Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀπολογητικοί λόγοι

Γρηγόριος Παλαμᾶς

Έλεγχος του «Αντιτόμου» και υπεράσπιση των συνοδικών αποφάσεων

Αναίρεση των θέσεων του «Αντιτόμου», ανάδειξη των παραβιάσεων του Συνοδικού Τόμου από τους υποστηρικτές του Ακινδύνου και καταγγελία της αναβίωσης των καταγνωσμένων πλανών του Βαρλαάμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 8 από 9

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΟΤΙ ΠΑΡΕΞΗΓΗΣΙΣ ΕΣΤΙ ΚΑΙ ΑΝΑΣΚΕΨΗ ΤΟΥ ΤΟΜΟΥ ΣΑΦΗΣ, ΗΝ Ο ΤΟΙΣ ΒΑΡΛΑΑΜΙΤΑΙΣ ΠΡΟΣΘΕΜΕΝΟΣ ΠΑΤΡΙΑΡΧΗΣ ΓΡΑΨΑΣ, ΕΞΗΓΗΣΙΝ ΤΟΥ ΤΟΜΟΥ ΠΡΟΣ ΑΠΑΤΗΝ ΚΑΛΕΙ Ὥσπερ εἷς ἐστι Χριστὸς ἀληθινὸς ὁ ἐπὶ πάντων θεός, «ἀντίχριστοι δὲ πολλοὶ γεγόνασιν», ὡς ἐν ἐπιστολαῖς φησιν ὁ τῷ Χριστῷ διαφερόντως ἠγαπημένος, οὕτω καὶ Συνοδικὸς τόμος κατ’ εὐσέβειαν ἐφ’ ἡμῶν τῆς ἀληθείας συνήγορος εἷς, Ἀντίτομοι δὲ καὶ νῦν πολλοὶ γεγόνασιν, ἐπεὶ καὶ τὸ ψεῦδος πολυσχιδές, ἑνιαῖον δὲ χρῆμα καὶ μοναδικὸν ἡ ἀλήθεια. Τρίτος οὖν ἐστιν οὗτος τῶν παρὰ τοῦ τῷ βαρλααμίτῃ συναινεῖν Ἀκινδύνῳ προελομένου νῦν ἐξενηνεγμένων καὶ παρ’ ἡμῶν ἐξεληλεγμένων, μᾶλλον μὲν ἐκείνων ὑποκρινόμενος τὰ τοῦ Τόμου διευκρινεῖν, οὐχ ἧττον δι’ ἐκείνων ἀποβουκολῶν τῆς ὑγιοῦς διανοίας καὶ πρὸς τὴν ἐναντίαν τῆς ἐνούσης εὐσεβείας τῷ Τόμῳ, ταὐτὸ δ’ εἰπεῖν, πρὸς ἐσχάτην δυσσέβειαν τοὺς πειθομένους ἐνάγων, εὐφώρατον δ’ ἔχων μᾶλλον ἢ ἐκεῖνοι τὴν ἀφροσύνην, ἐπιτόμων τεύξεται παρ’ ἡμῶν τῶν ἐλέγχων. Εὐθὺς τοίνυν τὴν ἀρχὴν ὡς ἄγαν ὁμολογούμενον ἀφρόνως τιθεὶς ὁ τὸν Ἀντίτομον τοῦτον συνθείς, ὅτι καθ’ ἡμῶν ἐστιν ὁ Τόμος ὃς ἐπίτηδες ὑπὲρ ἡμῶν ἐξενήνεκται καὶ παρ’ ἡμῖν ἐστιν εἰς δικαίωσιν, ταύτην ποιεῖται τῶν ἑξῆς τὴν ἀρχήν. «

Τίς μὲν ὁ τοῦ Τόμου σκοπός, οἶμαι μηδένα τῶν ἐντυγχανόντων τούτῳ οὕτως ἠλιθιότητος ἔχειν, ὥστε μὴ εὐθὺς ἐξ ἀρχῆς θηράσαι κατὰ τῶν νῦν διαστρεφόντων αὐτὸν ἐκκείμενον».

Φαῖμεν δ’ ἂν ἡμεῖς ἀληθῶς πρὸς τὸν ἐξ οὕτω περιφανοῦς τοῦ ψεύδους ἀρξάμενον, ὡς ὄντως οὐδεὶς οὕτως ἠλίθιος ὥστε μὴ συνιδεῖν ἐντυχὼν τῷ Ἀντιτόμῳ σοι τούτῳ, σὲ τὸν διαστρέφοντα τὸν Τόμον ἐκεῖνον εἶναι καὶ κατὰ σοῦ καὶ τῶν οἷος εἶ σὺ νῦν ἐκεῖνον ἐκκείμενον, κἀντεῦθεν ἀποχρῶσαν λαβεῖν τὴν πίστιν, ὡς ὀρθοτομοῦσιν εὖ μάλα τηροῦντες ἀδιάστροφον τὸν τοῦ Τόμου σκοπόν, οὓς αὐτὸς λέγεις διαστρέφειν αὐτόν. Ἀλλ’ «ἐπαινεῖ», φησίν, «ὁ Τόμος προοιμιαζόμενος τὴν ταπείνωσιν καὶ τὰ ἐκ ταύτης τικτόμενα καλὰ διηγεῖται». Ποῦ τοίνυν ἐν τούτοις ἐρίζειν πρὸς ἡμᾶς τολμῶσι τὸ τῆς ταπεινώσεως σχῆμα καὶ ὁ τοῦ Τόμου σκοπός;

Τίς οὖν ὁ σκοπὸς οὗτος καὶ τίνος ἕνεκεν ἐκ τῶν τῆς ταπεινώσεως τικτομένων καλῶν ὁ Τόμος ἐκεῖνος ὕφηνε τὸ προοίμιον; Ἵνα δείξῃ πάντως ὡς ἀμοιρήσας αὐτῶν εἰς τέλος ὁ Βαρλαὰμ κατὰ τῶν εὐσεβῶν καὶ τῆς αὐτῶν εὐσεβείας λέγειν τε καὶ γράφειν ἐπήρθη, καθάπερ εὐθὺς ἑξῆς ἐκεῖ γεγραμμένον ὁρᾶται κείμενον· «ἀλλ’ ὁ Βαρλαὰμ εἰς τὸ τῆς οἰήσεως πέλαγος ἐξ ἀφροσύνης καθεὶς ἑαυτὸν κατὰ τῆς εὐσεβείας τοῦ τε Παλαμᾶ καὶ τῶν ἄλλων ἐχώρησε μοναχῶν».

Σὺ οὖν ὁ κατ’ ἐκεῖνον αὖθις ἀρτίως κατὰ τῶν αὐτῶν χωρῶν καὶ τὰ κατὰ τῆς ἐκείνου φρενοβλαβείας ἐγγεγραμμένα τῷ Τόμῳ κατ’ αὐτῶν ᾑρημένος γράφειν οὐ διαστρέφεις καὶ περιτρέπεις εἰς τοὐναντίον τὸν τοῦ Τόμου σκοπόν, ὃν ἀναγκαίως ἐκεῖνοι πάσῃ σπουδῇ τηροῦντες ἀντιλέγουσιν εἰκότως πρὸς σέ; Πῶς οὖν οὐχ ὑπεύθυνος ὅτι μάλιστα καὶ πολλῶν τῶν ἐπιτιμήσεων ἄξιος, οὕτω τὰ τοῦ Τόμου παραχαράττων καὶ τοῦ οἰκείου σκοποῦ παρατρέπων, ἵν’ ἀληθῶς εἴπω κατὰ σοῦ τὰ παρὰ σοῦ καθ’ ἡμῶν οὐ σὺν ἀληθείᾳ λεγόμενα; Πῶς οὐκ ἐκ προοιμίων ἀθετεῖς τὰ τοῦ Τόμου, ὁ μεγάλα κομπάζων ἐπὶ τούτῳ τῷ προοιμίῳ, καὶ ταῦτα μηδαμῶς ὄντι τῆς σῆς διανοίας, ἀλλὰ τῆς τῶν ὑπὸ σοῦ νῦν ἐξουθενουμένων τηνικαῦτα χαρισαμένων καὶ νῦν ἀφαιρουμένων δικαίως ἀχαρίστου σου πεφηνότος, ἵν’ ὀφθῇ πάλιν κατὰ τὴν παροιμίαν «ὁ κολοιὸς κολοιός», ὃν σὺ καὶ παρελαύνεις οὐ μετρίως ἀρτίως, οὐχ ὅπως ἐπ’ ἀλλοτρίοις ὡραϊζόμενος, ἀλλὰ καὶ κατὰ τῶν ἑκόντων σοι παρασχόντων ὡς οἰκείοις αὐτοῖς καταχρώμενος;

