ΕΥΣΕΒΕΙΑΣ ΑΥΤΗΣ, ΚΑΤ’ ΑΥΤΟΥ ΔΕ ΜΑΛΑΟΝ ΩΣ ΑΛΗΘΩΣ ΤΟΥ ΓΡΑΨΑΙ ΤΟΥΤΟ ΠΑΡΑ ΤΩΝ ΒΑΡΛΑΑΜΙΤΩΝ ΕΞΗΠΑΤΗΜΕΝΟΥ Εἰς καιρὸν ἄρα τῆς Ἰερεμίου μνησθήσομαι φωνῆς, μετ’ αὐτοῦ κἀγὼ λέγων νῦν· «ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς· οἱ προφῆται προεφήτευσαν ἄδικα καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν». Ἀλλὰ καὶ τῶν δι’ αὐτοῦ παρὰ τοῦ θεοῦ εἰρημένων, «ὅτι ποιμένες ἠφρονεύσαντο», «ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ᾔσχυναν μερίδα ἐπιθυμητήν, παρέδωκαν αὐτὴν εἰς ἀπώλειαν». Ὁ γὰρ Θεουπόλεως αὐχῶν εἶναι πατριάρχης καὶ πρόεδρος πρὸς τὸν Κωνσταντινουπόλεως παρὼν παρόντα γράμματα συντίθησί τε καὶ ἀνατίθησι, κἀκεῖνον μαρτυρεῖ καὶ πρᾶξαι καὶ γράψαι τὰ πρὸς ἀπώλειαν συνωθοῦντα, τὰς ὑπὸ χεῖρα ψυχάς, ὡς ἐσχάτης δυσσεβείας τε καὶ ἀδικίας ὄντα μεστὰ καὶ παντὸς ψεύδους καὶ παντὸς σχεδὸν εἴδους συκοφαντίας ἀνάπλεω.

Ἐπὶ παντὸς γὰρ ἐγκλήματος σύνοδος συγκροτεῖται καὶ δικαστήριον προκαθίζει καὶ τοῦ ἐγκληθέντος παρόντος καὶ τοῦ ἐγκαλοῦντος κατὰ πρόσωπον ἑστηκότος, φιλαλήθης ἐξέτασίς τε καὶ κρίσις—εἴπερ οἱ ἔφοροι τῆς δίκης ἀδέκαστοι— γίνεται καὶ ἡ ἀπόφασις ἕπεται καὶ τὸ ἀναπεφηνὸς ἀπὸ τῆς κρίσεως δίκαιον καταγράφεταί τε καὶ ὑπογράφεται παρὰ τῶν ἱεραρχῶν τε καὶ κριτῶν εἰς βεβαίωσιν. Εἰ δέ τις ἀρχιερεύς τε καὶ κριτὴς εἶναι λαχών, εἶτα χωρὶς ἐξετάσεώς τε καὶ κρίσεως ἐννόμου καὶ κανονικῆς ἀποφαίνεται, κατάκριτός ἐστιν ὡς ἀληθῶς, ἀλλ’ οὐ κριτὴς ἀληθής. Εἰ δὲ καὶ γραφῇ παραδοῦναι τολμήσει τὰς ἀκρίτους ἀποφάσεις αὐτοῦ, πόσῳ μᾶλλον κατακρίσεως ἄξιος;

Εἰ δὲ καὶ περὶ εὐσεβείας ὁ λόγος εἴη καὶ γεγονυίας ἐξετάσεως, κρίσεώς τε καὶ ἀποφάσεως, ἐπὶ συνόδου, καὶ ταῦτα τοιαύτης, ἐφ’ ἧς καὶ βασιλεὺς αὐτὸς προεκάθητο καὶ ἡ σύγκλητος πᾶσα καὶ οἱ καθολικοὶ παρῆσαν τῶν Ῥωμαίων κριταὶ καὶ συνοδικῶν προβάντων γραμμάτων καὶ τῶν καταψηφισθέντων ἀφορισμῷ καθυποβληθέντων ἐγγράφῳ καὶ ἀναθέματι φρικωδεστάτῳ, εἶτά τις ὕστερον τοὺς μὲν ἐκεῖ τούτοις ὑποπεσόντας ἐνδίκως κοινωνοὺς προσίεται καὶ χειροτονίας ἱερᾶς ἀξιοῖ καὶ συλλειτουργοὺς οἰκείους καὶ προέδρους ποιεῖται τῆς ἐκκλησίας, τοὺς δὲ παρρησίᾳ δικαιωθέντας καὶ ὡς συνηγόρους τῆς εὐσεβείας ἐπαινεθέντας καταδικάζει καὶ ἀποβάλλεται, ὁ τοιοῦτος οὐχ ἁπλῶς ὑπεύθυνος, ἀλλὰ τῆς τῶν προκαταψηφισθέντων ἐκείνων καταδίκης φανερός ἐστι κληρονόμος, κἂν ἐκεῖνοι δυσσεβεῖς, οὐδ’ αὐτός ἐστιν εὐσεβής.

Τοῦτο τοίνυν πράξαντες, μᾶλλον δὲ παθόντες οἱ ἀρχιποίμενες εἶναι τῆς ἱερᾶς ἐκκλησίας βρενθυόμενοι νῦν, ἆρ’ οὐ δηλητηρίου παντὸς ὀλεθριώτερον πόμα, δυσσεβείᾳ κεκραμένον καὶ ἀδικίᾳ διὰ τῶν ἐνταῦθα πρὸς ἐξέτασιν προτεθειμένων γραμμάτων τοῖς αὐτοῖς πειθομένοις προτείνουσιν, αὐτοὶ πρότερον οὕτω δαψιλῶς ἐμφορηθέντες τοῦ πονηροῦ καὶ δυσσεβοῦς τούτου κράματος, ὡς ἐκ κρουνῶν τινων οἷον τῶν αὐτῶν στομάτων ὑπερεκβλύζειν καὶ ἀναδίδοσθαι, φεῦ, τὸ πολυσχιδὲς ψεῦδος καὶ τὴν πολύχυτον ἀπάτην τῆς δυσσεβείας, ἧς καὶ τοῦτο τὸ γράμμα δεῖγμα; «Ἀπέρχεται μὲν γάρ», φησίν, «ἡ μετριότης ἡμῶν εἰς τὴν ἐκκλησίαν αὐτῆς, ἣν Χριστοῦ χάριτι γνησίως κεκλήρωται». Ποῖος κλῆρος, ποία μερίς, τίς γνησιότης πρὸς τὴν Χριστοῦ ἐκκλησίαν, τῷ συνηγόρῳ τοῦ ψεύδους, ἐκκλησίαν, ἣ «στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας» κατὰ Παῦλόν ἐστιν, ἣ καὶ μένει χάριτι Χριστοῦ διηνεκῶς ἀσφαλὴς καὶ ἀκράδαντος, ἐστηριγμένη παγίως οἷς ἐπεστήρικται ἡ ἀλήθεια; Καὶ γὰρ οἱ τῆς τοῦ Χριστοῦ ἐκκλησίας τῆς ἀληθείας εἰσί· καὶ οἱ μὴ τῆς ἀληθείας ὄντες οὐδὲ τῆς τοῦ Χριστοῦ ἐκκλησίας εἰσί, καὶ τοσοῦτο μᾶλλον, ὅσον ἂν καὶ σφῶν αὐτῶν καταψεύδοιντο, ποιμένας καὶ ἀρχιποίμενας ἱεροὺς ἑαυτοὺς καλοῦντες καὶ ὑπ’ ἀλλήλων καλούμενοι· μηδὲ γὰρ προσώποις τὸν χριστιανισμόν, ἀλλ’ ἀληθείᾳ καὶ ἀκριβείᾳ πίστεως χαρακτηρίζεσθαι μεμυήμεθα.

