Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀπολογητικοί λόγοι

Γρηγόριος Παλαμᾶς

Έλεγχος του πατριαρχικού γράμματος και των διωγμών κατά των ορθοδόξων

Αποκάλυψη των σκοπιμοτήτων της πατριαρχικής επιστολής, καταγγελία της αντικανονικής προώθησης του Ακινδύνου στην ιεροσύνη και περιγραφή των διώξεων εναντίον των ησυχαστών μοναχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 3 από 9

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΟΤΙ ΤΟ ΠΑΤΡΙΑΡΧΙΚΟΝ ΚΑΤ’ ΑΥΤΟΥ ΓΡΑΜΜΑ ΨΕΥΔΟΣ ΕΣΤΙΝ ΑΥΤΟΧΡΗΜΑ ΚΑΙ Τῼ ΑΓΙΟΡΕΙΤΙΚῼ ΚΑΙ Τῼ ΣΥΝΟΔΙΚῼ ΤΟΜῼ ΔΙΑ ΠΑΝΤΩΝ ΑΝΤΙΘΕΤΟΝ, ΔΙΟ ΚΑΙ ΚΑΤΑ ΤΩΝ ΕΥΣΕΒΩΝ ΕΣΤΙ ΠΑΝΤΩΝ ΚΑΙ ΤΟΥ ΤΩΝ ΕΥΣΕΒΩΝ ΒΑΣΙΛΕΩΣ ΚΑΙ ΤΗΣ ΕΥΣΕΒΕΙΑΣ ΑΥΤΗΣ, ΚΑΤ’ ΑΥΤΟΥ ΔΕ ΜΑΛΛΟΝ ΩΣ ΑΛΗΘΩΣ ΤΟΥ ΤΟΥΤΟ ΓΡΑΨΑΙ ΤΕΤΟΛΜΗΚΟΤΟΣ Ὁ δυσσεβείας ἡμᾶς γραφόμενος, εἶτα δυσχεραίνων εἰ μὴ νομίζοιτό τε καὶ ὀνομάζοιτο παρ’ ἡμῶν εὐσεβής, αὐτέλεγκτός ἐστι δυσσεβής, ἅτε τοῖς ὡς αὐτὸς οἴεται δυσσεβέσιν ἀρέσκειν κατὰ τὸ σέβας αἱρούμενος. Ἐνδίκως οὖν ὑποστήσεται τὸν παρ’ ἡμῶν ἔλεγχον, ἡμῖν αὐτοῖς συνειδότων χάριτι Χριστοῦ καὶ παρρησιαζομένων εὐτόλμως τὸ εὐσεβές. Εἰ δ’ οὐκ ἀνάσχοιτο μόνον ἀντελεγχόντων ἡμῶν, ἀλλὰ καὶ τῆς καθ’ ἡμῶν ψευδογραφίας μετάμελον σχὼν δικαίαν ᾄσει παλινῳδίαν, οὐκ ἐνδίκως ὑποίσει μόνον, ἀλλὰ καὶ λυσιτελῶς ἑαυτῷ τοὺς ἐλέγχους μεταχειρίσεται καὶ μεταστήσεται καλῶς ποιῶν πρὸς τὴν τῶν ἐλεγχόντων ἀγάπην τὸ πρὸς αὐτοὺς ἀπροφάσιστον μῖσος ἀποβαλόμενος. Οὕτω γὰρ τῆς τῶν κακῶν χορείας, ἣν νῦν συνεξελίττειν ὑπ’ ἀβουλίας ᾠήθη δεῖν, παρὰ τοῦ σοφοῦ Σολομῶντος ἐξῃρημένος εἶναι μαρτυρηθήσεται καὶ σοφός· «μὴ ἔλεγχε γάρ», φησί, «κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε».

Νῦν δ’ ὢ καινῶν ἀκουσμάτων, ὁ τῶν εὐσεβούντων ἁπάντων ἱερὸς ἡγεμὼν καὶ τῆς κατ’ εὐσέβειαν ἀληθείας τε καὶ σοφίας πρύτανις καὶ διδάσκαλος καὶ τῆς κατὰ Χριστὸν εἰρήνης κῆρυξ καὶ χορηγός, συκοφαντίας καὶ ψεύδους καὶ τῶν ἐπὶ λύμῃ τῆς κατ’ εὐσέβειαν ἀληθείας ὑφηγητὴς ἀναπέφηνε καὶ λογογραφεῖ τὴν κοινὴν τῶν ὑπ’ αὐτὸν ψυχῶν βλάβην καὶ ἀναπιμπλάναι σπεύδει παντάπασιν ἀνιέρου στάσεως τὸ ὑπήκοον.