Οὕτω «τῶν οἰκείων μέτρων τὴν κατάληψιν» ἔχεις, ὧν τὴν ταπείνωσιν ὁ Τόμος ὡρίσατο, οὕτω τοῦ καρποῦ ταύτης τῆς εἰρήνης ἀντέχῃ, ὁ καὶ πρὸς τὰς σαυτοῦ καὶ ταῦτα περὶ εὐσεβείας ἀποφάσεις καὶ ὑπογραφὰς ἐκθύμως ἀντιταττόμενος, οὕτω τὰ τῆς εὐσεβείας ὅρια καθάπερ αὕτη πείθειν ἐκεῖ μαρτυρεῖται τὸν κεκτημένον οὐ μεταίρεις αὐτός, ὁ καὶ τὰ μεταξὺ τοῦ προοιμίου μέχρι τῶν ἐκεῖ κανόνων ἀπαλείψας τελέως, καὶ μὴ κακῶς τὰ καλὰ περιτεμὼν μόνον, ἀλλὰ καὶ τἀναντιώτατα φανερῶς ἐγκεντρίσας, οἷον καὶ παραχαράξας τὸν πάντα Τόμον ἐπὶ τοσοῦτον, καὶ Βαρλαὰμ ἄλλος ἐν τούτοις ἀναφανείς.

Ὡς γὰρ ἐκεῖνον ἐκεῖ φησιν ὁ Τόμος χωρῆσαι κατὰ τῶν διὰ βίου προσανεχόντων θεῷ καὶ κατηγορῆσαι τούτων ἀποτρόπαιον φρόνημα, κατηγορεῖν δ’ ὀνομαστί τε καὶ πάντων μᾶλλον τοῦ Παλαμᾶ, οὕτω μηδὲν παραλλάξας καὶ αὐτὸς νῦν ποιεῖ, καὶ τὰ πρὸς τούτων ἐπ’ ἐκεῖνον σὺν δίκῃ σκώμματα καθάπερ ἄλλος ἐκεῖνος οὗτος ἀντεπιφέρει πρὸς τούτους, οὐ σὺν δίκῃ μέντοι—πῶς γάρ; —ἀλλ’ ἐπ’ ἀντιθέσει μᾶλλον τῆς δίκης, καὶ ὅπερ ὁ Τόμος ἐκεῖνόν φησι σπουδάσαι, τὸ μὴ εἰς λόγους ἐλθεῖν καὶ ἀντικαταστῆναι τοῖς ὑπ’ αὐτοῦ κατηγορηθεῖσι, μὴ δυνηθῆναι δὲ μηδαμῶς ἀνασχομένων τῶν δικαζόντων, τοῦτο νῦν αὐτὸς ἐκείνῳ χαρίζεται καὶ προσεπιδαψιλεύεται χαριζόμενος, τὸ καὶ καταδίκους ποιεῖν, δι’ οὓς συνοδικῶς αὐτὸν ἐξελέγξαντας ἐκεῖνος κατεδικάσθη καὶ ὑπερόριος γέγονεν. Οὕτω τὰ μέχρι τῶν κανόνων ἀντιπεριήγαγεν εἰς πᾶν τοὐναντίον, μηδὲ μνησθεὶς ἐκείνων· τούτων δὲ μνησθείς, τῶν ἐνδιαστρόφων οἰκείων τρόπων οὐκ ἐπελάθετο, ἀλλὰ πρῶτον μὲν εὐθὺς διαστρέφει τὸν τρόπον τῆς αὐτῶν ἐκεῖ χρείας.

Καὶ γὰρ κατὰ τοῦ Βαρλαὰμ προβεβλημένους, ὡς ὁ Τόμος φησίν, ἅτε κινήσαντος πρώτου καὶ κατηγορήσαντος ἐπὶ τοιούτοις καὶ ἀναγκάσαντος τὸν Παλαμᾶν καὶ τοὺς σὺν αὐτῷ περὶ τοιούτων ἀπολογεῖσθαι κατὰ τῶν ἀναγκαίως ἀπολελογημένων τούτων οὗτος ἰσχυρίζεται προβεβλῆσθαι, μὴ τὸ τῆς ἀληθείας περιφανές, μὴ τὸ τῆς ἀνάγκης εὐσθενὲς δυσωπούμενος· εἶτα καὶ τῷ Τόμῳ τὸν σκοπὸν εἶναί φησι μηδὲν ἕτερον ἢ τὸ στηρίξαι τοὺς κανόνας τούτους, γράφων· «διατί δὲ καὶ ὁ Τόμος ἡμῖν ἐκτέθειται ἢ δῆλον ὅτι διὰ τουτουσὶ τοὺς κανόνας»;

Ὢ τῆς ἀβελτηρίας καὶ τῆς σκαιότητος! Ὥσπερ ἂν εἰ τοῦτ’ ἦν τὸ προκείμενον, εἰ καλῶς ἔχουσιν οἱ κανόνες ἢ μή, καὶ τούτου χάριν ἐκκλησία καὶ βασιλεία καὶ πολιτεία πᾶσα σχεδὸν εἰς ταὐτὸ συνελθόντες συνδιημέρευσαν, λεγόντων ἀκούοντες ἀντιθέτων καὶ τοὺς λόγους ἀντεξετάζοντες καὶ ταῖς πατροπαραδότοις θεολογίαις οἷόν τισι κανόσιν ἀπαρεγκλίτοις προσάγοντες καὶ τοῖς ἐναρμονίως ἔχουσι πρὸς ἐκείνους τὸ κράτος παρρησίᾳ παρέχοντες. «Ἀλλὰ τῶν κανόνων», φησίν, «ἀπόντων σχολῇ δ’ ἂν καὶ Τόμος κληθείη· ὁ γὰρ μὴ ἐκ κανόνων συγκεκροτημένος, πῶς ἂν καὶ συνοδικὸς ῥηθείη Τόμος;» Ἆρ’ οὖν καὶ τὰ συμβόλαια πάντα, νόμοις συγκεκροτημένα καὶ χωρὶς τῆς ἐκείνων γνώμης οὐδὲ συμβόλαια ὄντα, διὰ τοὺς νόμους ἀνάγραπτα γίνεται ταῦτα βοηθοῦντα τοῖς νόμοις, ἢ καὶ ἡ μνήμη τῶν νόμων ὅτι πρὸς βοήθειαν τείνει τῆς προθέσεως ἧς ἕκαστος ἀντέχεται, τῶν αὐτὰ κεκτημένων εἰς βεβαίωσιν προτείνεται τοῦ κατ’ ἐκείνην δικαίου; Ὁ δὲ καὶ ἀνερυθριάστως φησίν, ὡς «οὐ παρεδέξατο τὸν Παλαμᾶν ἡ σύνοδος δογμάτων ἀντεχόμενον, οὐδ’ ἠθέλησεν ὅλως ἀκοῦσαι λέγοντος», οὗ μὴ μόνον ἤκουσεν, ἀλλὰ καὶ συνῄνεσεν ὡς τοῖς ἀπ’ αἰῶνος ἐνθέοις θεολόγοις συνᾴδοντι.