Πῶς δὲ καὶ «Χριστοῦ χάριτι τὴν ἐκκλησίαν κεκλήρωται», ὁ τὴν τοῦ Χριστοῦ θείαν χάριν εἰς κτίσμα κατασπῶν, ὡς τοῖς κατ’ αὐτῆς μεμηνόσι Βαρλαὰμ καὶ Ἀκινδύνῳ συνᾴδων; Ἀλλὰ καὶ «ἀπέρχεσθαι», φησί, «σὺν θεῷ», ὁ πρὶν ἧφθαι τῆς ὁδοῦ τοῖς ἀθέοις τὴν χεῖρα χρήσας καὶ τῷ καταλόγῳ τῶν τοιούτων ἑαυτὸν ἐντεῦθεν ἐγγράψας καὶ τοῦτ’ ἀντὶ πάντων εἰσενεγκὼν τῷ κοινωνοὺς καὶ συλλειτουργοὺς προσεμένῳ, τὸν τῶν βαρλααμιτῶν ἄθεόν τε καὶ πολύθεον ὅμιλον, μᾶλλον δὲ καὶ τοῦθ’ ὡς εἰσὶν οἵ φασι προσθεὶς τῷ μισθώματι.

Ἀντὶ τίνων δὴ πάντων; Καὶ τίς οὐκ οἶδεν ὅσα σχεδὸν ἡ μεγαλόπολις αὕτη πᾶσα κατὰ τῆς εὐσεβείας, κατὰ τῆς πολιτείας, κατὰ τῶν ἠθῶν τοῦ ἀνδρὸς ἐβόων, καὶ οὐδὲ νῦν πω βοῶντες διαλελοίπασιν; Ἀλλὰ πάντας καὶ πάντα πρὸς ὃν οὗτος τὸ καθ’ ἡμῶν τουτὶ γράμμα ποιεῖται καὶ ἀνατίθησι παρ’ οὐδὲν ἔθετο, μόνον ὡς εἶδεν ἑτοιμότατον ὄντα ταῖς Ἀκινδύνου δυσσεβείαις συνήγορον· ὃς ἑξῆς, «παρόντος δέ μου», φησί, τῇ «θεοδοξάστῳ Κωνσταντινουπόλει, ἀνεφάνη τις μοναχός, Παλαμᾶς ὀνομαζόμενος, γράφων καὶ κηρύττων ἀλλότρια δόγματα τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ ἐναντία τοῖς θείοις ὅροις τῆς εὐσεβείας».

Τίς ταῦτ’ ἀκούσας τῶν εἰδότων τὰ κατὰ τὸν Παλαμᾶν τοῦτον οὐ πατέρας ἀποφανεῖται ψεύδους τούτους, ὅς τε καὶ πρὸς ὃν ταῦτα γράφει καὶ ἀνατίθησιν, οἵ, νομίσαντες ὡς εἰ συμφώνως τὸ ψεῦδος φαῖεν, οὐκ ἂν αὐτοὶ γενήσονται ψεῦσται περιφανεῖς, ἀλλὰ τὸ ψεῦδος ἀλήθεια; Κἂν εἰ μὴ τοῦτο —καὶ γὰρ πάντη τῶν ἀδυνάτων—, δόξει γε μὴν κλέπτον τοὺς ἐντυγχάνοντας διὰ τὴν τῶν λεγόντων ἀξίαν, ἔλαβον ἑαυτοὺς ἀντιθέτους δείξαντες ἐναργῶς, τῷ πρὸς ὅν φησιν ὁ Δαυΐδ, «ὡς ἀρχὴ τῶν λόγων σου ἀλήθεια» καὶ «ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου» καὶ οὗ «πᾶσαι αἱ ἐντολαὶ πισταί, ἐστηριγμέναι ἐν ἀληθείᾳ τε καὶ εὐθύτητι». Καὶ γὰρ ἀρχὴ τῶν λόγων αὐτοῖς τὸ ψεῦδός ἐστι· καὶ διὰ τῶν ἑξῆς· δόλῳ συμμιγὲς εἰς τέλος χωρεῖ, προχωροῦν ἐπὶ τὸ χεῖρον ἀεὶ καὶ καταλῆγον, ὡς εἰπεῖν, εἰς ἕδραν ἀνέδραστον.

Ὅ γε μὴν ἀναδεδεγμένος ἐκ τοῦ παρ’ αὐτοῦ δεδιδαγμένου τὸ ψεῦδος ἔγγραφον, χώραν οὐχ ὁρῶν ἐνταῦθα τὴν γνώμην ἔχουσαν, ἀφανὲς τοῖς ἐνθάδε τουτὶ τὸ γράμμα τηρεῖ· καὶ εἶχεν ἂν ὧδε τὸ σκότος εἰς τέλος τὸ ψεῦδος παρὰ τοῦ καθηγεμόνος τῶν τοιούτων φρουρούμενον, εἰ μὴ πόρρωθεν, οἷόν τις κακοῦργος, φωραθέν τε καὶ συλληφθέν, δέσμιον ἤχθη πρὸς ἡμᾶς ἔναγχος. Ἀλλ’ ἐνιαυτοῦ παρωχηκότος ἑνός, ἐξ ὅτου τῶν ἐνθάδ’ ἀπῆρεν ὁ τοῦτο γράψας πρὸς Θεσσαλονίκην, ὁ τοῦτ’ ἔχων ἐντεθησαυρισμένον, ἐλπίζων ἀνύσειν τι καθ’ ἡμῶν ἀποστέλλει, μηδαμῶς ἡμῶν ἐγνωκότων, παρ’ ἧς ἡμῖν πεμφθὲν ἐμφανίζεται νῦν, αὐτοῦ μηδαμῶς ἑκόντος, ἐν ᾧ φησιν ὁ ψευδογράφος, «ὡς ἀνεφάνη τις μοναχὸς Παλαμᾶς ὀνομαζόμενος, παρόντος αὐτοῦ τῇ Κωνσταντινουπόλει».

Βαβαὶ τῆς ἀνερυθριάστου ψευδορρημοσύνης! «Παρόντος αὐτοῦ», φησίν, «ὁ Παλαμᾶς ἀνεφάνη»· ὃς μηδ’ εἰς λόγους μηδ’ εἰς ὄψιν ἦλθεν αὐτῷ ποτε τὸ παράπαν, οὐ καθ’ ὁδόν, οὐ κατ’ οἶκον, οὐ συνεκκλησιάζοντι τοῖς ἐνταῦθα προέδροις, οὐ καθ’ ἑαυτὸν διατρίβοντι. Δυσὶ γὰρ ἐνιαυτοῖς πρότερον ἢ τοῦτον ἐπιδημῆσαι τῇ Κωνσταντίνου, προόδων εἴργεται διὰ τὸ μὴ συναινεῖν ἐθέλειν ταῖς κακονοίαις τοῦ τοιαῦτα γράφειν ἀναπείσαντος αὐτὸν πατριάρχου παρ’ αὐτοῦ συκοφαντηθεὶς ἐπὶ τῶν κρατούντων, ὅπερ ἔθος παλαιόν ἐστι τοῖς οἷος αὐτός, ἅτε μὴ παρὰ τῆς ἀληθείας ἔχουσι τὸ δύνασθαι· «ἐὰν γὰρ τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ καίσαρος», τῷ Πιλάτῳ κατὰ τοῦ κυρίου προσεφώνουν οἱ Ἰουδαῖοι. Κἀν τῇ Θετταλίᾳ περὶ Παύλου καὶ Σίλα πρὸς τοὺς πολιτάρχας ἐβόων· «οὗτοι οἱ ἄνθρωποι ἀπεναντίας πράσσουσι τοῖς τοῦ Καίσαρος δόγμασι». Καὶ τὸν ἐπ’ εὐσεβείᾳ μέγιστον βασιλέα κατὰ τοῦ μεγάλου κεκινήκασιν Ἀθανασίου, συκοφαντοῦντες οἱ τὰ Ἀρείου φρονοῦντες, ὡς τοὺς εἰθισμένους ἐν Ἀλεξανδρείᾳ κωλύειν οὗτος ἐγχειρεῖ φόρους. Πῶς οὖν «αὐτοῦ παρόντος ἀνεφάνη ὁ μοναχός», ὅν φησιν οὗτος τοιοῦτος, ὁ πρὸ τοσούτου μικροῦ τοῖς πᾶσιν ἀφανὴς διαμένων, ἅτε κατάκλειστος ὤν; Καὶ σκοπεῖτε τῆς πονηρίας τὴν ὑπερβολὴν ὅση;

Καὶ γὰρ αὐτοκατάγνωστον ἔχων τὸ συνειδός, ἐκ τῆς τελευτῆς τοῦ γράμματος συσκιάσας τὸ ψεῦδος τῆς ἀρχῆς ἐπετήδευσε, μηδαμῶς ὑποσημήνας τὸν εἰωθότα τῶν ἐτῶν ἀριθμὸν καὶ τὴν ἴνδικτον, ἵνα τοὺς ἔπειτ’ ἐντυγχάνοντας ἐκ τοῦ μὴ τὸν χρόνον ἔχειν συνορᾶν λανθάνοι ψευδόμενος.