Τί γὰρ εἰ προοιμιαζόμενος, «ἐγχαράξαι», φησί, «τὰ πρὸς αὐτοὺς γράμματα, ὡς τὴν φροντίδα τῶν ψυχῶν ἀναδεδεγμένος καὶ περιποιεῖσθαι τὴν σωτηρίαν αὐτοῖς ὀφείλων»; Καὶ τοῦτο ψεῦδός ἐστι δυσφώρατον καὶ συμμιγὲς ἀπάτῃ, κἄν τις μοῖρα τῆς ἀληθείας προσῇ δελέατος χάριν προβεβλημένη καὶ τῇ τοῦ ψεύδους λύμῃ δολίως προσηρτημένη. Τὸ μὲν γὰρ ἐγκεχαράχθαι ταυτὶ τὰ γράμματα πρὸς περιποίησιν σωτηρίας, ψεῦδος, ὡς αὐτίκα δειχθήσεται, τὸ δ’ ἀναδεδέχθαι ταυτηνὶ τὴν φροντίδα καὶ ὀφείλειν τὴν περιποίησιν, ἀληθὲς μέν, ἀλλ’ εἰς τὸ δόξαι τὸ ψεῦδος ἀλήθειαν προενήνεκται. Τίνος δὴ καὶ χάριν ‘ἐγχαράξαι’ δεῖν ἔγνω πρὸς πᾶσαν τὴν ἱερὰν ἐκκλησίαν ταυτὶ τὰ γράμματα; «Ἐπειδήπερ», φησίν, «ἐγνώρισεν ἡ μετριότης ἡμῶν, ὡς θορυβοῦσί τινας ἐξ ὑμῶν οἱ τοῦ Παλαμᾶ ὀπαδοὶ καὶ σπουδασταὶ καὶ ὁμόφρονες, ἀναγκαῖον ἔκρινεν ἐγχαράξαι πρὸς ὑμᾶς τὰ παρόντα γράμματα, ὡς ἂν μὴ τῇ τοῦ ἀληθοῦς ἀγνοίᾳ» συμβαίνοι «συλαγωγεῖσθαί τινας ἀφ’ ὑμῶν».

Ὅτι μὲν οὖν τὴν τοῦ ἀληθοῦς ἄγνοιαν ἐπαγγελλόμενος ἀναιρῆσαι, τὴν ἐπίγνωσιν σπεύδει τῆς ἀληθείας ἐκ μέσου ποιήσασθαι καὶ ὡς συκοφαντία περιφανὴς τὸ θορυβεῖν τοὺς ὀπαδούς, ὡς αὐτός φησι, «τοῦ Παλαμᾶ καὶ σπουδαστὰς καὶ ὁμόφρονας», δῆλον ἔσται προϊόντος τοῦ λόγου. Νυνὶ δ’ οἶμαι χρῆναί τε καὶ ἀναγκαῖον εἶναι ἐκφῆναι, τίνες, οὕς φησιν οὗτος «ὀπαδοὺς εἶναι τοῦ Παλαμᾶ καὶ σπουδαστὰς καὶ ὁμόφρονας», ἀλλὰ καὶ τοῦτο προεκφῆναι χρεών· τίνος ἕνεκα τὰ τρία ταῦτα συνῆψε καὶ τοὺς αὐτοὺς ἔφη καὶ «ὀπαδοὺς καὶ σπουδαστὰς καὶ ὁμόφρονας»; Τῇ γὰρ συναφείᾳ τῶν τριῶν τούτων πολυειδής τε καὶ βαθὺς ἐνείργασται δόλος τῷ συγγραφεῖ τῆς προκειμένης ἀπάτης. Τὸ γὰρ εἰς αὐτὸν ἧκον κατὰ πάντων χωρεῖ τῶν ὁμολογούντων τῷ Παλαμᾷ κατ’ εὐσέβειαν, εἰδὼς δὲ τούτους πλῆθος ὄντας, σχεδὸν οὐδ’ ἀριθμῷ περιληφθῆναι δυνάμενον, καὶ μικροῦ πάντας ἢ τοὺς κρείττους χριστιανῶν, ὑποκλέπτει τοὺς ἀκροωμένους τὴν τοῦ πλήθους ὑπόνοιαν ὑφαιρούμενος, τὸ ‘σπουδαστὰς’ προσθείς.

Πόσους γὰρ ἄν τις λογίσαιτο «τοὺς σπουδαστὰς εἶναι τοῦ Παλαμᾶ»; Καὶ προσέτι—μᾶλλον καὶ τούτων ὑποτέμνει τὸν ἀριθμόν—, τὸ ‘ὀπαδοὺς’ προσγράψας, ὡς εἶναι λογίζεσθαι μηδένας ἑτέρους, ὅτι μὴ τοὺς ἑπομένους καὶ ὑπηρετουμένους «ὁμόφρονας τῷ Παλαμᾷ» τούτῳ καθ’ οὗ πολὺς ῥεῖ πολλούς τε καὶ παντοδαποὺς κύκλους περιβαλλόμενος, ἅμα καὶ καινῶν δογμάτων τοῦτον ἔξαρχον ὡς ἐν ὀλίγῳ δεικνύς, ὅτι μηδενὶ μὲν αὐτὸς ἕποιτο τῶν νῦν ἢ τῶν ἐξ αἰῶνος εἰρηκότων περὶ θεοῦ, πάντας δ’ ἔχει τοὺς ὁμόφρονας ἑπομένους αὐτῷ.