Σκεπτέον δ’ ἂν εἴη καὶ δι’ ὧν οὗτος τἀναντία τῶν τηνικαῦτα προβάντων ἀποδεικνῦναι πειρᾶται. Φησὶ τοίνυν τὸ ψεῦδος κατασκευάζων, ὡς «εἴπερ ὁ Βαρλαὰμ δογματικὰς ἀπορίας προτεινόμενος ἀπελήλαται καὶ περὶ δογμάτων λέγειν κινήσας παρ’ ἡμῶν ἀπεκρούσθη τελέως, ὡς ὁ Τόμος διαλαμβάνει, πῶς ἂν τὸν Παλαμᾶν ἐδεξάμεθα δογμάτων ἀντεχόμενον, ἐν τούτοις αὐτὸν διὰ τοῦ Τόμου δικαιοῦντες ἢ ὅλως αὐτὸν περὶ τοιούτων ἠκηκόειμεν διαλεγόμενον;» Ἀλλ’ οὐχ ἁπλῶς ἅτε περὶ δογμάτων ἐπὶ τῆς συνόδου κινῶν ὁ Βαρλαὰμ ἀπελήλαται. Καὶ γὰρ οὐδ’ ἁπλῶς κινεῖν ἐστι τὸ ταῦτα λέγειν ὑπὲρ ὧν ἡ συνέλευσις, ἀλλὰ τὸ λέγειν ἐγχειρεῖν, ἃ μὴ πρὸς τὴν πρόθεσιν τείνει τοῦ συγκεκροτημένου τηνικαῦτα βήματος καὶ τῆς ἐκκλησίας ἐκείνης, τὸ δ’ ἐπὶ τῆς συνόδου κινεῖν περὶ ὧν ἡ σύνοδος, οὐκ ἀρχὴ μᾶλλον, ἀλλὰ τέλος ἐστὶ κινήσεως. Οὔκουν ὡς λέγων περὶ δογμάτων ἀπεκρούετο τηνικαῦτ’ ἐκεῖνος, ἀλλ’ ὡς περὶ τῶν ἔξω τῆς προκειμένης ὑποθέσεως ἐπιχειρῶν λέγειν. Ταῦτ’ ἄρα καὶ τὰ παρὰ πρόθεσιν λέγειν ἀποκρουόμενος προσετάττετο λέγειν περὶ ὧν ἡ σύνοδος ἐκείνη συνεκροτήθη.

Νῦν δ’ ὁ τὰ τῆς ἐγγεγραμμένης ὑποθέσεως ἐν τῷ Τόμω μὴ ἀνεξέταστα μόνον, ἀλλὰ καὶ ἀνήκουστα τελέσαι τῇ συνόδῳ διατεινόμενος, καὶ ταῦτ’ ἐκ τοῦ μὴ θέλειν ἀκούειν τοὺς συνεληλυθότας τῶν μὴ τεινόντων εἰς τὴν προκειμένην ὑπόθεσιν, ἆρ’ οὐ συκοφαντεῖ πάντας ἐκείνους καὶ τὴν σύνοδον ἐκείνην ἀχρειοῖ πᾶσαν καὶ τὸν ἐπὶ ταύτῃ τελέως ἀκυροῖ Τόμον;

Τί γάρ φησιν ὁ Τόμος οὗτος; Ὁρᾶτε πάντες ὡς αὐτὰ τοῖς ὑπὸ τοῦ πατριάρχου νῦν περὶ αὐτοῦ γεγραμμένοις τἀναντιώτατα. «Προτραπεὶς γάρ», φησίν, «ὁ Βαρλαὰμ εἰπεῖν καὶ ἀποδεῖξαι, εἴ τι ἔχοι κατὰ τῶν καθ’ ἡσυχίαν ζώντων μοναχῶν, αὐτὸς συγχεῖν πειρώμενος τὰ τῆς ὑποθέσεως εἰς ἐρωτήσεις καὶ ἀπορίας ἐχωρεῖτο δογματικὰς καὶ λύσεις τῶν ἀπορημάτων ἐζήτει. Ἐπεὶ δὲ καὶ ἅπαξ καὶ δὶς καὶ μετ’ ἐμβριθείας ἀποκρουσθεὶς οὐκ ἐνεδίδου τῆς ἐνστάσεως ταύτης οὐδὲ ἐπείθετο λέγειν περὶ τῆς τῶν προκειμένων ἐξετάσεως, τῆς κατὰ τῶν μοναχῶν δηλαδὴ ἐγγράφου παρ’ αὐτοῦ κατηγορίας, ἀνεγνώσθη κατ’ αὐτοῦ ὡς κινήσαντος περὶ δογμάτων καὶ τοῖς μοναχοῖς ἀνάγκην ἐπιθέντος περὶ τοιούτων ἀπολογεῖσθαι ὁ ξδʹ κανὼν τῆς ϛʹ συνόδου, «ὅτι οὐ χρὴ λαϊκὸν δημοσίᾳ λόγον κινεῖν» καὶ ὁ τῆς ἐν Χαλκηδόνι ιθʹ, καὶ μετὰ τούτους προεκομίσθησαν ἐπὶ τοῦ μέσου καὶ ἀνεγνώσθησαν ἃς ὁ Βαρλαὰμ φθάσας ἐποιήσατο ἀναφορὰς κατὰ τῶν μοναχῶν. Καὶ προτραπέντος τοῦ Παλαμᾶ καὶ ὅσα εἰκὸς ἀπολογησαμένου, ἀπεδείχθη ὁ Βαρλαὰμ τἀναντία τοῖς τῶν πατέρων θείοις λόγοις ἐκθέμενος, ἐν οἷς αὐτῶν κατηγόρει, ἅπερ ἀνωτέρω εἴρηται». Τίνα ταῦτα; «

Ὅτι μὴ τὴν ὑπερουσιότητα τὴν θείαν μεθεκτὴν λεγόντων, ἀλλὰ τὴν ἄκτιστον καὶ ἀΐδιον καὶ θεοποιὸν χάριν τοῦ πνεύματος, διθεΐας αὐτοῖς ἐντεῦθεν ἔγκλημα προστρίψασθαι ἐπεχείρησε, κατηγορῶν μάλιστα τοῦ τιμιωτάτου ἱερομονάχου κυρίου Γρηγορίου τοῦ Παλαμᾶ». Τοῦτο γὰρ καὶ τοὔγκλημα καὶ τοὔνομα κἀν ταῖς ἐγγράφοις ἀναφοραῖς τοῦ Βαρλαὰμ περιείληπται μετὰ τῆς τοῦ πολυθρυλήτου παρὰ τῶν νῦν ἀντιθέτων ἡμῖν γεγονότος καὶ παρ’ ἐκείνου πρώτου ῥηθέντος ὑπερκειμένου καὶ ὑφειμένου καὶ τῶν τούτῳ παραπλησίων ἐμφανοῦς προσθήκης.