Ἀλλὰ τοῦτο μὲν ἥκιστ’ ἔλαθε σὺν δόλῳ πραγματευόμενος. Οὐχ ὁρῶ δέ, τί τούτῳ βούλεται τὸ πολυπρόσωπον, ὡς εἰπεῖν, τοῦτο καὶ ἀλλόκοτον ψεῦδος· «μοναχὸς γάρ τις», φησί, «Παλαμᾶς ὀνομαζόμενος, ἀνεφάνη παρόντος αὐτοῦ τῇ Κωνσταντινουπόλει».

Τίς οὖν ὁ Παλαμᾶς οὗτος; Ἆρ’ ὁ φὺς ἐν τῇ μεγαλοπόλει ταύτῃ, κἀν τοῖς βασιλείοις τραφείς τε καὶ παιδευθείς, ὡς τῆς βασιλικῆς εὐμενείας ἐκ προγόνων ἠξιωμένος καὶ ὑπὸ τῶν βασιλέων καὶ τῶν περὶ αὐτοὺς ἁπάντων ἐπὶ τῇ περὶ λόγους παιδείᾳ θαυμασθεὶς οὐ μετρίως, καίτοι μήπω παραγγείλας εἰς τοὺς ἐφήβους, ὁ μετ’ οὐ πολὺ ταῦτα πάντα χαμαίζηλα παντάπασι λογισάμενος καὶ τὸ τῆς διανοίας ἀνατείνας ὄμμα πρὸς οὐρανὸν καὶ τὴν ἐκεῖ πολιτείαν, τὸν ἄζυγα δηλονότι βίον καὶ τὴν κατ’ αὐτὸν ἀγωγήν, ὃς ἐν ἐφέσει κἀπὶ ταύτῃ γεγονὼς τοῦ τελείου κατὰ τὴν ἐν εὐαγγελίοις θεσπεσίαν ὑποθήκην καὶ προτροπήν, ἐπὶ τοσοῦτον ἦλθεν ἐκ πρώτης, ὡς εἰπεῖν, ἀφετηρίας εὐθύς, ὡς καὶ τὸν οἶκον ἐγχειρῆσαι μεθαρμόσασθαι πρὸς τὴν ἴσην ἔφεσιν, καὶ οὐκ ἐγχειρῆσαι μόνον, ἀλλὰ καὶ καταπράξασθαι τὸ τηλικοῦτον ἔργον τῆς τοῦ θεοῦ δήπου συνεφαψαμένης χάριτος, ὡς καὶ τὸν μέγαν ἐκεῖνον βασιλέα τηνικαῦτα παρρησίᾳ φάναι θαυμάσαντα τὸ γεγονός, «Δαυῒδ μὲν εἶπεν, ‘οἶκος Ἀαρών’, ἐγὼ δ’ ἂν φαίην προσηκόντως νῦν, ‘οἶκος Παλαμᾶ’, ‘εὐλογήσατε τὸν κύριον’»;

Οὗτος οὖν ἆρ’ ἔστιν, «ὃς ἀνεφάνη σοῦ γε παρόντος», ὃς πρὶν ἢ σὲ φανῆναι νῦν, πλεῖν ἢ πρὸ τριάκοντα ἐνιαυτῶν γνωριμώτατος ἦν, ὁ τοὺς μὲν ἐνταῦθα περιλειφθέντας τῶν καθ’ αἷμα γνησιωτάτων, ἔστι δ’ οὓς καὶ τῶν θεραπόντων ἱεροῖς φροντιστηρίοις ἐγκαταστήσας, τοὺς ἄρρενας δὲ μόνους μεθ’ ἑαυτοῦ τῶν ἀδελφῶν λαβὼν καὶ κατὰ ζήτησιν τῆς οὐρανίου φιλοσοφίας τῆς πατρίδος ἀπαναστὰς καὶ τὸ τῆς ἁγιότητος ἐπώνυμον ἀναβὰς ὄρος καὶ τοῖς κατὰ θεὸν ζῶσιν ἑαυτὸν ὑποθείς, εἶτα καὶ προκριθεὶς ὑπ’ ἐκείνων ἐν πνεύματι τῶν κατὰ πνεῦμα ζώντων ὁσημέραι προΐστασθαι; Πῶς δ’ ἂν καὶ τέλους οἵου φὴς αὐτὸς οὗτος ἔτυχεν, ἐξ ἀρχῆς ὅλον ἑαυτὸν ἀναθεὶς τῷ θεῷ καὶ συνδιημερεύων τοῖς θεῷ προσανέχουσι καὶ προσκαρτερῶν διὰ βίου κατὰ τὸ γεγραμμένον «ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς»;

Οὐκ ἀκούεις τοῦ λέγοντος, ὡς «οὐκ ἂν ἐπιδοίη ζητοῦντι τῷ παιδὶ πατὴρ ὄφιν ἀντὶ ἰχθύος ἢ ἀντὶ ᾠοῦ σκορπίον», καὶ προστιθέντος, «εἰ οὖν ὑμεῖς οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ»;

Ἀλλ’ ἐν τούτοις τοῦ Παλαμᾶ καθεστῶτος, ἥκει τι τέρας ἡμῖν ἐκ Καλαβρίας ὁρμώμενον, Βαρλαὰμ ἐκεῖνος ὁ περιβόητος ἐπὶ δυσσεβείᾳ γεγονὼς ὕστερον, ὃς εὐθὺς ἐπιστάς, πολὺς ἦν τὴν λογικὴν ἐξυμνῶν Ἀριστοτέλους φιλοσοφίαν, τάς τε διαλεκτικὰς καὶ ἀποδεικτικὰς μεθόδους καὶ τὰς συλλογιστικὰς ἀναλύσεις διευκρινεῖν οἷός τ’ εἶναι, καὶ εὔληπτα τιθέναι τοῖς αὐτῷ φοιτᾶν αἱρουμένοις ἐπηγγέλλετο ῥᾷστα. Ἐκ τοῦ αἰφνιδίου τοίνυν ὀνόματος τυχὼν οὔτοι μετρίου, ὡς τὸν πλοῦτον αὐτῷ τῆς συλλογιστικῆς ἐκχέας ἐπιστήμης, ἐς τἄλλ’ ἀσυντελὴς ἐδόκει καὶ ἀπεκρύπτετο τῇ κατ’ ἀρετὴν καὶ ἐπιστήμην δόξῃ τῶν ἐνταῦθα σοφῶν καὶ ἱερῶν ἀνδρῶν μῶμόν τινα προστρίψασθαι τούτοις, καὶ ἐπεθύμησε καὶ ἐπεχείρησε κατὰ τῶν ἱερῶς ἡσυχαζόντων ὅλος ῥυεὶς δοκῶν, εἰ τὸ εὐσεβὲς αὐτῶν μωμήσασθαι σχοίη, ἔτι πομπεύειν ἔχειν μετὰ σοβαροῦ τοῦ φρονήματος.