Πρὸς μὲν οὖν τοὺς ἄνδρας, οὐκ οἶδα τίνας οἷς ἐπιστέλλει, ταῦθ’ ὑποκατασκευάζει τὴν ἀρχὴν διὰ βραχέων εὐθύς, τὸ δὲ πλήρωμα τῶν ὀρθοδόξων ἅπαν ὁμοφρονοῦν ἐπιστάμενος τῷ Παλαμᾷ καὶ μάλισθ’ ὅσοι τῆς κατ’ αὐτὸν ὑποθέσεώς εἰσιν ἐπιγνώμονες, λήσειν τοὺς ἄλλους ἀλογίστως ἤλπισε, προσθεὶς τοὺς «ὀπαδούς τε καὶ σπουδαστάς», ὡς τάχα κατὰ πάντων χωρῶν· οὐ γὰρ ὀπαδοὶ καὶ σπουδασταὶ πάντες, εἰ καὶ πάντες ὁμόφρονες· οὐ γὰρ ἐκεῖνο συνιδεῖν ἐνόμισε τοὺς ἀνθρώπους, ὡς ὁ πολεμῶν καὶ ἑνί τῳ κατὰ τὴν τῆς εὐσεβείας ἀλήθειαν, πᾶσιν ἁπαξαπλῶς τοῖς ὡς ἀληθῶς χριστιανοῖς πολεμεῖ.

Κατὰ τίνων δὲ καὶ τὸ γράμμα τοῦθ’ ὡς ἀληθῶς συνέθηκε νῦν; Οὐ κατὰ τῶν μὴ προσιεμένων τὴν ἐπ’ Ἀκινδύνῳ τούτου χειροτονίαν, ὑπὲρ ἧς καὶ προήχθη ταῦτα γράφειν; Καὶ τοῦτο μᾶλλον κατὰ τῶν μὴ συγχωρούντων τὰς ἐπ’ αὐτῷ μείζους ψήφους εἰς τέλος προενεγκεῖν, ὧν ἐστι καὶ ἡ τὴν αὐτοκράτορα Ῥωμαίων ἀρχὴν ψήφῳ θεοῦ περιέπουσα καὶ ὁ θεοστεφὴς ταύτης παῖς, ἡ μόνη διαδοχὴ τοῦ ἐκ θεοῦ κράτους, ἡ μόνη περιλειπομένη τοῖς Ῥωμαίοις ἐλπίς.

Κατ’ αὐτῶν οὖν τῶν θειοτάτων ἡμῶν βασιλέων καὶ τῶν ἐν τέλει καὶ τῆς συγκλήτου γράφων ἁπλῶς ἁπάσης, ὡς προσωπείῳ χρῆται τῷ Παλαμᾷ. Φέρε δ’ ὅμως κατὰ πλήθη μακρῷ πολυάριθμα διελόντες, ἀπαριθμησώμεθα πάντας, κατὰ τὸ ἐγχωροῦν, τοὺς τῷ Παλαμᾷ τούτῳ τὴν εὐσέβειαν ὁμολόγους τε καὶ ὁμόφρονας. Τίνες οὖν οὗτοι; Τὸ ἅγιον ὄρος ἅπαν, ἡ τῆς κατ’ ἀρετὴν καὶ εὐσέβειαν ἀκριβείας ἑστία καὶ ῥίζα καὶ κορυφή, τὸ καλοῦ παντὸς ἐνδιαίτημα, τὸ παντὸς ἄγους ἐλεύθερον καὶ παντὸς πάθους ἐναγοῦς ἀνώτερον καὶ παντοδαποῦς ἁγιωσύνης ἀνάπλεων, διὸ καὶ τῆς ἁγιωσύνης φερωνύμως ἐπώνυμον. Οὗτοι δὴ πάντες, δι’ ἐγγράφου Τόμου τὴν πρὸς τὸν Παλαμᾶν ὁμοφροσύνην ἀνεκήρυξαν πᾶσι, καὶ τοῦτο τελευτῶντος τοῦ Τόμου προσγράψαντες καὶ μετὰ τὸ προθεῖναι κεφαλαιωδῶς τὰ τῷ Παλαμᾷ γεγραμμένα περὶ τῆς νῦν ὑποθέσεως, ὅτι «ταῦτα ὑπὸ τῶν γραφῶν ἐδιδάχθημεν, ταῦτα παρὰ τῶν ἡμετέρων πατέρων παρελάβομεν, ταῦτα διὰ τῆς μικρᾶς ἐγνώκαμεν πείρας, ταῦτα καὶ τὸν ἐν ἱερομονάχοις τιμιώτατον καὶ ἀδελφὸν ἡμέτερον κῦρ Γρηγόριον Ὑπὲρ τῶν ἱερῶς ἡσυχαζόντων συγγραψάμενον, ἰδόντες καὶ ἀποδεξάμενοι, ὡς ταῖς τῶν ἁγίων ἀκριβῶς ἐχόμενα παραδόσεσι, πρὸς πληροφορίαν τῶν ἐντυγχανόντων ὑπεγράψαμεν».