Ἆρ’ οὖν οὐ περὶ δογμάτων καὶ τῷ κατηγορηκότι καὶ τοῖς ἀπολελογημένοις οἱ κατ’ ἐκείνην λόγοι τὴν σύνοδον ἦσαν; Ἀλλὰ ταῦτα μὲν ὁ Τόμος καὶ διηγεῖται καὶ ἀποφαίνεται, πρὶν ἐνεχθῆναι τὰ τοῦ Βαρλαὰμ συγγράμματα. Ὁ δὲ νῦν ἐν ὑποκρίσει τοῦ ἐξηγεῖσθαι, τοῦτον παρεξηγούμενος καὶ διαστρέφων, μᾶλλον δὲ καταλύων καὶ ἀναιρῶν παντάπασι, πάλιν καὶ πολλάκις γράφων οὐκ ἐρυθριᾷ, μᾶλλον δὲ καὶ τὸν Τόμον γράφειν διατεινόμενος, «ὡς ὁ Βαρλαὰμ διὰ τοῦτο τῆς ἐκκλησίας ἀπελήλαται καταψηφισθείς, ὅτι συγγεγραφὼς ἦν ὅλως περὶ δογμάτων». Πῶς οὖν οὐκ ἀπελήλαται, πρὶν ἐπιστῆναι καὶ ἀντικαταστῆναι τούτῳ παρρησίᾳ τὸν Παλαμᾶν, ἀλλ’ ἐπ’ ἐνιαυτὸν ὅλον, μᾶλλον δὲ ἐπὶ πολλῶν ἐνιαυτῶν περιόδους περὶ δογμάτων γράφων, ἄριστος ὑμῖν ἐνομίζετο θεηγόρος καὶ τῶν θείων δογμάτων ἀσφαλὴς συνήγορος, ὁ τῶν ὁμολογούντων τοῖς ὡς ἀληθῶς θεηγόροις κατήγορος οὗτος; «Ἀλλ’ οὐδεὶς ἂν εἰπεῖν ἔχοι», φησίν, «ὅτι δογμάτων ἐμνήσθημεν ἐν τῇ συνόδῳ τε καὶ τῷ Τόμω τοῦ Παλαμᾶ, κἀντεῦθεν ὁ Βαρλαὰμ ἐξηλέγχθη καὶ κατεκρίθη, ἀλλ’ ὅτι κατήγορος ὢν ὁ Βαρλαὰμ τοῦ τε Παλαμᾶ καὶ τῶν σὺν αὐτῷ μοναχῶν ἐξεβλήθη, οὐκ ἀξιόχρεως εἰς κακηγορίαν εἶναι κριθείς».

Βαβαὶ τοῦ ἀναιδεστάτου ψεύδους! Πῶς γὰρ οὐκ ἀξιόχρεως ἐκρίθη πρὸς κατηγορίαν, δι’ ὃν ἐγκαλέσαντα καὶ μὴ ἀκουσθέντα μόνον, ἀλλὰ καὶ πείσαντα μετεπέμφθημεν πόρρωθεν ἀπολογησόμενοι; Πῶς οὐδὲ μνήμη γέγονεν ἐν τῇ συνόδῳ τῶν τοῦ Παλαμᾶ δογμάτων, ὡς ἀνωτέρω μικρὸν εἴρηται, τῶν κατ’ αὐτοῦ περὶ δογμάτων συγγεγραμμένων ἀναγνωσθέντων ἐπὶ τοῦ μέσου καὶ προτραπέντος αὐτοῦ καὶ ἀπολογησαμένου καὶ τὸν κατ’ αὐτοῦ συγγεγραφότα Βαρλαὰμ τἀναντία τοῖς θείοις τῶν πατέρων λόγοις ἐκθέμενον ἀποδείξαντος, ἐφ’ οἷς αὐτοῦ κατηγόρει; Ὡς δ’ οὗτος ἐνταῦθα προϊὼν γράφει, καὶ κατακρίτους ἡμᾶς εἶχε πρὶν ἐλθεῖν καὶ ἀντικαταστῆναι παρρησίᾳ τῷ κατηγόρῳ τούτῳ τῆς ἡμῶν τε καὶ τῶν πατέρων ἡμῶν εὐσεβείας. Οὕτως οὐ μόνον ἀνάξιον ἡγεῖτο τοῦτον πρὸς τὴν ἡμετέραν κατηγορίαν, ἀλλὰ καὶ ἄξιον πιστεύεσθαι ὅ,τι ἂν ἐθέλῃ καθ’ ἡμῶν λέγειν, ὁ νῦν ἐκεῖνον οὐκ ἀξιόχρεων κριθῆναι λέγων πρὸς τὴν κατηγορίαν· «κατάκριτοι γάρ», φησίν, «ἐλθόντες καὶ συμπάσῃ τῇ συνόδῳ ὑπόδικοι, προμηθείας παρὰ τῆς ἐκκλησίας ἔτυχον μὴ παραδεξαμένης τὸν αὐτοὺς ἐξελέγχοντα. Νῦν δ’ οὗτοι καταχρῶνται τῇ ταύτης ἐπ’ αὐτοὺς τοσαύτῃ συμπαθείᾳ».

Τίς ἡ τὸν ἡμᾶς ἐξελέγχοντα μὴ παραδεξαμένη τηνικαῦτ’ ἐκκλησία, ἧς καὶ ὁ τὴν συμπάθειαν πολὺς οὗτος; Πάντως ἄλλη παρὰ τὴν συναθροισθεῖσαν μετὰ τοῦ μακαριωτάτου βασιλέως ἐκείνου, καὶ οὐκ ἄλλη μόνον, ἀλλὰ καὶ τελέως ἀντικειμένη καὶ τἀναντία φρονοῦσα καὶ ἀποφαινομένη παντάπασιν.

Αὕτη λοιπόν ἐστιν ἡ τοῦ Ἀκινδύνου σαφῶς, ἧς νῦν ἐστι μόνης καὶ πατριάρχης ὁ ταῦτα γράφων. Ἐκείνη γὰρ ἡ ἐκκλησία καὶ σύνοδος, ἐφ’ ἧς ὁ ἀοίδιμος βασιλεὺς προεκάθητο, προετρέπετο καὶ μετ’ ἐμβριθείας προετρέπετο τῷ Βαρλαὰμ εἰπεῖν καὶ ἀποδεῖξαι, εἴ τι ἔχει κατὰ τῶν μοναχῶν· ἀλλὰ καὶ προεκομίσθησαν καὶ ἀνεγνώσθησαν ἐπ’ αὐτῆς, ὡς ἔφθημεν εἰπόντες, αἱ τούτου κατὰ τοῦ Παλαμᾶ καὶ τῶν μοναχῶν ἔγγραφοι κατηγορίαι. Καὶ ἀπολογηθέντος τοῦ Παλαμᾶ, ὅσα εἰκός, ἐξηλέγχθη ὁ Βαρλαὰμ τἀναντία τῆς εὐσεβείας λέγων καὶ τούτων ὡς εὐσεβῶς φρονούντων κατηγορῶν.

Ἡ δὲ νῦν ἔχουσα προεστῶτα τὸν συκοφαντοῦντα τὸν Τόμον ἀναιδῶς καὶ τοὺς Ἀντιτόμους γράφοντα τούτους καὶ δι’ αὐτῶν καὶ ἑαυτὸν ὡς συμπαθεῖ ποτε χρησάμενον ἤθει συκοφαντοῦντα, συμπεραίνουσα τὰς μακρὰς ταύτας κατὰ τοῦ Τόμου συκοφαντίας ἔτ’ ἀναιδέστερον, «ἐκβολή», φησίν, «ἐστὶν ὁ Τόμος τοῦ κατηγόρου καὶ οὐ δικαίωμα τῶν κατηγορηθέντων».

Τοῦτο τοιγαροῦν ἐστιν, ὃν ἡμῖν ἐγκαλεῖ τῦφον καὶ ἣν ἡμῶν καταψεύδεται κατάχρησιν τοῦ Τόμου καὶ παρεξήγησιν, ὅτι κατέχομεν ὡς ἡμῶν τε καὶ τῆς εὐσεβείας δικαίωμα τὸν ἡμῖν ἐπὶ τούτῳ δεδομένον ἔκτοτε Τόμον.