Οὐκέτ’ οὖν λόγοις μόνοις, ἀλλὰ καὶ συγγράμμασι πολυλέσχοις κατ’ αὐτῶν χωρεῖ καὶ περὶ αὑτὸν μειρακίων φατρίαν οὔτοι μετρίαν στησάμενος, τούτοις ἐγχειρίζει ταῦτα καὶ διὰ πολλῶν στομάτων ἐν πολλοῖς συλλόγοις τοὺς κατὰ τῶν μοναχῶν ἐκίνει θορύβους, οἱ δὲ τἄλλα μὲν πάντα τιθέμενοι φορητά, τὸν δ’ ἐπ’ εὐσεβείᾳ μῶμον ἀφόρητον, οὐδ’ αὐτοὶ νομίζουσι σφίσιν αὐτοῖς ἀποχρῶσαν εἶναι τὴν ἀπὸ τῆς γλώττης ἀντίθεσιν, ἀλλὰ τὸν ἱερέα τοῦ θεοῦ καὶ ναζιραῖον τῷ θεῷ Γρηγόριον τὸν Παλαμᾶν, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, τοῖς θετταλικοῖς ἐμφιλοχωροῦντα τέμπεσιν, ἀπὸ τοῦ φιλοτίμου τε ἐσκηνωκότα καὶ ἐρημίαις καὶ ὄρεσιν ἐνδιαιτώμενον προσκαλοῦνται καὶ παρακαλοῦσι τὴν εὐσέβειαν λογογραφῆσαι καὶ λόγοις ἀντιθέτοις χρήσασθαι πρὸς τὸν κατ’ αὐτῶν, μᾶλλον δὲ κατὰ τῆς αὐτῶν εὐσεβείας, μεμηνότα Βαρλαάμ.

Εἴκει τοίνυν ἐκεῖνος—πῶς γὰρ οὐκ ἔμελλεν; —ἀκριβῶς μαθὼν τὴν Βαρλαὰμ ἔνστασιν, ὡς ἀντιπροσωπείου μὲν χρῆται τοῖς μοναχοῖς, πρὸς αὐτὴν δὲ τείνει τὴν ὁμολογίαν τῆς πίστεως καὶ πάντας τοὺς ἀσφαλῶς ἀντεχομένους αὐτῆς.

Λόγοις οὖν ἀντιρρητικοῖς ὅτι τάχιστα ψαλμικῶς εἰπεῖν τὴν τοῦ Βαρλαὰμ δόξαν «εἰς χοῦν κατασκηνοῖ» καὶ τὴν τῶν ἡσύχιον ἀσπαζομένων βίον πολιτείαν τε καὶ εὐσέβειαν ἀνακηρύττει καὶ περιφανῆ τοῖς πᾶσι καθίστησιν. Ἐκμαίνεται τοῦτο μαθὼν ὁ Βαρλαάμ, ὅτι μάλιστα καὶ κῦβος ἐρρίφθη φάμενος, ἐπὶ τῆς ἱερᾶς ἐκκλησίας παρρησιάζεται, πάντα ξυγκυκῶν θεῖά τε καὶ ἀνθρώπινα, καὶ διθεΐαν ἐγκαλῶν τῷ θεῷ μόνῳ ζῶντι Παλαμᾷ. Μετακαλεῖται πόρρωθεν οὗτος, συγκροτεῖται σύλλογος ἀρίστων, χεῖται πᾶσα ἡ πόλις αὐτεπάγγελτος πρὸς τὴν ἀκρόασιν· βασιλέως τοίνυν καὶ πατριάρχου προκαθημένων, ἱεραρχῶν τε καὶ τῶν καθολικῶν κριτῶν καὶ τῆς συγκλήτου πάσης καὶ τῶν τοῦ κλήρου λογάδων παρακαθημένων αὐτοῖς καὶ τῶν ἄλλων περιεστώτων ἁπάντων, ταῦτα ἐκεῖνα τὰ τῆς παροιμίας, «ὗς πρὸς Ἀθηνᾶν ἐρίζων», πρὸς τὸν Παλαμᾶν ὁ Βαρλαὰμ δηλονότι περιφανῶς διεδείκνυτο ἢ πεζὸς παρὰ λύδιον θέων ἢ διώκων πτηνόν. Ὡς δὲ καὶ τὰ συγγράμματα παρῆλθεν εἰς μέσον, εἰς οὐρανὸν τοξεύων καὶ εἰς τὸ ὕψος ἀδικίαν λαλῶν καὶ θεομαχεῖν ἐπιχειρῶν ἄντικρυς. Καταψηφισθεὶς οὐκοῦν ἐπὶ τούτοις μετάνοιαν ἐπηγγείλατο, τὴν δ’ ὑστεραίαν ᾤχετο φεύγων ἀδήλως «τὴν ᾅδου κυνῆν», ὅ φασιν, ὑποδύς.

Οὐ πολὺ τὸ ἐν μέσῳ καὶ βασιλεὺς ἐκεῖνος, ὁ παντὸς μᾶλλον ἐπὶ τῆς συνόδου παρρησιασάμενος καὶ κυρώσας τὸ εὐσεβές, ἀπολείπει τὸν βίον. Ἄρχονται μετ’ οὐ πολὺ πάλιν ἡ περὶ τὸν Βαρλαὰμ ἐκείνη φατρία θορυβεῖν ἀδεῶς καὶ μάλιστα πάντων ὁ μάλιστα κατ’ ἐκεῖνον ὑπ’ ἐκείνου πεπλασμένος Ἀκίνδυνος, οὐδὲ τὴν ἐκ παιδὸς πλάσιν ἀποβαλών, ἣν ἐκ τοῦ γένους καὶ τῶν κατὰ Μυσοὺς πατρίων ἥκει φερόμενος, κλέπτει τοὺς πολλούς, ὡς μὴ τὴν βαρλααμίτιδα πλάνην ἐπεκδικῶν, ἀναθέματι πυκνὰ καθυποβάλλων ἐκεῖνον, καὶ μηδενὸς ἀναγκάζοντος θροῦς πάλιν ἐν τῇ μεγαλοπόλει πολύς.

Καὶ πάλιν ὁμήγυρις ἱερὰ τῆς προτέρας ἐκείνης κατ’ οὐδὲν μείων, μόνου τοῦ βασιλέως αὐτῆς ἀπόντος, ὃς καὶ τῶν ἀνθρώπων ἀπῆν, καὶ πάλιν ἀνάρρησις περιφανεστάτη τῆς τοῦ Παλαμᾶ καὶ τῶν αὐτῷ συνᾳδόντων ἀσφαλοῦς εὐσεβείας τοῦ πρὸς αὐτοὺς ἀντιλέγοντος Πρωτέως νέου φανέντος, ἢ χαμαιλέοντος ἄλλου, πολλὰς ἐξαλλάττοντος δόξας, ὥσπερ ἐκεῖνοι μορφάς, ἔστι δ’ ὅτε καὶ τὰς ἀντικειμένας ἀλλήλαις ἐπιδεικνύντος. Ἐπιτιμᾶται τοίνυν καὶ οὗτος ὡς τοῦ Βαρλαὰμ μὲν διαφερόντως κακοηθέστερος, τὴν δὲ κακοδοξίαν ἄλλος ἐκεῖνος ἐξεληλεγμένος ἄντικρυς Τόμος ἐπὶ τούτοις καὶ φρικώδεις ἀραὶ καὶ δειναὶ ῥήξεις καὶ πέρα δεινῶν, τῆς ἱερᾶς ἐκκλησίας ἀποκηρύττουσαι καὶ τοῦ Χριστοῦ σώματος ἀποτέμνουσαι, εἴ τις εἰς τὸ ἑξῆς τῆς τοῦ Παλαμᾶ καὶ τῶν ἄλλων μοναχῶν εὐσεβείας κατατρέχειν τολμῴη.