Μετὰ μέντοι τὰς ὑπογραφὰς τοῦ τε σεβασμιωτάτου πρώτου καὶ τῶν ἄλλων λογάδων, ἐπισφραγίζων ὁ ἱερώτατος Ἱερισσοῦ καὶ ἁγίου ὄρους ἱεράρχης, φησίν, «ὅτι διὰ τούτων ἅπαν τὸ ἅγιον ὄρος συμφωνοῦντες ὑπέγραψαν»· καὶ τοῦτο προσγράφοντες, ὡς, «εἴ τις μὴ συμφωνεῖ τοῖς ἁγίοις καθάπερ ἡμεῖς, τὴν αὐτοῦ κοινωνίαν οὐ παραδεξόμεθα».

Τοιγαροῦν αἰσχυνέσθωσαν οἱ καινοφωνίαν περὶ τὸ σέβας ἐγκαλοῦντες τοῖς τοῦ Παλαμᾶ λόγοις, οἱ «τὸ φρόνημα καὶ τὴν πίστιν ἀμφίβολον ἀποκαλοῦντες αὐτόν, οἱ τῆς ἱερᾶς ἐκκλησίας ξένον, ὡς ἀπειθῆ τε καὶ ἀνυπότακτον». Ἀκουέτωσαν γάρ, ὡς ὁ Παλαμᾶς οὗτος, οὗ τὴν εὐσέβειαν ἀποκηρύττειν οὐκ ὤκνησαν, ταῖς ἁγίαις γραφαῖς καὶ ταῖς τῶν πατέρων ἀκριβῶς ἕπεται παραδόσεσι καὶ τῶν ἱερῶς ἡσυχαζόντων, ταὐτὸ δ’ εἰπεῖν, τῆς ἱερᾶς ἐκκλησίας προαγωνίζεται, καὶ ὡς αὐτό τε πᾶν τὸ τῆς ἁγιωσύνης ἐπώνυμον ὄρος συμμαρτυροῦντες καὶ πᾶν τὸ τῆς εὐσεβείας ἀντεχόμενον χριστώνυμον γένος ὁμόφρονές εἰσι τῷ Παλαμᾷ τούτῳ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδεὶς τῶν εὐσεβῶς φρονούντων, ὃν εἰς κοινωνίαν τὸ θεῖον ὄρος οὐ παραδέχεται. Τίνες οὖν ὧν νῦν ὁ πατριάρχης «τὴν φροντίδα ποιεῖται τοῦ μὴ συλαγωγεῖσθαι παρὰ τῶν ὁμοφρονούντων τῷ Παλαμᾷ»;

Πάντως τῶν μὲν εὐσεβῶν καὶ τὰ τῆς ὑποθέσεως πρὸς ἀκρίβειαν ἐγνωκότων οὐδείς, βαρλααμῖται δὲ πάντες καὶ ὁ μετὰ τὴν τοῦ Βαρλαὰμ συνοδικὴν καταδίκην καὶ τὴν μετ’ αἰσχύνης φυγήν, ἄλλος Βαρλαὰμ Ἀκίνδυνος, ᾧ συνέταξεν ἑαυτὸν καὶ δι’ ὃν ἀρτίως τὴν ἱερωσύνην ἠχρείωσεν, ᾧ καταθύμια πράττων, εὐθὺς ἐκ προοιμίων ἐπιχειρεῖ καταλύειν τὸν Συνοδικὸν τόμον, τῶν θορυβεῖν ὑπ’ αὐτοῦ συκοφαντουμένων προστάτην εἶναι λέγων τὸν Παλαμᾶν καὶ καλεῖν ἀπαξιῶν ἱερέα θεοῦ καὶ τῆς γιγνομένης κἀν τῷ Τόμῳ κειμένης τιμῆς ἀποστερῶν.

Ἀλλὰ τὸ μὲν ἅγιον ὄρος οὕτω· Θεσσαλονικέων δὲ ναζιραίων οἱ καθ’ ἡσυχίαν διὰ βίου τῷ θεῷ προσανέχοντες καὶ αὐτοὶ Τόμον ὁμόλογον ἐποιήσαντο καὶ ταῖς οἰκείαις χερσὶ τὴν πρὸς τὸν Παλαμᾶν ὁμόφρονα κατ’ εὐσέβειαν γνώμην ὑπεσημήναντο καὶ τῷ πατριάρχῃ τούτῳ τὴν ἀρχὴν εὐθὺς πέμψαντες ἐνεχείρισαν. Τῶν δὲ τῆς μεγαλοπόλεως ταύτης εἰσίν, οἳ καὶ μαρτυρίου τρέχουσι δρόμον, ἐπειδήπερ ὁ πατριάρχης, Ἀκινδύνῳ καὶ τοῖς ἄλλοις βαρλααμίταις προσθέμενος νῦν, τυραννεῖν τὴν ὑπὸ τοῦ Παλαμᾶ στηριζομένην εὐσέβειαν ἐπεχείρησε, συκοφαντίαις πρὸς τοὺς κρατοῦντας τοὺς αὐτῷ προσκειμένους περιβάλλων δειναῖς, ἀρχιερεῖς, ἱερεῖς καὶ μονάζοντας, ἀτιμίαις ἐγγράφοις τε καὶ ἀγράφοις ἐπὶ πάντας ὑποβάλλων ἐσχάταις ἀξιωμάτων ἱερῶν, ὡς οἴεται, ἀφαιρέσεσιν, ἐγκλεισμοῖς τε καὶ διωγμοῖς καὶ δημοσίαις, τό γε εἰς αὐτὸν ἧκον, ἀποκηρύξεσι.