Ἐπεὶ δὲ καὶ πάσῃ τῇ συνόδῳ κατακρίτους καὶ ὑποδίκους ἐλθεῖν ἡμᾶς φησι τότε, τυχεῖν δὲ παρὰ τῆς ἐκκλησίας τῆς ἥν φησι προμηθείας, ἆρ’ οὐχὶ κἀντεῦθεν τὴν ὑπ’ αὐτὸν ἐκκλησίαν ἑτέραν δείκνυσιν οὖσαν παρ’ ἐκείνην πᾶσαν τὴν σύνοδον; Εἰ δ’ ἄρ’ οὐχ ἑτέρα, λεγέτω πῶς ἦμεν κατάκριτοι καὶ ὑπόδικοι τῇ συνόδῳ συμπάσῃ πρὶν ἐπιστῆναι;

Πάντως ὡς τοῦ Βαρλαὰμ κατηγορήσαντος. Οὕτως οὖν ἄδεκτος ἐκρίθη παρ’ αὐτοῦ πρὸς κατηγορίαν ὁ Βαρλαάμ, ὡς καὶ τοῖς ὑπ’ ἐκείνου καθ’ ἡμῶν λεγομένοις ἐπιψηφίσασθαι, καθάπερ αὐτός ἐστι νῦν καθ’ ἑαυτοῦ μαρτυρῶν· ἐπιλέλησται γὰρ ἐνταῦθα τῶν ἱερῶν κανόνων ὁ τοσοῦτο τούτων ἐχόμενος, ὡς ἐκ τοῦ καταχρῆσθαι καὶ παραχρῆσθαι τούτοις ἐν πᾶσιν ἑτοιμότατος εἶναι καὶ δεινότατος. Ἐπελάθετο τοίνυν τῶν κελευόντων νόμων τε καὶ θείων κανόνων «μηδένα τῶν ἁπάντων ἐκ μόνης κατηγορίας ὑπεύθυνον εἶναι, κἂν μικρὸν κἂν μέγα κἂν τῶν μεγίστων ὂν τυγχάνῃ τὸ ἔγκλημα».

Μέγιστον γὰρ ἂν εἴη κέρδος τοῖς συκοφάνταις, εἴπερ ἐκ μόνου τοῦ κατηγορεῖν ὑπαιτίους ἕξουσι τοὺς ἀναιτίους. Ταύτης δὲ τῆς οὕτω δικαίας γνώμης τῶν κανόνων ἐπιλαθόμενος, κατακρίτους, ὡς αὐτός φησιν, ἡμᾶς εἶχε καὶ ὑποδίκους ἐκ μόνης τῆς τοῦ Βαρλαὰμ κατηγορίας πρὶν ἐπιστῆναι, νῦν δ’ ἐπιστάντας καὶ ψεύστην ἅμα καὶ δυσσεβῆ τὸν κατήγορον ἀπελέγξαντας ἐν οἷς ἡμῶν κατηγόρει μετὰ τοὺς περιφανεστάτους τούτους ἐλέγχους, «ἄδεκτον», φησί, «πρὸς τὸ κατηγορεῖν ἐκεῖνον κριθῆναι καὶ παρὰ τοῦτο κατηγορίας εἶναι τῆς αὐτῆς ἀξίους τοὺς ὑπ’ ἐκείνου κατηγορηθέντας», καὶ προϊών, «ἐπετιμήθη καὶ ἀπεκηρύχθη», φησίν, «ὁ Βαρλαὰμ ἐν οἷς κακῶς τοῖς θείοις ἐπιβαλὼν ἦν, οὐ μέντοι γε τῆς τῶν μοναχῶν ἕνεκεν κατηγορίας».

Τίς ὁ ταῦτα νῦν γράφων, οὗτος ἐκεῖνος ὁ ταῖς ἁπανταχοῦ γῆς ἱεραῖς ἐκκλησίαις μετὰ τὴν σύνοδον ἐπιστείλας εὐθὺς ἐκείνην, ὡς πάρεστιν ὁρᾶν γεγραμμένον καὶ ὑπογεγραμμένον παρὰ τῆς οἰκείας αὐτοῦ χειρός, «ὅτι ἀπηλέγχθη ὁ Βαρλαὰμ ἐπὶ τῆς συγκροτηθείσης ἱερᾶς καὶ θείας συνόδου, χάριν τῶν λαληθέντων, παρ’ αὐτοῦ κατὰ τῶν ἱερῶς ἡσυχαζόντων, βλάσφημα λαλῶν καὶ ἄντικρυς ἐναντία τοῖς θείοις τῶν πατέρων λόγοις». Ἆρ’ οὐχ ἅμα τῆς τε τοῦ Βαρλαὰμ καταδίκης καὶ τῆς ἀρτίως οἰκείας μάρτυς αὐτός ἐστιν ἀπαράγραπτος, ψεύστην ἐπὶ τοιούτοις ἑαυτὸν ἀπελέγχων καὶ καταλύτην τοῦ Τόμου, καὶ τῶν συνόδων ἐκείνων ἀναιρέτην καὶ ἀντικείμενον; Ἀλλὰ καὶ προστίθησι γράφων, «ὥστ’ εἰ καὶ ὁ κατηγορῶν τούτους ἐκβέβληται, ἀλλὰ μένει ἡ περὶ αὐτοὺς παρ’ ἐκείνου μέμψις ἀκίνητος, καὶ ἐφεῖται ταύτην παντὶ τῷ βουλομένῳ κινεῖν καὶ οὐδ’ ἄν τις νυνὶ κατ’ αὐτῶν περὶ τῶν αὐτῶν ἐκείνῳ κινῇ εἰς τὸ ἐκείνου κατηγορηθήσεται ἔγκλημα».

Ὁρᾶτε πῶς ἐπανακαλεῖται τοὺς βαρλααμίτας, ὥσπερ ἐκ πανδήμου καὶ ὑψηλοῦ τοῦ κηρύγματος, καὶ οἵαν τούτοις παρέχει τὴν εἴσοδον; Ὁρᾶτε πῶς ἐξαιρεῖται δῆθεν τῆς αἰτίας Ἀκίνδυνον καὶ ὅπως πάντας παρακαλεῖ τῇ τελευταίᾳ κατ’ ἐκεῖνον ὑποπεσεῖν ἐπιτιμήσει τοῦ Τόμου, γράφοντος καὶ διακελευομένου «μετ’ ἐμβριθείας καὶ πνευματικῆς αὐστηρίας καὶ ἐπιτιμήσεως μηδένα τὸν ἁπάντων ἔτι περὶ τῶν αὐτῶν τε καὶ ἄλλων τοιούτων κινεῖν»—δηλονότι κατηγορεῖν· ὁ γὰρ κατηγορῶν ἐστιν ὁ κινῶν—καθάπερ ὁ Βαρλαάμ; Καὶ τί λέγω τὴν τοῦ Τόμου τελευταίαν ἐπιτίμησιν; Οὗτος γὰρ καὶ ταῖς ἀνωτέρω γεγραμμέναις φρικωδεστάταις ἀποκηρύξεσι καὶ ἀναθεματισμοῖς ἑαυτὸν καὶ τοὺς αὐτῷ πειθομένους ὑπεύθυνον πολλαπλασίως πεποίηκεν. «Εἰ γὰρ ὅτι τῶν ὑπὸ τοῦ Βαρλαὰμ βλασφήμως καὶ κακοδόξως κατὰ τῶν μοναχῶν, μᾶλλον δὲ τῆς ἐκκλησίας αὐτῆς λαληθέντων ἢ συγγραφέντων φανεὶς πάλιν τῶν μοναχῶν κατηγορῶν, ἢ ὅλως τούτων ἐν τοῖς τοιούτοις καθαπτόμενος, ταῖς αὐταῖς ἐκείνῳ φρικώδεσι καταδίκαις καθυποβάλλεται» κατὰ τὴν ἔγγραφον ἐκείνην ἀπόφασιν, ὁ τοσαῦτ’ ἔπειτα κατ’ αὐτῶν γράφων καὶ πᾶσαν ἐφιεὶς παντὶ τῷ βουλομένῳ τὴν παρ’ ἐκείνου κατηγορίαν κινεῖν, οὐ πολυπλασίως ἑαυτὸν ὑποβάλλει ταῖς τοιαύταις ἀποκηρύξεσι, πολλαπλῶς «ἑαυτὸν ἀποτέμνων τῆς τοῦ Χριστοῦ ἐκκλησίας καὶ παντὸς τοῦ τῶν ὀρθοδόξων συστήματος»;