Ἀλλ’ ἐπανιτέον πρὸς τὸν ὡς ἀληθῶς λογοποιὸν ἀρχιποίμενα τοῦτον καὶ τοῦ περιφανοῦς ψεύδους ἀναιδῆ λογογράφον. Οὗτος οὖν ἐστιν ὁ Παλαμᾶς, «ὃς ἀνεφάνη παρόντος σοῦ τῇ Κωνσταντίνου πόλει»; Καὶ μὴν ἐξ ὅτου βασιλεὺς ἐκεῖνος τῆς γῆς ἀπῆρεν, ἐφ’ οὗπερ ἡ σύνοδος ἐκείνη συνεκροτήθη καὶ δι’ ὅν, οὐδὲ τοῖς μακρὰν ἀνήκουστος ἥ τε τοῦ Βαρλαὰμ ἧττα καὶ τὸ τοῦ Παλαμᾶ κατ’ εὐσέβειαν ἀσφαλές, μέχρις ὅτου σὲ τὴν πατριαρχικὴν ἀξίαν ἐμπορευόμενον ἡ Κωνσταντινούπολις εἶδε, τρεῖς ἐνιαυτοὶ παρερρύησαν ὅλοι. Πῶς οὖν «σοῦ παρόντος ἐπὶ τῆς πόλεως ταύτης οὗτος ὁ Παλαμᾶς ἀνεφάνη»;

Εἰ δέ τις ἄλλος παρ’ ἐκεῖνόν ἐστιν, ὃν νῦν λέγεις, πῶς τὴν ἐξελεγχθεῖσαν ὑπ’ ἐκείνου πρὸ τοσούτου χρόνου Βαρλαὰμ καὶ Ἀκινδύνου δυσσέβειαν ἐν τοῖς ἑξῆς αὐτὸς ὑπάρχεις στηρίζων; Ἀλλ’ «εἶδον», φησί, «πράξεις καὶ γράμματα Ἰωάννου τοῦ παναγιωτάτου δεσπότου μου καὶ οἰκουμενικοῦ πατριάρχου, ἓν μὲν τιμιώτατον γράμμα πρὸς τὸν Χίου κατά τινος Μάρκου τὰ τοῦ Παλαμᾶ φρονοῦντος».

Ἔστι μὲν οὖν γεγραμμένον τοῦτο τὸ γράμμα, ἀλλ’ οὐ μόνον ἐπὶ τῆς νήσου τὸν γεγραφότα τηνικαῦτα κατῄσχυνε, παρρησίᾳ περιυβρισμένον καὶ ὑπὸ τῶν ἐγχωρίων ἀκυρωθέν, ἅτε τἀληθὲς εἰδότων ὑπὸ τῶν ἐκεῖθεν ἐνδημούντων ταῖς συνόδοις ἐκείναις, ἐκ πολλοῦ μὲν ἀγγελθέν, τηνικαῦτα δὲ ἀναμνησθὲν ὑπ’ αὐτῆς ταύτης τῆς τοῦ Παλαμᾶ προσηγορίας, ἀλλὰ καὶ νῦν αἰσχύνῃ τὸν προτείνοντα τοῦτο περιβάλλει λαμπρᾷ· τῆς γὰρ ἐνδημίας αὐτοῦ καὶ τοῦτο προγενέστερον ἦν.

Οὐκοῦν ἐλέγχεται κἀντεῦθεν ψευδῶς εἰπὼν «τὸν Παλαμᾶν αὐτοῦ παρόντος ἀναφανῆναι», οἷον αὐτὸς ψευδόμενος γράφει. Ἀλλὰ καὶ «ἕτερον», φησίν, «εἶδον γράμμα πατριαρχικὸν πρός τινας ἁγιορείτας γράψαντάς τι περὶ τοῦ Παλαμᾶ πρὸς αὐτόν».

Καὶ μὴν ἁγιορειτικὸς κοινός ἐστι Τόμος τρανῶς ἄγαν ἀποφαινόμενος, μηδένα ποτὲ παραδέξεσθαι πρὸς κοινωνίαν, ὅστις μὴ τῷ Παλαμᾷ κατ’ εὐσέβειαν ὁμόφρων ἐστί. Πῶς οὖν «τι καὶ περὶ τοῦ Παλαμᾶ» καὶ «τίνες», ἀλλ’ οὐχ ὑπὲρ αὐτοῦ τε καὶ πάντες καὶ τούτῳ τὰ κάλλιστα μαρτυροῦντες ἔγραψαν; Ἴσασι τἀληθὲς κἀν τούτῳ καὶ συμμαρτυρήσουσιν οἱ τῶν ἐν τέλει παρὰ τῶν αὐτῶν τὰ παραπλήσια δεξάμενοι γράμματα, καὶ πρὸς τούτοις ἡ θεοστεφὴς καὶ κρατίστη βασιλίς. Ἀλλὰ καὶ τοῦτο σμικρύνων οὗτος, αὔξει κἀντεῦθεν ἑαυτῷ τὸ ψεῦδος. Τό γε μὴν ψεῦδος εἶναι πάλιν ἐκεῖνο, τὸ τοῖς ἁγιορείταις ἐπιστεῖλαι τολμῆσαι καθ’ ἡμῶν τὸν αὐτῷ τοῦ ψεύδους ἄρξαντα πατριάρχην, μάρτυρες οἱ κατὰ τὸ ἅγιον ὄρος πάντες· οὐδεὶς γὰρ ἐκείνων οὐδέποτ’ οὐδὲν ἐδέξατο γράμμα πρὸς αὐτὸν παρὰ τοῦ πατριάρχου πεμφθὲν τοιοῦτον. Εἰ δ’ ὁ καθηγεμὼν αὐτῷ τῶν ψευσμάτων οὗτος, ὃ τοῖς ἐκεῖ πέμπειν οὐκ ἂν ἐθάρρησεν, ἐνταῦθα πρὸς ἀπάτην ὑπέδειξεν αὐτῷ τε καὶ τοῖς οἷος αὐτός, τῶν αὐτοῦ τρόπων οὐδὲν ἀπᾷδον.

Ἐπεὶ καὶ τὸ τοῦ Θεουπόλεως τοῦτο γράμμα τῶν τούτου τοιούτων τρόπων ἀτεχνῶς ἤρτηται· πόθεν γὰρ ἐκείνῳ, καὶ ταῦτ’ ἐν Κωνσταντινουπόλει τόμους συντιθέναι περὶ δογμάτων; Συνόδου μὲν γὰρ ἄνευ παντελῶς ἄθεσμον. Εἰ δὲ κοινῇ συνόδῳ συγκεκροτημένῃ παρῆν, οὐκ ἂν αὐτὸς παρῆκε μὴ τοῦτ’ εἰπεῖν· ἄλλως τε καὶ ὁ Τόμος οὗτος τοῖς δυσὶ τουτοισὶ πατριάρχαις κοινὸς ἂν ἦν. Εἰ δ’ ἐκεῖνος ἰδίαν ἐποιήσατο σύνοδον οὐκ ἐν ἐπαρχίᾳ ἰδίᾳ, καὶ οὕτω καθαιρέσει τελέᾳ κατὰ τοὺς ἱεροὺς κανόνας ὑπεύθυνος. Ἆρ’ οὐ ταῦτ’ ἄμφω πανταχόθεν συνάγεται τό τε ψεύδους προστάτας ἀμφοτέρους εἶναι τοὺς πατριάρχας καὶ τὸ τὸν μείζω θἀτέρῳ προεξάρχειν τοῦ κατ’ εὐσέβειαν ψεύδους, οὗ καὶ τὰ γράμματα πρόφασιν ἅτερος οὗτος ἰσχυρίζεται σχεῖν;

Οὐ μὴν ἀλλ’ οὐδ’ ἐμφανές τι περὶ δογμάτων ἐν τοῖς οὕτω μάτην καὶ συντεθειμένοις καὶ προτεθειμένοις γράμμασι κεῖται. Πόθεν οὖν σὺ ταῦθ’ οὕτω μεμυημένος ἐν τοῖς σοῖς ἀναφανδὸν προὔθηκας, ὁ τοσοῦτον ὑστερήσας τῶν συνόδων ἐκείνων; Παρίημι γὰρ τὰ τῆς σῆς ἀγροικίας, δι’ ἣν οἴκοθεν οὐδὲν τοιοῦτον τυγχάνεις ἐξεπιστάμενος, ἀλλ’ ὡς ἔοικεν ἐν γωνίᾳ καὶ πολλῷ σκότῳ τὰ τοῦ σκότους διδαχθεὶς ἀπ’ ἐκείνου καὶ σαυτοῦ καταψεύδῃ λέγων ἐν τοῖς γράμμασιν ἰδεῖν, ὧν οὐδέν ἐστιν ἐν αὐτοῖς γεγραμμένον. Σοί γε μὴν ὡς ὅσον οὔπω μακρὰν ἀποδημήσοντι τῶν ἐνθάδε παρ’ ἐκείνου φανερῶς γράφειν ἐφεῖται, ἃ γράφειν ἐμφανῶς ἐκεῖνος οὐδαμῶς εὔτολμος, τοὺς τῆς ἀληθείας οὐκ ὀλίγους οὐδὲ τοὺς τυχόντας ὄντας αἰσχυνόμενος μάρτυρας. Ἀλλὰ γὰρ καὶ τῶν πράξεων, ἃς φής, αἱ μέν εἰσι παντελῶς ψευδεῖς, αἱ δὲ μεσταὶ ψεύδους, αἱ δὲ καὶ κοινὸν ἔχουσι προσηρτημένον ἕτερον ψεῦδος παρὰ σοῦ τοῦ προστιθέντος ἐπὶ ψεύδει ψεῦδος, τὸ μὴ θεατὴν σχεῖν τὸν ἰδεῖν αὐτὰς ψευδῶς γράφοντα. «