Μοναχῶν δ’ ἆρα μόνων πλήθη τε καὶ συστήματα τοσαῦτα τῶν τῷ Παλαμᾷ κατ’ εὐσέβειαν ὁμοφρονούντων ἐστὶν ἢ καὶ τῶν μιγάδων, πλὴν τῶν μὴ τὰ τῆς ὑποθέσεως εἰδότων, σχεδὸν ὁμοῦ πάντες; Ἆρα δὲ καὶ τῶν ᾑρημένων τὸν ὁμόζυγα βίον οἱ τυχόντες τῷ Παλαμᾷ συνᾴδουσι παρρησίᾳ καὶ συνηγοροῦσι περιφανῶς; Καὶ τίς οὐκ οἶδε τὸν ζῆλον τῆς θεοστεφοῦς καὶ κρατίστης ἡμῶν δεσποίνης, ἣ διαναστᾶσα γενναίως καὶ βασιλικῷ τῷ φρονήματι τοῦ μετὰ τῆς ἐκκλησίας καὶ τὴν εὐσέβειαν τυραννοῦντος τὴν ὁρμὴν ἤμβλυνε, καὶ τῇ βασιλικῇ ἐξουσίᾳ τὴν βασιλικωτάτην ἐν ἀρεταῖς ἐγκαταμίξασα φρόνησιν, συνίησι μὲν καὶ πρὸ τοῦ γενέσθαι τὴν ἄθεσμον Ἀκινδύνου χειροτονίαν, πέμψασα δὲ παραινεῖ τῷ ἱεράρχῃ, διδάσκαλος αὐτῷ γεγονυῖα τῶν συμφερόντων καὶ τῆς ἀνιέρου ταύτης πράξεως ἀπάγειν λόγῳ, καὶ πρὸς τὸ εἰκὸς ἐπανάγειν πειρᾶται τῶν θείων ἐκτραπόμενον νόμων, ἀλλὰ καὶ προκαταγγέλλει τὴν μέλλουσαν ἔσεσθαι τῆς ἐκκλησίας ταραχήν, εἰ μὴ πείθοιτο;

Ὡς δ’ ἐκεῖνος τὸν ἔξω τῆς εὐσεβείας Ἀκίνδυνον εἴσω τοῦ βήματος τῆς ἐκκλησίας φέρων ὤθησε βίᾳ, καὶ τοῖς ἱεροῖς διακόνοις τὸν βέβηλον ἐγκατέλεξε παρὰ πάντα θεσμόν, καὶ ὁ θόρυβος εὐθὺς παρὰ πάντων τῶν εὐσεβούντων ἤρθη πολύς, καταχρῆται καὶ αὕτη λυσιτελῶς καὶ δικαίως τῇ ἐξουσίᾳ καὶ τὸν ἐν ἱερατείᾳ γενόμενον ἀνίερον Ἀκίνδυνον ἐξωθεῖ τῆς ἱερᾶς ἐκκλησίας καὶ πολυειδέσιν αὐτόν τε καὶ τοὺς αὐτοῦ σπουδαστὰς περιβαλοῦσα ταῖς ἀτιμίαις, εἶθ’ ὡς πάντολμον καὶ ἀλλόκοτον καὶ κατὰ τῆς ἱερωσύνης μᾶλλον ἢ πρὸς ἱερωσύνην χωρήσαντα, πληγῶν καὶ δεσμῶν καὶ καθειργμῶν δικαιοῖ. Ὁ δὲ τῶν ἐν τέλει ζῆλος, ἆρ’ οὐ κατάλληλος καὶ ἀκόλουθος καὶ τῆς ἐμμανοῦς κατὰ τῆς τοῦ Παλαμᾶ, ταὐτὸ δ’ εἰπεῖν, κοινῆς εὐσεβείας ὁρμῆς τοῦ προσθεμένου νῦν τοῖς βαρλααμίταις, ἀντίρροπος καὶ πρὸς τούτοις ὁ τῆς συγκλήτου πάσης καὶ τῶν ταγμάτων ἁπαξαπλῶς πάντων τῆς βασιλείας; Ἴσασιν οἱ κλαπέντες ἀπάτῃ καὶ δολίοις ἔναγχος συναγηγερμένοι πρὸς τὸν πατριάρχην μηνύμασι μεθ’ οἵας αἰσχύνης ἐκ τῶν βασιλείων ἀνέλυσαν οἴκαδε.