Φαίη δ’ ἄν τις πρὸς τὸν γράφοντα νῦν, ὡς οὐδ’ ἄν τις κατὰ τὸν Βαρλαὰμ ἀρτίως περὶ τῶν αὐτῶν ἐκείνῳ κατὰ τῶν αὐτῶν κινῇ μοναχῶν, εἰς τὸ ἐκείνου κατηγορηθήσεται ἔγκλημα; Καὶ μὴν αὐτὸ τὸ κινεῖν ὑπ’ ἔγκλημα, καὶ μάλιστα κατὰ σέ· τοῦτο γὰρ δὴ σὺ καὶ πολλάκις ἄνω καὶ κάτω στρέφων ἐνταῦθα γράφεις ὅτι «ὁ Βαρλαὰμ ἀπελήλαται δόγματα, προτεινόμενος καὶ περὶ δογμάτων κινῶν μηδ’ ἐτασθεὶς μηδ’ ἀκουσθεὶς μηδ’ ἐξελεγχθεὶς ὅλως, ἀλλ’ ὡς ἀπειθήσας τῷ τῆς ἐκκλησίας νόμῳ καὶ διατάγματι μηδόλως ἐφιέντι περὶ δογμάτων κινεῖν ἢ λέγειν».

Ἆρ’ οὖν ὁ κατ’ ἐκεῖνον περὶ τῶν αὐτῶν ἐκείνῳ καὶ κατὰ τῶν αὐτῶν κινῶν, οὐ περὶ δογμάτων ὡς ἐκεῖνος κινεῖ; Πῶς οὖν οὐκ εὐθὺς ὑπεύθυνος καὶ αὐτὸς κατ’ ἐκεῖνον ἀπειθῶν τῷ νόμῳ καὶ τοῖς διατάγμασι τῆς ἐκκλησίας, ὡς αὐτὸς διατείνῃ, καὶ διὰ τοῦτ’ ἄδεκτος ἐκείνῳ τὸν ἴσον τρόπον; Κἀντεῦθεν οὐκ ἀνεύθυνοι μόνον, ἀλλὰ καὶ ἀνέγκλητοι παντάπασιν οἱ μοναχοὶ πάλιν, ἢ παράνομος ὁ νόμος καὶ πᾶς κανὼν ἄθεσμος, ὅταν ᾖ σοι βουλομένῳ, καὶ ταῦθ’ ὁ καὶ παρὰ σοῦ πρότερον εὖ ἔχειν μαρτυρηθείς. Πῶς δὲ καὶ τὸν σκοπὸν ὃν αὐτὸς ἔφης εἶναι παντὸς τοῦ Τόμου καὶ δι’ ὃν ἰσχυρίζῃ τῶν ἱερῶν κανόνων ἐν ἐκείνῳ μεμνῆσθαι τὸ μηδενὶ δηλονότι περὶ δογμάτων κινεῖν ἐξεῖναι πάλιν αὐτὸς οὐκ ἀνασκευάζεις καὶ καταλύεις τελέως ἀνέγκλητον εἶναι τὸ κινεῖν λέγων, καὶ ταῦθ’ ὡς ὁ κατάκριτος ἐκεῖνος ἐκ τοῦ κινεῖν γεγονώς;

Καὶ μήν, ὡς ἠκούσθη, τὸ κατηγόρημα παρίστησι διὰ πλειόνων ὁ Τόμος αὐτός. Ψεῦδος οὐκοῦν σαφὲς τὸ μηδαμῶς ἀκουσθῆναι τὸν Βαρλαάμ, κἀντεῦθεν αὖ κἀκεῖνο δείκνυται ψεῦδος, τὸ τοῦτον ἀπεληλάσθαι τοῦ κινεῖν ὅλως χάριν· οὐ γὰρ ἂν ἠκούσθη παρὰ τῶν ἀπαξιούντων κινεῖν, οὐδ’ ἂν ὁ Παλαμᾶς ἀπελογεῖτο πρὸς ταῦτα προτραπεὶς παρὰ τούτων, οὐδ’ ἂν ἐγράφη καὶ παρ’ αὐτῶν ἐν τῷ Τόμῳ τὰ τῷ Βαρλαὰμ λελεγμένα περὶ δογμάτων. Καὶ ἡ πίστις ἐγγύς· περὶ ὧν γὰρ οὐκ ἐφῆκαν κινεῖν τῶν ἔξω, δηλονότι τῶν προκειμένων, ὡς ἀνωτέρω δέδεικται, τούτων ἐν τῷ Τόμῳ μνήμη τις οὐδενός. Ἀλλ’ ἔχει καὶ πρὸς τοῦτό τι λέγειν ὁ τοῦ ψεύδους προστάτης; Τί δ’ ἄλλο πάλιν ἢ ψεῦδος ἄλλο τὸ μὴ ἀξιόχρεων πρὸς τὴν κατηγορίαν κριθῆναι, μηδὲ πιστευθῆναι τὸν Βαρλαὰμ κἂν ἠκούσθη; Τί φής; Παρίημι γὰρ λέγειν ὡς τῶν ἀσυστάτων, ἃ λέγεις, ἀνασκευαζόμενα δι’ ἀλλήλων.

Ἀλλ’ οὐ συνορᾷς, ἄνθρωπε, ταῦτα λέγων σαυτὸν καὶ τὴν ἱερὰν ἐκείνην ὁμήγυριν τῆς μοίρας ἐκτέμνων τῶν εὐσεβῶν, τὸ σαυτοῦ λέγω μέρος; Σκοπῶμεν δὲ ὧδε· πᾶς ὁ κατηγορῶν τινων ἐπὶ δόγμασιν, ἢ φρονῶν αὐτὸς καθ’ ἅ φησιν εὐσεβῶς, τῶν μὴ παραπλησίως δοκούντων αὐτῷ φρονεῖν τυγχάνει κατηγορῶν, ἢ δυσσεβῶς αὐτὸς φρονῶν, τῶν μὴ οὕτω φρονούντων. Εἰ μὲν οὖν εὐσεβῶς αὐτὸς λέγει καθ’ ἃ τῶν μὴ τὰ ἴσα δοκούντων λέγειν κατηγορεῖ, μὴ ἀξιόχρεως εἰς κατηγορίαν κρινόμενος οὔτ’ αὐτὸς οὔθ’ οἱ κρίνοντες ἀνάξιον τοῦτον λέγειν ἃ λέγει δυσσεβεῖς παρὰ τοῦτο. Πρὸς δὲ τούτοις, οὐδ’ ἄν τις ἄλλος ἔπειτα κινῇ περὶ τῶν αὐτῶν τοὺς αὐτοὺς ἢ ἑτέρους διώκων.