Τὸ μὲν οὖν κληθέντας ἡμᾶς», ὡς αὐτός φησι, «συνόδου συγκροτηθείσης, ἀποδρᾶναι πρὸς τὴν τῆς Θρᾴκης Ἡράκλειαν», ὅλον ψεῦδος, καὶ μάρτυς ὁ τοῦ ἁγίου ὄρους τὰ πρῶτα φέρων, ἀνὴρ εἴπερ τις αἰδεσιμώτατος καὶ πιστότατος, ἀρετῇ καὶ σοφίᾳ καὶ ἡλικίᾳ προήκων, καὶ ὁ τῶν ἐν τῷ ἁγίῳ ὄρει τῆς Φιλοθέου καλουμένης μονῆς ἡγούμενος, ὅ τε κριτὴς τῶν Ῥωμαίων, ὁ σοφὸς νομοφύλαξ, καὶ ὁ σακελλίου τῆς μεγάλης τοῦ θεοῦ ἐκκλησίας, καὶ πρὸς τούτοις δύο ἐκκλησιαστικοὶ ὑπηρέται. Καὶ γὰρ οὗτοι μέλλοντι τῷ Παλαμᾷ πρὸς Ἡράκλειαν ἀπιέναι, συνόντι τῷ πρώτῳ τοῦ ὄρους ἐφίστανται κατὰ τὴν εἰς ὄνομα τιμωμένην μονὴν τοῦ τιμίου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, καὶ πεμφθῆναι παρὰ τῆς βασιλείας οἱ τῆς ἐκκλησίας ἔλεγον, ὥστε δηλῶσαί οἱ βασιλικὸν εἶναι θέλημα τοῖς βασιλείοις ἐνδημῆσαι τηνικαῦτα τοῦτον. Ὁ δ’ οὐκ εἶχε συμβαλεῖν, τί βούλεται τὸ τοὺς ὑπηρετουμένους τῇ ἐκκλησίᾳ βασιλικὰ κομίζειν μηνύματα, συνῆκε δ’ ὅμως πατριαρχικὸν εἶναι δόλον, ὃν δὴ καὶ μετ’ οὐ πολὺ μεμαθήκαμεν, εἰ καὶ προσγράφειν ἐνταῦθα τοῦτον τὸ μῆκος τῶν λόγων οὐ συγχωρεῖ.

Ἔδοξε δὴ τῷ σεβασμιωτάτῳ πρώτῳ καὶ ἡμῖν τῶν προσηκόντων εἶναι, πέμψαντας μαθεῖν, τί ποθ’ ἡ κλῆσις βούλεται. Καὶ τὸν εἰρημένον ἡγούμενον ὁ πρῶτος μετακαλεσάμενος—τῇ γὰρ μονῇ τοῦ Χριστοῦ προδρόμου καὶ αὐτὸς αὐτῷ συμπαρῆν—πέμπει πρὸς τὸν πατριάρχην ἐροῦντα· «φήμη τις πρὸς ἡμᾶς ἦλθεν ὡς συγκροτεῖσθαι σύνοδος ἔτι μέλλει περὶ τῆς ὑπὸ Βαρλαὰμ καὶ Ἀκινδύνου, τῶν συνοδικῶς καταδεδικασμένων τῆτες, κεκινημένης ὑποθέσεως τῶν δογμάτων, ἀληθῆ δ’ ὅμως ἡμεῖς εἶναι τὴν φήμην ταύτην ἀποδεχόμεθα.

Μόνον ἔστω γνώριμος ἡμῖν ἡ κυρία, ἵνα πάντες συνέλθωμεν· οὐ γὰρ δὴ τοῦ Παλαμᾶ μόνου τὸ τῇ παρὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου ἀθετουμένῃ εὐσεβείᾳ συνηγορεῖν». Τοῦτ’ ἀκούσας ὁ πατριάρχης, ἐπανιόντι τῷ ἡγουμένῳ συναποστέλλει τὸν νομοφύλακα καὶ τὸν σακελλίου, δι’ ἐκείνων ἀποκρινάμενος· «ἐγὼ τὰς πρὸ τοῦ Συνοδικοῦ τόμου γεγενημένας συνόδους ἀποχρώσας ἡγοῦμαι καὶ οὐδεμίαν ἑτέραν ἐθέλω περὶ τῆς ὑποθέσεως ἐκείνης συγκροτεῖν σύνοδον, ἀλλὰ τὰ τῷ Παλαμᾷ περὶ αὐτῆς συγγραφέντα διελθεῖν αὖθις βούλομαι».

Πρὸς ὃν πάλιν ἀνταπεκρινάμεθα δι’ ἐκείνων, «ὡς ὧν ἔγνως ἡμετέρων δογμάτων τὰ ἡμέτερα συγγράμματα διελθών, πολλῶν παρόντων καὶ τοῦ σοφοῦ νομοφύλακος τουτουὶ καὶ ἃ μετὰ τῆς συνόδου πάσης καὶ τῆς συγκλήτου καὶ τοῦ θειοτάτου βασιλέως ἡμῶν ἐκείνου καὶ αὐτὸς ἐκύρωσας, οὔτ’ ἀφαιροῦμεν οὔτε προστίθεμεν, ἀλλὰ καὶ ἀναθέματι καθυποβάλλομεν τὸν προστιθέντα ἢ ἀφαιροῦντα. Ὁρῶμεν δέ σοι τοὺς ἀποκηρύκτους ἐκείνους συνόντας καὶ τὴν κακουργίαν ὑφορώμενοι—πᾶν γὰρ γράμμα πρὸς κακουργίαν εὐεπιχείρητον—ταῦτ’ οὐχ ἕτοιμοι παρέχειν ἐσμὲν ἀρτίως». Καὶ ὃς ἀκούσας, οὐδὲν ἔτι πρὸς ἡμᾶς εἶπεν. Ὁ δὲ συγγραφεὺς τῶν ποικίλων ψευσμάτων οὗτος, «κληθέντας ἡμᾶς ἐπὶ σύνοδον οὐκ ἀπαντῆσαι», φησίν, «ἀλλὰ πρὸς τὴν Ἡράκλειαν ἀποδρᾶναι», καίτοι μεθ’ ἃ νῦν ἔφημεν ἐκδημήσαντες μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον, δύο διεκαρτερήσαμεν ἐφεξῆς ἡμεῖς μῆνας ὅλους ἐν τῷ τῆς τοῦ θεοῦ σοφίας ἐπωνύμῳ ναῷ, σύνοδον ἐπικαλούμενοι τοῦ πρὸς ὃν ἀνέθετο ταῦτα καὶ παρ’ οὗ κεκίνηται τοιαῦτα γράφειν, μὴ σύνοδον ἀθροῖσαι θαρρήσαντος.

Ἀλλὰ καὶ τὸ τῆς Ἡρακλείας ἡμᾶς ἐπαναχθῆναι δογμάτων ἕνεκεν, ὡς ἐκεῖ θορυβουμένων τινῶν ὑφ’ ἡμῶν τούτων ἕνεκεν, οὐδεμίαν ἀπολείπει ψεύδους ὑπερβολήν. Καὶ μάρτυς, αὐτός τε ὁ ἐπαναγαγὼν τηνικαῦτα Σκουταριώτης, ὁ ἐπὶ τῶν βασιλικῶν ἀναμνήσεων τεταγμένος, ἄνθρωπος ἀρετῇ τε καὶ λόγου παιδείᾳ καὶ καλοκαγαθίᾳ πάσῃ κεκοσμημένος, ἅτε καὶ παίδευμα τελῶν τοῦ πολλοῦ τὰ πάντα καὶ θαυμασιωτάτου βασιλέως ἐκείνου, τοῦ ἐπὶ πάππου τοῦ νῦν κρατίστου βασιλέως ἡμῶν, ἔτι γε μὴν καὶ τὸ γεγονὸς καὶ δι’ αὐτοῦ κομισθὲν ἐκεῖθεν περὶ ἡμῶν ἐμμάρτυρον γράμμα.

