Ὁ δέ, τοῦτ’ ἀντὶ μισθοῦ διδοὺς τῷ μὴ μόνον, ὡς εἰσὶν οἵ φασι, χρημάτων ἀλλὰ καὶ τοιούτων, ὡς καταφανές ἐστι, ψευσμάτων προτιθέντι τὰς ἀρχιερωσύνας ὠνίους, ἀκατάσχετος ἦν· διὸ καὶ «τῷ Κωνσταντινουπόλεως Ἰωάννῃ τὸ παρόν», φησίν, «ἀναθέμενος γράμμα τῇ κατ’ αὐτὸν ἀφίησιν ἐκκλησίᾳ, τὸν μὲν Παλαμᾶν ἀποκηρύττον καὶ τοὺς ὁμόφρονας αὐτῷ πάντας», τὸν θειότατον πάντως βασιλέα ἐκεῖνον, βαβαὶ τῆς τόλμης, ὃς ταῖς ὑπὲρ εὐσεβείας τὴν ψυχὴν ἐναφῆκε φωναῖς, τῆς ὑπὸ τοῦ Παλαμᾶ τηνικαῦτα παρρησίᾳ συνηγορουμένης, τὴν κρατίστην ἡμῶν κυρίαν καὶ δέσποιναν, ἣ νῦν σπουδῇ πάσῃ τῆς αὐτῆς εὐσεβείας ἀντιλαμβάνεται, καὶ τὰς ἔτι περιλειφθείσας ἀγαθὰς ἐλπίδας ἡμῶν τῷ γένει, τὸ κοινὸν τῆς φύσεως ἄγαλμα, τὴν τῶν χαρίτων ἁπασῶν ἑστίαν, τὸν αὐτῶν λέγω γόνον καὶ τοῦ κράτους καὶ τῆς ἀκραιφνεστάτης εὐσεβείας αὐτῶν διάδοχον, ἵνα μὴ λέγω τὰ ὄρη, τὰς πόλεις, τοὺς δήμους καὶ μᾶλλον τοὺς ἐν τούτοις πᾶσιν ἐλλογίμους τε καὶ λογάδας καὶ τοὺς διὰ βίου τῷ θεῷ προσανέχοντας. Τούτους μὲν οὖν πάντας ἀποκηρύττει ὡς «ὁμόφρονας ὄντας τῷ Παλαμᾷ κατ’ εὐσέβειαν, ἀποδέχεσθαι δέ», φησί, «τοὺς ἐναντιουμένους καὶ μαχομένους τῷ Παλαμᾷ κατ’ εὐσέβειαν», τὸν Βαρλαὰμ πάντως καὶ τὸν Ἀκίνδυνον καὶ εἴ τις κατ’ αὐτούς.