Εἰ δὲ δυσσεβῶς ὁ κατήγορος λέγει καθ’ ἃ τῶν μὴ κατ’ αὐτὸν φρονούντων κατηγορεῖ, μὴ καταδικασθῇ δὲ παρὰ τῶν κριτῶν, ἀλλ’ ἀποπεμφθῇ μόνον ὡς μὴ κατηγορεῖν ἄξιος, πῶς οὐχὶ τῆς ἴσης ἐκείνῳ δυσσεβείας εἰσὶν οἱ μὴ κατὰ τῆς ἐκείνου ψηφισάμενοι δυσσεβείας μηδὲ δικαιώσαντες τοὺς ἀντιταττομένους τῇ αὐτοῦ δυσσεβείᾳ διωκομένους παρὰ τοῦθ’ ὑπ’ ἐκείνου; Οἱ δὲ καὶ πᾶσιν ἀνεύθυνον εἶναι κρίνοντες τῇ δυσσεβεῖ ταύτῃ χρῆσθαι κατηγορίᾳ, καθάπερ ὁ πατριάρχης νῦν ἀποφαίνεται, πῶς οὐχ ὅτι μάλιστα δῆλοι τῆς αὐτῆς ἐκείνῳ δυσσεβείας ὑπάρχοντες;

Ὅτι δ’ ὁ Βαρλαὰμ δυσσεβῶς ἦν φρονῶν καθ’ ἃ τῶν μοναχῶν κατηγόρει, μάρτυς πάλιν αὐτὸς ὁ ἐφιεὶς νῦν τοῖς πᾶσι κατ’ ἐκείνων τἀκείνου λέγειν, γράψας τηνικαῦτα ταῖς ἁπανταχοῦ γῆς ἱεραῖς ἐκκλησίαις, ὡς καὶ μικρῷ πρότερον ἔφθημεν εἰπόντες, ὁ Βαρλαὰμ χάριν τῶν λαληθέντων παρ’ αὐτοῦ κατὰ τῶν ἱερῶς ἡσυχαζόντων, βλάσφημα λαλῶν ἦν καὶ ἄντικρυς ἐναντία τοῖς θείοις τῶν πατέρων λόγοις. Οὐκοῦν μάρτυς οὗτος αὐτὸς ὑπὲρ ἐκείνης τε τῆς μεγάλης συνόδου πάσης καὶ καθ’ ἑαυτοῦ νῦν· ὑπὲρ ἐκείνης μέν, ὅτι τὸν Παλαμᾶν καὶ τοὺς σὺν αὐτῷ μοναχοὺς ἐπαινέσαντες ἐπ’ εὐσεβείᾳ καὶ δικαιώσαντες ὡς τοῖς ἀπ’ αἰῶνος θεολόγοις συνᾴδοντας, τὸν δὲ Βαρλαάμ, ἐφ’ οἷς αὐτῶν κατηγόρησεν, αἰσχύναντες καὶ καταδικάσαντες ὡς ἀπᾴδοντα λέγοντα φωραθέντα τῶν αὐτῶν θεολόγων, οὐκ εὐσεβεῖς μόνον, ἀλλὰ καὶ προστάται τῆς εὐσεβείας εἰσί, καθ’ ἑαυτοῦ δέ, ὅτι τὴν εὐσέβειαν, ἧς τηνικαῦτα καὶ αὐτὸς ἦν, ταύτην ἐξωμόσατο νῦν.

Ταῦτ’ ἄρα καὶ πᾶσιν ἀρτίως ἐφίησι τοὺς ἐναντίους τοῖς θείοις τῶν πατέρων λόγους αὐτὰ τὰ τοῦ Βαρλαὰμ βλάσφημα καὶ πονηρὰ δόγματα πάλιν λέγειν καὶ περιαγγέλλειν ἀνέδην. Ἀλλ’ ἐνταῦθα μὲν τελέως καταφρονήσας καὶ τῆς πρότερον οἰκείας καὶ τῆς ἀεὶ βασιλικῆς καὶ κοινῆς εὐσεβείας «τῶν ὀρθοτομούντων τὸν λόγον τῆς ἀληθείας» καὶ τῶν ἐν τῷ Τόμῳ φρικτῶν ἁπασῶν ἀποφάσεων πᾶσαν καὶ παντὶ καὶ παντοίως κινεῖν αὖθις ἐφεῖσθαι τὴν παρὰ τοῦ Βαρλαὰμ καθ’ ἡμῶν ἀπεφήνατο μέμψιν, Ἀκινδύνῳ τῷ βαρλααμίτῃ θύραν ἀνοίγων, μᾶλλον δὲ πύλας εὐρείας ἀναπετῶν, ταῖς φρενοβλαβέσιν αὐτοῦ καὶ τῶν οἷος αὐτὸς φλυαρίαις. Προϊὼν δέ, θατέρου μὲν μνησθεὶς ὡς ἐγγράφως κατηγορεῖν ἡμῶν ἀπηγόρευται, θατέρου δ’ ἀμνημονῶν ἑκὼν ὡς καὶ ἀγράφως τοῦτ’ ἀπηγόρευται, πρὸς δὲ καὶ τῶν κατὰ τῶν εἰς τὸ ἑξῆς ἡμῶν κατηγορησόντων ἀναθεματισμῶν καὶ ἀποκηρύξεων εἰς μνήμην ἐλθών, πειρᾶταί τινα θεραπείαν ἐπάγειν, ἀλλ’ ἔτι μᾶλλον κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τὰς φοβερὰς ἐκείνας ἀρὰς ἐφέλκεται καὶ ἀποτέμνει φανερῶς ἑαυτὸν τῆς ἐκκλησίας Χριστοῦ, χώραν ἔτ’ Ἀκινδύνῳ καὶ τοῖς κατ’ αὐτὸν κατ’ αὐτῆς παρέχων τό γε εἰς αὐτὸν ἧκον ἐπιφανέστερον. Οὐχ ἁπλῶς γάρ, φησίν, ἀπηγόρευται ἡμῖν μηδενὶ ἐξεῖναι κατηγορεῖν τῶν μοναχῶν, ἅπερ ὁ Βαρλαὰμ κατ’ αὐτῶν εἶπεν, ἀλλὰ πρόσκειται τὸ «βλασφήμως καὶ κακοδόξως».

Καίτοι διὰ τούτου τοῦτο δείκνυσιν ὁ Τόμος, ὡς πάνθ’ ἅπερ ὁ Βαρλαὰμ κατὰ τῶν μοναχῶν εἶπε, «βλασφήμως καὶ κακοδόξως» εἶπεν. Ὁ δὲ νῦν τῶν βαρλααμιτῶν προστάτης, ὡς ἐχόντων ἔστιν ὧν εὐσεβῶς τῶν παρὰ τοῦ Βαρλαὰμ κατηγορημάτων ἐκδέχεται τὴν ῥῆσιν. Τοῦτο γὰρ καὶ μικρὸν ἀνωτέρω φανερῶς φησιν, ὡς «ἀνεφάνη ὁ Βαρλαὰμ καὶ ἀπηλέγχθη κακῶς καὶ ἐπισφαλῶς καὶ λέγων καὶ φρονῶν, ἀλλ’ οὐκ ἐπὶ πάντων τῶν παρ’ αὐτοῦ προτεινομένων». Ἐπεὶ οὖν ὁ Τόμος ἐκεῖνος εἰπὼν ὅτι «τῶν ὑπὸ τοῦ Βαρλαὰμ κατὰ τῶν μοναχῶν λαληθέντων ἢ συγγραφέντων», προσέθηκε, «μᾶλλον δὲ κατὰ τῆς ἐκκλησίας αὐτῆς», ὁ νῦν λέγων μὴ κατὰ πάντ’ ἐκεῖνα βλάσφημον εἶναι τὸν Βαρλαάμ, τοῦτ’ ἄντικρύς φησιν, ὡς ἔστιν ἃ κατὰ τῆς ἐκκλησίας τοῦ Χριστοῦ λέγων ἐκεῖνος καὶ προτεινόμενος οὐ δυσσεβῶς ἔλεγε καὶ βλασφήμως, ὡς τῆς τοῦ Χριστοῦ φεῦ ἐκκλησίας μεμπτέας ἐπ’ εὐσεβείᾳ κατ’ αὐτὸν οὔσης καὶ λαβὴν παρεχούσης ἐκείνῳ τε τηνικαῦτα καὶ τούτῳ νῦν καὶ πᾶσι τοῖς ἄλλοις, οἷς ἐφίησιν, οὗτος ἀρτίως ἐπιπηδᾶν ἀδεῶς.