Καὶ γὰρ ὁ Παλαμᾶς τοὺς πολιτικοὺς ἐκκλίνειν ἔθος ἔχων ἀεὶ θορύβους, ὡς οὔπω μὲν καιρὸν εἶχεν ἐπανελθεῖν εἰς τὸ τῆς ἁγιωσύνης φερωνύμως ἐπώνυμον ὄρος, ᾔδει δὲ τὴν Ἡράκλειαν ἔχουσάν πη πρὸς ἡσυχίαν ἐπιτηδείως, ἐπ’ αὐτὴν ἥκει τότε καὶ τοῖς ἐν αὐτῇ πρὸς θάλατταν τετραμμένοις ἐνδιῃτᾶτο. Τεττάρων οὖν παραρρυέντων μηνῶν ὁ μετὰ τὴν ἐξ ἀνθρώπων ἐκδημίαν τοῦ φιλευσεβοῦς βασιλέως τοῖς βαρλααμίταις προσθέμενος πατριάρχης, πάλιν ἐρεθίζει κατ’ αὐτοῦ τοὺς κρατοῦντας, ὡς ἄρα τοῖς αὐτοῖς πολεμοῦσιν αὐτός τι συμπράξων, ἀπόδημος ἐγεγόνει. Πέμπεται τοίνυν ὁ ἐπὶ τῶν ἀναμνήσεων οὗτος ἐξετάσων, εἰ τοῦθ’ οὕτως ἔχει, καὶ τῷ τὴν ἀρχὴν ἐπιτετραμμένῳ τῆς πόλεως συνελθὼν διερευνᾶται παντοίως καὶ τὸ ἀναφανὲν ἀληθὲς παραδοὺς γραφῇ κομίζει τοῖς πέμψασιν, ἐν ᾗ καὶ ὅρκον οὕτω δόξαν αὐτοῖς προσέθηκαν, ὡς φεύγοντι τῷ Παλαμᾷ πάντας, οὐδεὶς τῶν κατὰ τὴν πόλιν ἐκείνην ἢ τῶν ἔξωθεν ἀφικνουμένων εἰς ὁμιλίαν αὐτῷ συνῆλθεν. Ὁ δὲ κατὰ τὴν Σολομῶντος σοφίαν παρ’ ἑαυτοῦ ἐκχέων τὸ ψεῦδος ὡς μάρτυς ἄδικος, «ἐκεῖ τοῦτον», φησί, «φωραθέντα κακῶς διδάσκοντα καὶ πρὸς τὴν πόλιν ἐπαναχθῆναι καὶ εἰς φυλακὴν βληθῆναι, ἵνα μὴ διαφθείρῃ τὴν ἐκκλησίαν», καὶ οὐδὲ τὸν ἀπὸ τῆς ὥρας ἔλεγχον ὁ ψευδομάρτυς ἐδυσωπήθη.

Φθινοπώρου γὰρ ἀρχομένου τῆς Ἡρακλείας ἐπαναχθείς, μεσοῦντος ἔαρος, συκοφαντίᾳ πάλιν ἐφ’ οἷς καὶ πρότερον κατ’ αὐτοῦ χρησαμένου τοῦ καλοῦ πατριάρχου τῇ φυλακῇ παρεδόθη.

Ἀλλὰ καὶ τῶν ὡρῶν καὶ καιρῶν ἀξιοπιστοτέρα πάλιν μάρτυς, ἡ θεοστεφὴς καὶ κρατίστη βασιλὶς καὶ ὁ πανυπερσέβαστος αὐτῆς θεῖος καὶ ὁ μέγας ἐκεῖνος δούξ, ἵνα μὴ λέγω πάντας ἁπαξαπλῶς τοὺς ἐν τῇ μεγαλοπόλει ταύτῃ, πλὴν τῶν τῷ Βαρλαὰμ προσκειμένων, ὡς οὐ δογμάτων ἕνεκα προόδων ὁ Παλαμᾶς εἴρχθη. Καὶ γὰρ οὗτοι πάντες ὑπεραγωνίζονται παρρησίᾳ τῶν ἡμετέρων δογμάτων, ταὐτὸ δ’ εἰπεῖν τῆς κοινῆς χριστιανῶν εὐσεβείας, ὡς καὶ τῶν μὴ τὴν εὐσέβειαν ὁμοφρονούντων ἡμῖν, εἴ τις ὑπὸ τοῦ πατριάρχου προβιβασθεὶς εἰς ἱερωσύνην μὴ λάθοι παραυτὰ καθαιρεῖσθαι.

Πρὸς δὲ τοῖς πολλοῖς τούτοις καὶ περιφανεστάτοις ἐλέγχοις καὶ αἱ προφάσεις αὗται τῶν πολλῶν καὶ ποικίλων τούτων ψευσμάτων πλεῖν ἢ δύο ἔτη τὴν ἐνδημίαν προὔλαβον τοῦ καθ’ ἡμῶν συγγραφέως. Ὁ δέ, «παρόντος αὐτοῦ», φησίν, «ἀναφανῆναι τὸν Παλαμᾶν τοιοῦτον» καὶ ἰδεῖν καὶ ταύτας, ἃς αὐτὸς πλάσας ἢ παρὰ τῶν πλασάντων παραλαβὼν ἐπιμαρτύρεται κατ’ ἐκείνου πράξεις.

Ἆρ’ οὐχὶ καὶ τῶν Σωσάννης τῆς πάλαι καὶ τῶν τοῦ κυρίου ποτὲ καταμαρτυρούντων χείρων οὗτος ὁ ψευδομάρτυς; Οἱ μὲν γάρ, ὄντες δύο, ἓν εἶπον ψεῦδος· πολλὰ δ’ οὗτος εἷς. Οἱ δέ, πολλὰ μὲν πλάττοντες ἦσαν, ἀλλὰ καὶ πολλοί, καθάπερ οἱ εὐαγγελισταί φασιν, ἦσαν. Οὗτος δ’ εἷς ὤν, οὐδ’ ἃ διήλθομεν ἐψεύσατο μόνον, ἀλλὰ καὶ περὶ τοῦ ὑποψηφίου Μονεμβασίας ἱεροῦ Ἰσιδώρου διαλαμβάνει, ὡς καὶ τοῦτ’ ἰδών, ὁ μήπω τότε μηδὲ τῇ κατὰ τοῦτο παρὼν προφάσει.

Πόσον μέντοι κἀν τῇ τούτου διηγήσει τὸ ψεῦδος ἐντίκτουσιν οἱ καλοὶ ποιμένες οὗτοι καὶ ἀρχιποίμενες, τὸ περὶ τῶν αὐτῶν γράμμα τοῦ πρὸς ὃν καὶ τοῦτ’ ἀναθέσθαι νῦν φησιν οὗτος, ὁ πρὸ ἐκείνου μὲν γράψας, μετ’ ἐκεῖνον δὲ φωραθείς, ἐκεῖνο τοίνυν ἀνασκευάζοντες ἀπεδείξαμεν; Γνοίη δ’ ἄν τις καὶ τὸ μηδὲ τούτων ἴσας εἶναι κατὰ τὸ γεγραμμένον τὰς μαρτυρίας, εἴπερ ἀμφοτέρων τὰς ψευδογραφίας διέλθοι.