Ὁ δὲ τοῦ προκειμένου συγγραφεὺς γράμματος «προσέχειν ἄξιον» εἰπὼν «τοῖς ῥηθησομένοις»—τίνας οὐκ οἶδα χριστιανῶν—, εἶτά φησι· «τοῖς γὰρ ἐπιβούλοις τούτοις καὶ τὸ φρόνημα καὶ τὸ σέβας ἀμφιβόλοις, ἔτι τε ἀνυποτάκτοις καὶ ἀπειθέσι καὶ ξένοις, διὰ τοῦτο καὶ ἀλλοτρίοις τῆς ἐκκλησίας—‘ὁ μὴ ὢν γὰρ μεθ’ ἡμῶν καθ’ ἡμῶν ἐστι’, φησί, ‘καὶ ὁ μὴ συνάγων μεθ’ ἡμῶν ἔοικε σκορπίζοντι’—τούτοις τοῖς οἰηματίαις καὶ ἀλαζόσι καὶ πάντα ἑαυτοῖς θαρροῦσιν οὐκ εὐεπιχείρητα σὺν θεῷ δ’ εἰρήσθω ἔσται τὰ καθ’ ὑμᾶς».

Ὁράτω δὴ πᾶς ἐν τούτοις τὴν πρὸς τὸν Συνοδικὸν τόμον ἀναιδεστάτην ἀντίθεσιν· οὐδὲν γὰρ ἄλλο τὸ προοίμιον τοῦτο, ἢ σαφὴς ἀνασκευὴ καὶ κατάλυσις ἐκείνου τοῦ Τόμου πολυειδής. Ὃ γὰρ ἐκεῖνος γράφει κατὰ τοῦ Βαρλαάμ, ὡς «εἰς τὸ τῆς οἰήσεως πέλαγος ἐξ ἰδιορρυθμίας καθῆκεν ἑαυτόν», τοῦτο πολυπλασιάσας ἐνταῦθα κατὰ τῶν ἀντιταξαμένων ἐκείνῳ μοναχῶν μετέλαβεν ὁ τὴν ἐκείνου νῦν ἧτταν ἀναπαλαῖσαι προθέμενος. Οὕτω τοίνυν ἀκουέτω πᾶς, ὡς αὐτοῦ τοῦ Βαρλαὰμ ἀντεπιφέροντος τὰς λοιδορίας τοῖς συνοδικῶς ἀντειρηκόσιν αὐτῷ, καὶ τοῖς ἐπιψηφισαμένοις τηνικαῦτα καὶ τὸν Τόμον ἐκεῖνον ἐκθεῖσι κατ’ αὐτοῦ καὶ τούτους εἶναι λέγοντος πάντας τοὺς ἰδιορρύθμους καὶ ἀπειθεῖς καὶ οἰηματίας, ἀλλ’ οὐκ ἐκεῖνον.

Ἀλλὰ καὶ ὅπερ ὁ Τόμος ἐκεῖνος τὸν Βαρλαὰμ πρᾶξαι κατὰ τῶν μοναχῶν μαρτυρεῖ γράφων, «ὡς ὁ Βαρλαὰμ ἀποτρόπαιον ἐγγράφως τούτων κατηγόρησε φρόνημα», τοῦτο καὶ ὁ Ἀντίτομος οὗτος καὶ ὁ τούτου συγγραφεὺς ἀνερυθριάστως ἀρτίως καὶ μετὰ προσθήκης ποιεῖ γράφων «αὐτοὺς ἀμφιβόλους εἶναι τὸ φρόνημα καὶ τὸ σέβας καὶ ξένους καὶ ἀλλοτρίους τῆς ἐκκλησίας» καὶ οὐ ξένους μόνον καὶ ἀλλοτρίους ἀλλὰ καὶ πολεμίους αὐτῇ. Καὶ σκοπείτω πᾶς τις αὐτόθεν τὸ τῆς κατηγορίας ἀσύστατον καὶ ὅπως κλέπτειν καὶ ὑποσύρειν τοὺς ἀκροωμένους δόλῳ πειρᾶται καὶ τῆς ἀληθείας ἐκβάλλειν κατὰ μικρόν· ἀρξάμενος γὰρ «ἀμφιβόλους» εἶπεν, ὡς μὴ φανερῶς κακοὺς εἶναι λέγων, εἶτ’ ἐπήγαγε «ξένους καὶ ἀλλοτρίους τῆς ἐκκλησίας», φανερῶς ἑτερόφρονας τοὺς αὐτοὺς λέγων· εἶτα δῆθεν κατασκευάζει καὶ πολεμίους εἶναι ταύτῃ σαφεῖς, ὡς κατ’ αὐτῆς χωροῦντας καὶ ταύτην σκορπίζοντας, ὃ περὶ τοῦ βεελζεβοὺλ ὁ κύριος εἶπε, τοῦτο φεῦ, οὗτος λέγων περὶ τῶν τροφίμων τῆς ἐκκλησίας καὶ τῷ θεῷ ναζιραίων. Εἰ δ’ οὗτοι τοιοῦτοι, πῶς οὐχ ὁ Βαρλαὰμ ἀναμφίβολος εὐσεβὴς καὶ τῆς ἐκκλησίας ὑπέρμαχος;