Μαρτυρεῖ δ’ ἄκων ἐντεῦθεν καὶ ἀποδείκνυσιν ἡμᾶς ὡς ἀληθῶς εἶναι καὶ τοὺς ἡμῖν ὁμολογοῦντας τὴν τοῦ Χριστοῦ ἐκκλησίαν, ἧς αὐτὸς νῦν ἀπέστη καὶ ᾗ μετ’ Ἀκινδύνου νῦν ἐπανέστη καὶ καθ’ ἧς καὶ χώραν καὶ χεῖρα τοῖς βαρλααμίταις παρέσχεν ὅσην ὁρᾶτε· διὸ καὶ συμπεραίνων ἤδη τοὺς λόγους, «οἷς μέν», φησίν, «ἐν ἐπιτιμίῳ τοὺς κατηγοροῦντας ἐνίων κατέσχομεν, εἴρηταί τε καὶ ἀποδέδεικται, οἷς δ’ αὖθις χώρα παρεῖται τοῖς τούτοις ἐγκαλεῖν ᾑρημένοις, ἄνευ μέντοι συγγραμμάτων οἰκείων, ἔνι καὶ τοῦτ’ ἐντεῦθεν συνιδεῖν».

Οὕτως ἀναιρέτην τοῦ Τόμου καὶ παραβάτην ἑαυτὸν ὡς ἀληθῶς συνίστησιν, οἰκοδομῶν ὕστερον κακῶς ἃ κατέλυσε πρότερον καλῶς καὶ λύων μόνος ἀκρίτως ἃ σὺν πάσῃ τῇ ἐκκλησίᾳ καὶ μετὰ φιλαλήθους κρίσεως ἀλύτως ἔδησεν, ἀλλὰ καὶ δοῦναι λέγων ἐνταῦθα τοῖς πᾶσι χώραν ἡμῶν κατηγορεῖν, ἄνευ μέντοι συγγραμμάτων οἰκείων, τὰ τῶν κατηγόρων ἡμῶν καθ’ ἡμῶν συγγράμματα παρ’ ἑαυτῷ μεταλαβὼν ἔχει μετὰ τῶν οἰκείων συνδήσας καὶ τούτοις ἐπιδείκνυται μᾶλλον, ἢ τῷ ἐλέφαντι κατὰ τὸν μῦθον οἱ Πελοπίδαι, τοῖς προσιοῦσιν ὁσημέραι ταῦθ’ ὑποδεικνὺς καὶ διεξιέναι παρόντων φιλοτιμούμενος καὶ πρὸς τοὺς ἀπόντας πέμπων καὶ ἀξιῶν ἐντυγχάνειν καὶ τοὺς ἐλλογιμωτέρους ἐνάγων παρ’ ἑαυτῶν προστιθέναι τὰ παραπλήσια, καὶ ταῦτα, τίν’ ἔχοντα τὴν σπουδὴν καὶ τίνα τὴν πρόθεσιν, συναιρεῖν ἀθέως ἢ διχοτομεῖν ἀθεώτερον εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα καὶ τοὺς μὴ οὕτω ποιοῦντας πολυθέους ἀποκαλεῖν, ὡς καὶ κατ’ οὐσίαν καὶ κατ’ ἐνέργειαν ἄκτιστον εἶναι τὸν θεὸν φρονοῦντας, εἰ καὶ θατέρᾳ μὲν εἶναί πως ῥητόν τε καὶ ληπτόν, θατέρᾳ δὲ ὑπὲρ ἐπωνυμίαν τε καὶ κατάληψιν.

Ἡ δὲ πίστις τοῦ ταῦτα μὲν ἀθετεῖν ἐκεῖνα δὲ στέργειν τὸν πατριάρχην ἀρτίως καὶ αὐτὸ πρὸς τοῖς ἄλλοις τὸ οἰκεῖον βιβλίον, ἐν ᾧ τὰ τῶν ἀντιθέτων ἡμῖν ἐπ’ εὐσεβείᾳ συγγράμματα, καὶ ἡ τούτου πρὸς ταῦτα στοργὴ περιφανής ἐστιν ἄγαν.

Οὕτως οὐ τὰ τῆς εὐσεβείας ὅρια μόνον οὗτος, ἀλλὰ καὶ τὰ τῆς δυσσεβείας ἐπὶ τὸ χεῖρον μεταίρει, κακίας ὅρον εἰδὼς οὐδένα καὶ κόρον οὐδέποτε λαμβάνων τῆς καθ’ ἡμῶν τε καὶ τῆς εὐσεβείας μανίας. Ταῦτ’ ἄρα καὶ τῆς καθ’ ἡμῶν τούτοις, τὰ τοῖς ἐν τέλει καὶ τῇ συγκλήτῳ καὶ πᾶσιν ἁπλῶς ἀναγκαιότατα νῦν ἀποδείκνυσθαι συνθείς τε καὶ περιθείς, ὡς ἀγκίστρῳ δέλεαρ ἢ δηλητηρίῳ τῶν ἐδωδίμων τὰ ἥδιστα καὶ τοὺς ἐν τοῖς βασιλείοις κλέπτειν ἐντεῦθεν ἐπιχειρῶν, ὢ τῆς ἀπονοίας, καὶ τῇ θεοστεφεῖ δεσποίνῃ πεῖραν προσάγει, ταύτην ὑποδείξας τὴν περίεργον δέλτον. Ἡ δέ, μὴ τὸ στέφος μόνον θεόθεν, ἀλλὰ καὶ σύνεσιν ὄντως βασιλικὴν κεκτημένη, συνορᾷ τοῦτον ἐντεῦθεν πολέμιον ὄντα τῇ κατ’ εὐσέβειαν ἀληθείᾳ, παραινεῖ τὰ δέοντα, παρακαλεῖ πρὸς ἐπιστροφήν, ἐπιχειρεῖ μεταπείθειν, ἀναμιμνῄσκει τῶν ἐπὶ τῆς μεγάλης ἐκείνης συνόδου καὶ πεπραγμένων καὶ γεγραμμένων· ὁ δὲ ἀπαυθαδιάζει μᾶλλον καὶ προστίθησι τῇ κατὰ τῆς ἀληθείας μανίᾳ, ἡ δὲ οὐκ ἀνέχεται περιιδεῖν κινδυνεύουσαν τὴν ὑπὸ τοῦ ἀνδρὸς καὶ βασιλέως ἐστηριγμένην εὐσέβειαν.

Καὶ τὰ ἐντεῦθεν πραγματείας οἰκείας δεῖται καὶ τὰς ὑπὲρ τῆς εὐσεβείας ἐπινοίας ἅμα καὶ πράξεις τῆς θεοστεφοῦς βασιλίδος καὶ τὰ ψεύδη καὶ τὰ ποικίλματα καὶ τοὺς δόλους διεξελθεῖν τοῦ ἀντιτεχνωμένου τούτου ταῖς ἐκείνης ὑπὲρ τῆς εὐσεβείας σπουδαῖς.