Τί δ’ ὁ πράξεις συνοδικὰς δῆθεν καθ’ ἡμῶν καὶ γράμματα προφασιζόμενος; Ἆρα τῶν ἀνακηρυξάντων ἡμᾶς ἐπ’ εὐσεβείᾳ μεγάλων ἐκείνων συνόδων ἀνήκοος, ὧν ἐν θατέρᾳ μὲν καθ’ ἣν τὸ κατὰ τοῦ Βαρλαὰμ κράτος ὁ Παλαμᾶς ἔσχε καὶ βασιλεὺς αὐτὸς προεκάθητο καὶ ἡ σύγκλητος παρεκάθητο πᾶσα καὶ οἱ καθολικοὶ παρῆσαν τῶν Ῥωμαίων κριταί, τῆς ἑτέρας δὲ καθ’ ἣν ὁ αὐτὸς Παλαμᾶς ἐπὶ τοῖς αὐτοῖς ἀντιλέγοντα τὸν Ἀκίνδυνον ᾔσχυνε, πλὴν τοῦ θειοτάτου βασιλέως, ἅτε πρὸς θεὸν ἐκδημήσαντος, οἱ λοιποὶ πάντες μετὰ τῶν τῆς ἐκκλησίας προέδρων συμπροεδρεύοντες ἦσαν; Ἆρ’ οὐχὶ τὸν ἐπὶ ταύταις εἶδε ταῖς δυσὶ μεγίσταις ἐφ’ ἡμῶν συνόδοις προβάντα Τόμον, ὃς τὸν μὲν Παλαμᾶν τοῦτον διὰ πάντων ἀποδείκνυσι καὶ ἀνακηρύττει λαμπρῶς, ὡς τὴν εὐσέβειαν ἀσφαλέστατον, ὡς τῆς κατ’ αὐτὴν ἀκριβείας πρόμαχον ἄμαχόν τε καὶ ἀνυπόστατον, ὡς ἐν ἱερομονάχοις τιμιώτατον ὄντα, τοὺς δ’ ἀντιλέγοντας αὐτῷ κατ’ εὐσέβειαν πᾶν τοὐναντίον ὄντας, ὡς ἄγαν δυσσεβεῖς καὶ βλασφήμους; Τί γὰρ δεῖ λέγειν τὰ πρὸ τοῦ Τόμου πατριαρχικὰ γράμματα κατὰ πᾶσαν ἐκκλησίαν ἀποστελλόμενα, προτρεπτικὰ μὲν ὄντα τῆς πρὸς τὸν Παλαμᾶν κατ’ εὐσέβειαν ὁμολογίας, ἀποτρεπτικὰ δὲ τῆς τῶν ἀντιλέγειν ἐπιχειρούντων τούτῳ κακοδοξίας, καὶ τὰ συγγεγραμμένα τούτοις, οὗ ἂν εὑρεθεῖεν, πυρὶ παραδίδοσθαι δικαιοῦντα καὶ ἀφορισμῷ καθυποβάλλοντα τοὺς μὴ οὕτω ποιοῦντας;

Καὶ τί τῶν ὑπὲρ ἡμῶν καὶ τῆς ἡμῶν εὐσεβείας καὶ πεπραγμένων καὶ γεγραμμένων ἐν γωνίᾳ πέπρακταί τε καὶ γέγραπται καὶ τοῖς ἐνταῦθα πρώτοις οὐ πεφανέρωται, καθάπερ τὰ τοῦ σκότους ἄξια νέα ταῦτα καὶ τοῖς προτέροις ἀντίθετα, ῥήματά τε καὶ γράμματα! Πόσοι δὲ τῶν ὀρθῶς φρονούντων προσελθόντες ταῦθ’ ὑπέδειξαν πάντα τῷ ψευδοποίμενι καὶ ψευδομάρτυρι τούτῳ τὴν αὐτοῦ πονηρὰν ἐγχείρησιν ἀνακόπτοντες!

Ὁ δέ, τοῦτ’ ἀντὶ μισθοῦ διδοὺς τῷ μὴ μόνον, ὡς εἰσὶν οἵ φασι, χρημάτων ἀλλὰ καὶ τοιούτων, ὡς καταφανές ἐστι, ψευσμάτων προτιθέντι τὰς ἀρχιερωσύνας ὠνίους, ἀκατάσχετος ἦν· διὸ καὶ «τῷ Κωνσταντινουπόλεως Ἰωάννῃ τὸ παρόν», φησίν, «ἀναθέμενος γράμμα τῇ κατ’ αὐτὸν ἀφίησιν ἐκκλησίᾳ, τὸν μὲν Παλαμᾶν ἀποκηρύττον καὶ τοὺς ὁμόφρονας αὐτῷ πάντας», τὸν θειότατον πάντως βασιλέα ἐκεῖνον, βαβαὶ τῆς τόλμης, ὃς ταῖς ὑπὲρ εὐσεβείας τὴν ψυχὴν ἐναφῆκε φωναῖς, τῆς ὑπὸ τοῦ Παλαμᾶ τηνικαῦτα παρρησίᾳ συνηγορουμένης, τὴν κρατίστην ἡμῶν κυρίαν καὶ δέσποιναν, ἣ νῦν σπουδῇ πάσῃ τῆς αὐτῆς εὐσεβείας ἀντιλαμβάνεται, καὶ τὰς ἔτι περιλειφθείσας ἀγαθὰς ἐλπίδας ἡμῶν τῷ γένει, τὸ κοινὸν τῆς φύσεως ἄγαλμα, τὴν τῶν χαρίτων ἁπασῶν ἑστίαν, τὸν αὐτῶν λέγω γόνον καὶ τοῦ κράτους καὶ τῆς ἀκραιφνεστάτης εὐσεβείας αὐτῶν διάδοχον, ἵνα μὴ λέγω τὰ ὄρη, τὰς πόλεις, τοὺς δήμους καὶ μᾶλλον τοὺς ἐν τούτοις πᾶσιν ἐλλογίμους τε καὶ λογάδας καὶ τοὺς διὰ βίου τῷ θεῷ προσανέχοντας. Τούτους μὲν οὖν πάντας ἀποκηρύττει ὡς «ὁμόφρονας ὄντας τῷ Παλαμᾷ κατ’ εὐσέβειαν, ἀποδέχεσθαι δέ», φησί, «τοὺς ἐναντιουμένους καὶ μαχομένους τῷ Παλαμᾷ κατ’ εὐσέβειαν», τὸν Βαρλαὰμ πάντως καὶ τὸν Ἀκίνδυνον καὶ εἴ τις κατ’ αὐτούς.

Ἆρ’ οὐ φανερῶς τῷ τε Ἁγιορειτικῷ καὶ τῷ Συνοδικῷ τόμῳ τὸ γράμμα τοῦτο διὰ πάντων ἀντίθετον; Ἆρ’ οὐκ ἐπί τε τὸν γεγραφότα καὶ τὸν ἐκ τοῦ γεγραφότος ὡς ὁμοφρονοῦντα τούτῳ προσέμενον καὶ τοῖς πόρρω πέμποντα πρὸς ἀπάτην τὰς ἐν ἐκείνῳ τῷ Τόμῳ κατὰ τῶν στοιχούντων ταῖς τοῦ Βαρλαὰμ κακονοίαις ἀποκηρύξεις ἕλκει καὶ τοὺς ἀναθεματισμούς, μᾶλλον δὲ καὶ τῶν ἐκεῖ γεγραμμένων πολλαπλασίους.

Εἰ γὰρ κατὰ τὴν ἔγγραφον ἐκείνην ἀπόφασιν, ὅτι τῶν ὑπὸ τοῦ Βαρλαὰμ «κατὰ τῶν μοναχῶν, μᾶλλον δὲ τῆς ἐκκλησίας αὐτῆς λαληθέντων ἢ συγγραφέντων, φανεὶς πάλιν τῶν μοναχῶν κατηγορῶν ἢ ὅλως τούτων ἐν τοῖς τοιούτοις καθαπτόμενος ταῖς αὐταῖς ἐκείνῳ φρικώδεσι καταδίκαις καθυποβάλλεται», πῶς οὐκ ἄξιοι πολυπλασίου τῆς καταδίκης οἱ τοσαῦτ’ ἔπειτα τῶν ἐκείνου, μᾶλλον δὲ πάντα ὅσα ἐκεῖνος κατ’ αὐτῶν αὖθις, λέγοντές τε καὶ συγγραφόμενοι καὶ παρ’ ἑαυτῶν τοὺς δόλους, τὰ ψεύδη, τὰς ποικίλας προστιθέντες συκοφαντίας, οὐκ ἐφ’ ὧν προαναπέφηνε μόνον, ἀλλὰ καὶ ἐπ’ αὐτῶν τῶν δογμάτων;