Πῶς οὐ τοῖς ἐσχάτοις ὑπεύθυνος βασιλεὺς ἐκεῖνος, ὁ τά τε ἄλλα περιφανὴς καὶ πολὺς τὴν εὐσέβειαν, ἡ περὶ αὐτὸν σύγκλητος, οἱ καθολικοὶ τῶν Ῥωμαίων κριταὶ καὶ πρὸς τούτοις καὶ μετὰ τούτων ὁ τῶν ἀρχιερέων κατάλογος, ὁ κλῆρος ἅπας τῆς ἐκκλησίας, οἵ, συνελθόντες ἐπίτηδες εἰς ταὐτὸ καὶ φιλαλήθη τὴν ἔρευναν ποιησάμενοι, τὸν μὲν Βαρλαὰμ ᾔσχυναν, τοῖς δὲ μοναχοῖς τούτοις ἐς τὸ ἀκριβὲς τὸ ὑγιὲς τῆς εὐσεβείας ἐπεψηφίσαντο;

Ἀλλ’ ὁ μὲν Τόμος ἐκεῖνος μετριώτερα κατὰ τοῦ Βαρλαὰμ γράφων, καίτοι φανέντος τοιούτου, τὰς ἐκ τῶν πραγμάτων ἀποδείξεις ὕστερον δίδωσιν. Ὁ δὲ νῦν κατὰ τῶν ἐκεῖ δικαιωθέντων πολὺς ῥυῆναι προῃρημένος, ποίας παράγει τὰς ἀποδείξεις;

Οὐδ’ ἡντινοῦν, ὡς αὐτίκα δειχθήσεται. Ἆρ’ οὖν οὐ συνίησιν ἡ πηγὴ τῶν ὕβρεων τούτων, ὡς ἑαυτὴν περικλύζει καὶ καθ’ ἑαυτῆς ἀνακινεῖ τὸν βόρβορον; Ἡ γὰρ χωρὶς ἀποδείξεως ὕβρις οὐκ ἐπὶ τοὺς ὑβρίσθαι δοκοῦντας πέφυκε ῥεῖν, ἀλλ’ αὐτοῦ καταχεῖται τοῦ ὑβρικότος καὶ τοῦτον ὕβριν ἀτεχνῶς ἀποδείκνυσιν, οἴκοθεν οἴκαδε τὸ τοῦ λόγου χωροῦσα, ἐπεὶ καὶ τῆς ἀφιείσης ὕλης ἡ δυσωδία καὶ ταύτην εἶναι παρίστησι δύσοσμον, ἀλλ’ οὐκ ἐφ’ οὓς ἀναπέμπεται, καὶ ταῦτα τοὺς τοσοῦτον ὑπερανέχοντας, ὡς μηδ’ ἔχειν ψαύειν αὐτῶν. Εἰ δὲ καὶ τῆς ἐκ δίκης ψήφου σχῆμα φέρει τὸ λοίδορον γράμμα, μὴ προβάσης τῆς δίκης, ἆρ’ οὐκ εἰς προφανῆ πρόκειται κατηγορίαν τοῦ γεγραφότος, συκοφάντην αὐτὸν ἀπελέγχον περιφανῆ; Εἰ δὲ καὶ περὶ εὐσεβείας ὁ λόγος ἐστί, καὶ γεγονυίας ἐξετάσεώς τε καὶ ἀποφάσεως, καὶ ταῦτ’ ἐπὶ συνόδου τοιαύτης καὶ συνοδικῶν προβάντων γραμμάτων καὶ τῶν καταψηφισθέντων ἀφορισμῷ καὶ ἀναθέματι καθυποβληθέντων ἐγγράφως, εἶτά τις ὕστερον τοὺς μὲν ἀποκηρύκτους τούτους κοινωνοὺς προσίεται καὶ συλλειτουργοὺς ποιεῖται, τοὺς δ’ ἐκεῖ δικαιωθέντας καταδικάζει καὶ ἀποσείεται, ἆρ’ οὐ τῆς τῶν καταψηφισθέντων ἐκείνης δίκης φανερός ἐστι κληρονόμος καὶ τῆς ἐκκλησίας ὄντως ἔκπτωτος καὶ ἀλλότριος;

Οὐ μὴν ἀλλ’ εἰ πάντες, ὅσους ὁ λόγος ἀνωτέρω μικρὸν ὑπέδειξεν «ὁμόφρονας εἶναι τῷ Παλαμᾷ», τῷ πατριάρχῃ νῦν «ἀπειθεῖς» διατελοῦσι καὶ «ἀνυπότακτοι» καὶ ταῖς ἄλλαις ἔνοχοι δυσφημίαις καὶ διὰ τοῦτ’ ἀποτροπαίους εἶναι δεῖ πᾶσι, τίνες οἱ τῆς εὐσεβείας προασπισταί τε καὶ ταπεινόφρονες, οἷς ἐντυγχάνειν λυσιτελές, ὡς περὶ τὸ σέβας μόνοις οὖσι βεβαίοις; Οὐκ ἆρ’ Ἀκίνδυνος μόνος, ὃν ἀθέσμως ἀρτίως κεχειροτόνηκε καὶ ὑπὲρ οὗ σπεύδων τοιαῦτα κατὰ χριστιανῶν ἐπεχείρησε γράφειν, ὃν καὶ μόνον οἴεται μετ’ αὐτοῦ συνάγειν ἀλλὰ μὴ σκορπίζειν, καὶ μετ’ αὐτοῦ τυγχάνειν ἀλλὰ μὴ κατ’ αὐτοῦ χωρεῖν; Ἀληθῶς γε τοῦτο οἰόμενος νῦν, ταῦτ’ ἄρα καὶ πάνθ’ ὑπὲρ αὐτοῦ, καὶ λέγει καὶ πράττει καὶ γράφειν οὐκ ὤκνησε, δι’ ὧν ἡμῶν ἀποστήσας τοὺς αὐτῷ πεπεισμένους εὐεπιχειρήτους τοῖς τῶν βαρλααμιτῶν καταστήσει φενακισμοῖς. «Ἀλλὰ καὶ ποιήσεται», φησί, «τὴν ἀρχὴν ἡμῖν ὁ λόγος, ἀπ’ αὐτοῦ τούτου εἰς ὃν ἐρείδουσι καὶ αὐτοὶ καὶ ἐφ’ ᾧ μέγα ἐγκαυχῶνται ὡς προβόλῳ καὶ προαγωνιστῇ τοῦ ἰδίου αὐτῶν συστήματος».

Τίς οὗτός ἐστιν; Ὁ Παλαμᾶς πάντως, ὡς ἀρχόμενόν τε καὶ προϊὸν ὀνομαστὶ τὸ γράμμα τοῦτό φησι· καθάπερ γὰρ τὸ προοίμιον τοῦ νῦν τούτου καθ’ ἡμῶν συγγραφέως, τοῦ προοιμίου τοῦ Συνοδικοῦ τόμου σαφὴς οὖσα κατάλυσις καὶ ἀντίθεσις ἀναπέφηνεν, οὕτω καὶ ἡ ἐφεξῆς ἀρχὴ καθέστηκεν αὕτη τῆς ἐν ἐκείνῳ ἐφεξῆς ἀρχῆς ἐναντίωσις, τὸ καταθύμιον τῷ Βαρλαὰμ ἐκείνῳ φανερῶς ἐκτελοῦσα. Τί γὰρ ἀναγέγραπται ἐκεῖ; «Διθεΐας» ὁ Βαρλαὰμ «ἔγκλημα προστρίψασθαι τοῖς μοναχοῖς ἐπεχείρησε, κατηγορῶν μάλιστα τοῦ τιμιωτάτου ἱερομονάχου κυρίου Γρηγορίου τοῦ Παλαμᾶ».

Ὅτι μὲν οὖν καὶ ὁ νῦν κατ’ ἐκεῖνον κατήγορος τὸ ἔγκλημα τοῦτο προστρίβεσθαι πειρᾶται τοῖς μοναχοῖς, οὐδεὶς ἀγνοεῖ. Ὥσπερ δὲ ἐκεῖνος τοῦ Παλαμᾶ μάλιστα κατηγορῶν ὑπῆρχεν, οὕτω καὶ οὗτος καὶ διὰ τὸν ἴσον τρόπον. Ἆρα δ’ ἔχοι τις ἂν εὑρεῖν τῶν κατ’ αὐτοῦ δῆθεν ῥημάτων τούτων μεῖζον εἰς τὸν Παλαμᾶν ἐγκώμιον; Εἰ γὰρ οἱ προαπηριθμημένοι πάντες ἔρεισμα τὸν Παλαμᾶν ἔχουσιν, ὡς αὐτὸς ὁ κατ’ αὐτοῦ γράφων περιφανὴς ἐχθρὸς ὢν ἀπαράγραπτός ἐστι μάρτυς καὶ πάντες ἐπὶ τῷ Παλαμᾷ τούτῳ «ἐγκαυχῶνται μέγα, ὡς προβόλῳ καὶ προαγωνιστῇ τοῦ ἰδίου αὐτῶν συστήματος», ταὐτὸ δ’ εἰπεῖν παντὸς τοῦ τῶν ὀρθοδόξων πληρώματος, πῶς οὐ μακαριστὸς ὁ Παλαμᾶς οὗτος καὶ τοσοῦτο μᾶλλον ὅσον ἂν πάσχῃ τε καὶ ἀκούῃ κακῶς παρὰ τῶν Ἀκινδύνου καὶ Βαρλαὰμ ὁμοφρόνων; Ἀλλὰ «τοῦ Παλαμᾶ», φησί, «κατασεισθέντος καὶ καταρραχθέντος πείσεται ταὐτὰ καὶ τὸ τούτου πάντως σύστημα».